183
συνεπιθέμενος ποικίλως Ἰουδαίους ἐκόλασεν. Ἰώσηππος καὶ Φίλων ἱστοροῦσιν ἐν ταῖς ἁπανταχοῦ συναγωγαῖς Ἰου δαίων ἀνδριάντας καὶ εἰκόνας Γαΐῳ καὶ βωμοὺς ἀνατεθῆναι. Τούτοις τοῖς χρόνοις Σίμων ὁ μάγος Σαμαρεὺς ἐκ κώμης Γιτθῶ τῆς Σαμαρείας ἀναφανεὶς πολλοὺς ἐξηπάτα σημείοις καὶ τέρασι ψεύδους, πρὸς ὃν Φίλιππος, εἷς τῶν ἅμα Στεφάνῳ τῷ πρωτομάρτυρι, πρῶτος ἐν 403 στὰς κατῄσχυνε, μετὰ τὴν Στεφάνου τελείωσιν περιάγων ἔξω τῆς Ἱερου σαλήμ, ἡνίκα λέγεται πρῶτος ἐξ ἐθνῶν ὑπ' αὐτοῦ βαπτισθῆναι ὁ εὐνοῦχος Αἰθίοψ αὐτός τε Σίμων, ὀνόματι μόνῳ τὸν Χριστιανισμὸν ὑποδύς, ἀνά στασιν δὲ μὴ ὁμολογῶν μηδὲ τὸν κόσμον εἶναι τοῦ θεοῦ, πᾶσάν τε αἰ σχρουργίαν εἰσηγούμενος τοῖς ἑαυτοῦ μαθηταῖς. ΚΟΣΜΟΥ ΕΤΗ ΕΦΜ Τῆς θείας σαρκώσεως ἔτη μʹ Πέτρος ὁ κορυφαῖος τὴν ἐν Ἀντιοχείᾳ πρώτην θεμελιώσας ἐκκλησίαν εἰς Ῥώμην ἄπεισι κηρύττων τὸ εὐαγγέλιον. ὁ δ' αὐτὸς μετὰ τῆς ἐν Ἀντιοχείᾳ ἐκκλησίας καὶ τῆς ἐν Ῥώμῃ πρῶτος προέστη ἕως τελειώσεως αὐτοῦ. Πέτρος τὴν πρώτην καθολικὴν ἐπιστολὴν ἀπὸ Ῥώμης ἀπέστειλεν, ὡς Εὐσέβιος, ἑπόμενον ἔχων καὶ Μάρκον τὸν εὐαγγελιστήν, τότε Ῥωμαίοις αἰτήσασι συντάξαντα τὸ εὐαγγέλιον, ὡς Κλήμης ἐν ςʹ τῶν Ὑποτυπώσεων καὶ Παπίας ὁ Ἱεραπόλεως ἐπίσκοπος· οὗ καὶ μέμνηται ἐν αὐτῇ Μάρκου καὶ τῆς πόλεως Βαβυλῶνος· ἄλλοι δὲ ἀπὸ Ἰόππης φασὶ γεγράφθαι. Παύλου καὶ Σίλα ἐπάνοδος ἐν ∆έρβῃ καὶ Λύστροις καὶ Φρυγίᾳ Ἰσαυρίᾳ τε καὶ Κιλικίᾳ καὶ Γαλατίᾳ καὶ Τρωάδι. Παύλου καὶ Μάρκου αἱ ἐν Φιλίπποις καὶ Θεσσαλονίκῃ καὶ Βεροίῃ πράξεις. Παύλου ἐν Ἀθήναις καὶ Κορίνθῳ πράξεις. Παύλου αἱ ἐν Ἐφέσῳ καὶ Κεγχρεαῖς Καισαρείᾳ τε καὶ Ἀντιοχείᾳ, Ἰταλίᾳ καὶ Φρυγίᾳ πράξεις. Παύλου τὰ ἐν Ἐφέσῳ ἰδίως. Παῦλος τὰ ἐν Τρωάδι καὶ Μιλήτῳ παρέθετο Ἐφεσίοις. Τὰ ἐν Ἱερουσαλὴμ τῶν Ἰουδαίων κατὰ Παύλου. Παύλου τὰ ἐν Καισαρείᾳ κατὰ Φίλικα καὶ ∆ρουσίλλαν. Παύλου τὰ ἐν Καισαρείᾳ καὶ τὰ Ἰουδαίων κατ' αὐτοῦ. 404 Μάρκος ὁ εὐαγγελιστὴς Αἰγύπτῳ καὶ Ἀλεξανδρείᾳ τὸν σωτήριον λόγον εὐηγγελίζετο. Τῆς Ἀντιοχέων ἐκκλησίας πρῶτος ἐπίσκοπος Εὐόδιος ἐχρημάτισεν ἔτη κθʹ. Ῥωμαίων εʹ Κλαύδιος ἔτη ιγʹ.
