183
αὐτῶν τοὺς μάλιστα ἐν λόγῳ Καβασίλαν τε, σὺν αὐτοῖς βασιλέα ἧκε. προσκυνήσασί τε αὐτοῖς καὶ ὡμολογηκόσι τὴν δουλείαν καὶ ὁ βασιλεὺς ἠμείβετο λόγοις ἡμέροις καὶ προσηνέσι καὶ τῆς πρὸς τὰ βελτίω μεταβολῆς ἐπῄνει καὶ πρὸς εὔνοιαν μάλιστα προσήγετο. Καβασίλας δὲ τοῖς μὲν ἄλλοις ἔφασκε προσήκειν τοὺς πρὸς βασιλέως εἰρημένους λόγους, αὐτῷ δὲ μή. εἰ γάρ τι καὶ εἴργασται τῶν κατὰ γνώμην βασιλεῖ, οὐκ ἐκείνῳ μᾶλλον ἢ μεγάλῳ δομεστίκῳ λογίζεσθαι τὴν χάριν. ἐκεῖνον μὲν γὰρ, ὥσπερ ἔπεισέ τε ἐξ ἀρχῆς αὐτὸν καὶ πρὸς βασιλέα εἰς Ῥωγὼ ἐλθόντα εἶπεν, ὡς μᾶλλον ἂν ἕλοιτο ἀποθανεῖν ἢ ὑπὸ βασιλέα γενέσθαι αὖθις, τὴν ἴσην καὶ ὁμοίαν γνώμην ἐσχηκέναι ἄχρι προτεραίας. ἀγνοεῖν δὲ ὅπως τοῖς μεγάλου δομεστίκου λόγοις κατάκρας ἡττηθεὶς, τἀναντία πράξαι ὧν προείλετο· ἐκεῖνο δὲ εἰδέναι μόνον σαφῶς, ὡς δεσμώτης ἀχθείη τοῖς ἐκείνου λόγοις, γνώμην τε ἀντὶ τῆς προτέρας ἐσχηκέναι νῦν, ὡς οὐδ' ἂν εἴ τι καὶ γένοιτο, ἕως ἂν περιῇ, τῆς πρὸς αὐτόν τε βασιλέα καὶ τὸν μέγαν δομέστικον εὐνοίας ἀποσταίη. Τοιαῦτα Καβασίλα εἰπόντος, τοὺς λόγους ἐπαινέσας ὁ βασιλεὺς, λόγοις τε ἠμείβετο πολλοῖς τὴν πρᾳότητα ἐπιδεικνύμενος καὶ τὴν εὐμένειαν τὴν πρὸς αὐτὸν, καὶ τῷ μεγάλου κονοσταύλου ἀξιώματι ἐτίμα, καὶ τοὺς ἄλλους ἀναλόγως. οἱ πολιορκούμενοι δὲ κατὰ τὴν Ἄρταν Καβασίλαν καὶ Ῥωγίους ὁρῶντες προσκεχωρηκότας βασιλεῖ, ὕβριζόν τε εἰς αὐτοὺς ὡς προδότας τῶν κοινῇ λυσιτελούντων 1.518 καὶ ἰδίων ἕνεκα κερδῶν τὰ κοινῇ συμφέροντα προϊεμένους, καὶ πολλὴν κατεγίνωσκον τὴν μοχθηρίαν καὶ τὴν φαυλότητα αὐτοῖς τῶν τρόπων. ἦσάν τε οὕτω παρεσκευασμένοι ὡς οὐκ ἐνδώσοντες πρὸς τὴν πολιορκίαν οὔτε φόβῳ τῶν ἐκ τοῦ πολέμου κακῶν οὔθ' ὑποσχέσεσι μυρίων ἀγαθῶν. λʹ. Οὐ πολλαῖς δὲ ὕστερον ἡμέραις μετὰ τὸ Ῥωγίους προσχωρῆσαι παρὰ τὰς πύλας Ἄρτας ὁ μέγας δομέστικος προσελθὼν, εἰς λόγους ἐλθεῖν ᾐτεῖτο Βασιλίτζῃ ἐπιτροπεύοντι αὐτῆς. ἐλθόντι δὲ καὶ αὐτῷ πρὸ τῶν πυλῶν, οὐ δέον ἔφασκεν αὐτοὺς νοῦν ἔχοντας καὶ λογισμοῖς χρωμένους, οὕτω φέρεσθαι ἀλόγως, ὥστε μήτε πρότερον βουλεύσασθαί τι τῶν δεόντων, καίτοι παραινοῦντος καὶ ἐμοῦ, μήθ' ὕστερον μεταβάλλεσθαι μετὰ τὴν πεῖραν τῶν δεινῶν. εἰ γὰρ, ὅτε πρῶτον πρὸς ὑμᾶς ἥκομεν, πρὶν ἄρξασθαι πολιορκίας, ἐμοὶ παραινοῦντι τὰ δέοντα ἐπείθεσθε, αὐτοί τε ἂν ἦτε τῶν ἐκ τῆς πολιορκίας κακῶν ἀπηλλαγμένοι, ἥ τε χώρα ἄτμητος ἔτι οὖσα διεσώζετο ἂν ὑμῖν, ἀφ' ἧς αὐτοί τε οἱ δυνατοὶ εἴχετε πολλὰς προσόδους καὶ ὁ δῆμος ἀφθόνων ἀπέλαυε τῶν ἐπιτηδείων. νυνὶ δὲ ὑμᾶς τε αἱ πρόσοδοι ἐκλελοίπασι, διεφθαρμένων τῶν κτημάτων, καὶ ὁ δῆμος ἐνδείᾳ κινδυνεύει ἀπολέσθαι. ταῖς γὰρ ἠπειρώτισι ταύταις πόλεσιν, ἂν τὴν χώραν ὑπὸ τοῦ πολέμου ἢ ἑτέρου ὁτουοῦν συμβαίη ἀπολέσθαι, ἑτέρωθέν ποθεν οὐ ῥᾴδιόν ἐστιν ἰάσασθαι τὴν ἔνδειαν. καίτοι εἴγε μάλιστα ἐνῆν τρόπῳ δή τινι ἀναστήσαντας ἡμᾶς ἐκ τῆς πολιορκίας 1.519 διάγειν ἐν ἀδείᾳ, οὐδ' οὕτω λυσιτελούντως σφίσιν αὐτοῖς ἂν ἐδοκεῖτε βεβουλεῦσθαι παρὰ σωφρονοῦσι διὰ τὴν γεγενημένην βλάβην· νυνὶ δὲ συμβαίνει δεινότερα πείσεσθαι προσδοκᾷν ὑπαρξάντων. οὐ γὰρ ἔστιν, οὐκ ἔστιν οὐδὲν, εἰ μή τι παράλογον ἐξ οὐρανοῦ πρὸς σωτηρίαν ὑμῖν πραχθείη, ὃ τοῦ πολιορκεῖν ἡμᾶς πείσει ἀποσχέσθαι, ὥστε εἰκὸς πρὸς τῇ χώρᾳ καὶ τὴν πόλιν ὑμᾶς προσαπολεῖν. θαυμάζω δὲ ὑμῶν, εἰ τοῖς αὐτοῖς ἢ καὶ μείζοσι κακοῖς ἐνεχόμενοι Ῥωγίοις καὶ μέλλοντες ὑπ' ἀνάγκης ὅσον οὐδέπω βασιλεῖ προσχωρεῖν αὐτοὶ, οὐ μόνον οὐκ ἐπαινεῖτε ὡς καλῶς καὶ συμφερόντως ἑαυτοῖς βεβουλευμένους, ὅτι πρὶν εἰς ἔσχατον κινδύνου ἥκειν σωτηρίαν καὶ ὠφέλειαν ἐπορίσαντο ἑαυτοῖς ἐκ τῆς μεταβολῆς, ἀλλὰ καὶ ὕβρεις καταχέετε αὐτῶν πολλὰς, ὅτι οὐ τῆς αὐτῆς ὑμῖν ἀβουλίας εἵλοντο εἶναι κοινωνοί. καίτοι σκέψασθε ὡς οὔτε δίκαια οὔτε συμφέροντα οὔθ' ἑαυτοῖς οὔτε τοῖς ἄλλοις Ἀκαρνάσιν αὐτοὶ ποιεῖτε τῆς αὐτῆς ἐχόμενοι ἐννοίας. αὐτοί τε γὰρ ἀπολώλατε διαφθαρέντες ὑπὸ τοῦ πολέμου, καὶ ταῖς ἄλλαις πόλεσι βλάβης οὐ μετρίας αἴτιοι κατέστητε, καίτοι γε ὑμῖν βασιλέως οὐ συναποστάσαις. στρατιὰ γὰρ ἐπὶ ξένης