ΚΟΣΜΟΥ ΕΤΗ ΕΦΜ Τῆς θείας σαρκώσεως ἔτη μʹ Ἡ ἐν ταῖς πράξεσιν Ἀγάβου
προφητεία πεπέρασται, λιμοῦ μεγάλου κατασχόντος τὴν οἰκουμένην ἐπὶ Κλαυδίου. Κλαύδιος κατὰ Βρεττανῶν ἐθριάμβευσε. Κλαύδιος τοὺς πολίτας Ῥώμης ἀπογραψάμενος μυριάδας εὗρεν χζδʹ καὶ α. Κλαύδιος Φίλικα τῆς Ἰουδαίας ἡγεμόνα ἐξέπεμψε. Τὰ ὑπόλοιπα Ἰουδαίων ἀλλοφύλου Ἀγρίππα τοῦ καὶ Ἡρώδου ἐστὶν οὕτωσ Παῦλος καὶ Βαρναβᾶς ἐν τῇ συναγωγῇ τῆς κατὰ Πισιδίαν Ἀντιοχείας ἐπαρρησιάσαντο. Παῦλος καὶ Βαρναβᾶς ἐδίδασκον ἐν Ἰκονίῳ, ἡνίκα τὰ ἐν Λύστροις καὶ ∆έρβῃ καὶ Πέργῃ καὶ Ἀταλίᾳ καὶ Ἀντιοχείᾳ, αἵ τε ἐν Φοινίκῃ καὶ Σαμαρείᾳ καὶ Ἱερουσαλὴμ πράξεις τῶν δύο. Ἀγρίππας θεμέλια πηξάμενος τρίτου τείχους τῆς Ἱερουσαλὴμ καὶ φο βηθεὶς Κλαύδιον Καίσαρα τοῦ ἔργου ἐπαύσατο. Οὗτος ὁ Ἀγρίππας, ὁ καὶ Ἡρώδης ἐν ταῖς πράξεσι καλούμενος, ὁ τὴν ἀργυρῆν ἐσθῆτα περιθέμενος καὶ ἐν τῷ θεάτρῳ Καίσαρος καταδεξά 405 μενος ὡς θεὸς εὐφημεῖσθαι, ὑπ' ἀγγέλου πληγεὶς σκωληκόβρωτος ἀπο θνήσκει. Ἀγρίππα τοῦ βασιλέως Ἰουδαίων τελευτήσαντος Ἀγρίππας υἱὸς αὐτοῦ ὑπὸ Κλαυδίου τὴν ἀρχὴν ἐγχειρίζεται Ἰουδαίων. Ἰουδαίων εʹ ἀλλόφυλος Ἀγρίππας βʹ ἔτη κγʹ.
ΚΟΣΜΟΥ ΕΤΗ ΕΦΜΣ Τῆς θείας σαρκώσεως ἔτη μςʹ Θρᾴκη ἀπὸ τοῦδε τοῦ
χρόνου ἐπαρχία ἐχρημάτισε, βασιλεύουσα πρίν. Νῆσος μεταξὺ Θήρας καὶ Θηρασίας σταδίων λʹ ἐφάνη. Ἐν ταῖς ἡμέραις τῶν ἀζύμων στάσεως γενομένης ἐν Ἱερουσαλὴμ συμπα τηθέντες περὶ τὰς τῶν πυλῶν ἐξόδους Ἰουδαῖοι ὤλοντο περὶ τὰς τρεῖς μυριάδας, Κουμανοῦ Ῥωμαίων στρατηγοῦντος καὶ τῆς ὅλης Ἰουδαίας