183
τοὺς λοιποὺς ηλπιζεν. οἱ στασιασταὶ δὲ τοὺς τῶν αὐτομόλων οἰκείους ἐπὶ τὸ τεῖχος ελκοντες, καὶ τῶν δημοτῶν τοὺς ἐπὶ πύστιν ὡρμημένους, οια πάσχουσιν οἱ ̔Ρωμαίοις προσφεύγοντες ἐπεδείκνυον, καταψευδόμενοι καὶ τῶν πολεμίων καὶ τῶν οἰκείων. Ηδη δὲ τῶν χωμάτων συντελεσθέντων αἱ ἑλεπόλεις προσήγοντο. ὑπορύξαντες δ' ενδοθεν ̓Ιουδαῖοι τὸ κατὰ τὴν ̓Αντωνίαν μέχρι τῶν χωμάτων διάστημα, καὶ τοὺς ὑπονόμους ξύλοις ὑποστηρίξαντες, μετέωρα τὰ χώματα πεποιήκασιν. ειτα υλης τὸ ορυγμα πλήσαντες, πῦρ τῇ υλῃ ἐνέβαλον, καὶ τῶν ὑποστηριζόντων ξύλων καυθέντων ἡ διῶρυξ ἀθρόον ἐνέδωκε καὶ κατεσείσθη τὰ χώματα· καὶ τοῖς ̔Ρωμαίοις εκπληξις καὶ ἀθυμία πρὸς τὴν ἐπίνοιαν γίνεται. κατὰ δὲ τὰ λοιπὰ τὰς ἑλεπόλεις οἱ ̔Ρωμαῖοι προσάγοντες διέσειον τὸ τεῖχος. ἀλλά τινες παραβόλως ὁρμήσαντες πῦρ κατ' αὐτῶν ἐνῆκαν καὶ πάντα κατέπρησαν. διεφθαρμένων δὲ τῶν χωμάτων ̔Ρωμαῖοι μὲν ἠθύμουν, Τίτος δὲ μετὰ τῶν ἡγεμόνων ἐβουλεύετο. καὶ οἱ μὲν αυθις ετερα ἐγείρειν ἐκέλευον, οἱ δὲ χωμάτων ανευ προσκαθέζεσθαι καὶ φυλάττειν τὰς ἐξόδους αὐτῶν καὶ τὰς τῶν ἐπιτηδείων εἰσαγωγάς, καὶ ουτως ελεγον λιμῷ τὴν πόλιν εσεσθαι ἁλωτήν, τοῖς δὲ πᾶσαν ἐδόκει προσάγειν τὴν δύναμιν καὶ ἀποπειρᾶσθαι τοῦ τείχους· μηδὲ γὰρ οισειν ̓Ιουδαίους τὴν εφοδον. τῷ γε μὴν Τίτῳ τούτων οὐδὲν ηρεσκεν, ἐδόκει δὲ περιβόλῳ τὴν πόλιν κυκλῶσαι, ιν' ουτω πᾶσαν ἐμφράξῃ τοῖς ενδον διέξοδον. καὶ τὸ 2.60 εργον τῇ στρατιᾷ κατεμέρισε. τοῖς δέ τις ερις ἐμπίπτει ἐπὶ τὴν ἐργασίαν καὶ ὁρμή τις δαιμόνιος, ταχύ τε τὸ εργον ἐξῳκοδόμητο. περικλείσας δὲ τῷ τείχει τὴν πόλιν, τὴν μὲν πρώτην φυλακὴν τῆς νυκτὸς περιιὼν αὐτὸς ἐπεσκέπτετο, τὰς δὲ λοιπὰς ἑτέροις ἐπέτρεψε· διεκληροῦντο δὲ τὸν υπνον οἱ φύλακες. ̓Ιουδαίοις δὲ μετὰ τῶν ἐξόδων ἀπεκλείσθη πᾶσα σωτηρίας ἐλπίς, καὶ ὁ λιμὸς κατ' οικους καὶ γενεὰς τὸν δῆμον ἐβόσκετο, καὶ τὰ μὲν τέγη γυναικῶν καὶ βρεφῶν ἐκλελυμένων πεπλήρωτο, οἱ στενωποὶ δὲ γερόντων νεκρῶν· παῖδες δὲ καὶ νεανίαι διῳδηκότες ὡς ειδωλα κατὰ τὰς ἀγορὰς περιῄεσαν, καὶ κατέπιπτον οπῃ εκαστος ἀτονήσας ετυχε. θάπτειν δὲ τοὺς προσήκοντας οἱ ετι ζῶντες οὐκ ισχυον· πολλοὶ δὲ καὶ θάπτειν ὁρμήσαντες τοῖς θαπτομένοις ἐπαπέθνησκον. οἱ δὲ στασιασταὶ καὶ τῶν ἐκ τοῦ λιμοῦ κακῶν ἐγίνοντο χαλεπώτεροι, τυμβωρυχοῦντες καὶ τὰς οἰκίας συλῶντες. καὶ τὸ μὲν πρῶτον ἐκ τοῦ δημοσίου θησαυροῦ θάπτειν ἐκέλευον τοὺς νεκρούς, τὴν δυσωδίαν μὴ φέροντες, ειτ' ἐρρίπτουν αὐτοὺς ἐκ τῶν τειχῶν εἰς τὰς φάραγγας. περιιὼν δ' ὁ Τίτος καὶ θεασάμενος νεκρῶν πεπληρωμένας αὐτὰς καὶ βαθὺν ἰχῶρα μυδώντων σωμάτων ἐκρέοντα, ἐστέναξε καὶ τὰς χεῖρας ἀνατείνας ἐμαρτύρετο τὸν θεὸν ὡς οὐκ ειη τὸ εργον αὐτῷ πρὸς βουλῆς. καὶ πάλιν ηπτετο χωμάτων, χαλεπῶς αὐτῷ τῆς υλης ποριζομένης· πρὸ γὰρ σταδίων κεκόμιστο ἐνενήκοντα. Πολλοὶ δ' ηὐτομόλουν τοῦ δήμου, οἱ μὲν ἐκ τῶν τειχῶν κρημνίζοντες ἑαυτούς, οἱ δὲ προϊόντες ὡς ἐπὶ μάχην μετὰ χερμάδων πρὸς ̔Ρωμαίους κατέφευγον. καὶ ουτω δ' οἱ πλείους ἀπώλλυντο· λιμώττοντες γὰρ καὶ ἀφθονίᾳ τροφῶν ἐντυγχάνοντες ἀπλήστως τε κο2.61 ρεννύμενοι διερρήγνυντο. συνέβη δέ τι καὶ ετερον τοὺς αὐτομόλους φθεῖρον. τινὲς γὰρ αὐτῶν κεκτημένοι χρυσοῦς ἐν τῷ μέλλειν πρὸς ̔Ρωμαίους αὐτομολεῖν κατέπινον σφᾶς, ινα μὴ ἁλόντες ἀφαιρεθῶσιν αὐτούς. παρὰ δὲ τοῖς ̔Ρωμαίοις γενόμενοι τοῖς τῆς γαστρὸς σκυβάλοις τοὺς χρυσοῦς συνεξέκρινον, καὶ ἐκλέγοντες αὐτοὺς ἐλάμβανον. φωρᾶται τοίνυν τῶν αὐτομόλων τις τοῦτο ποιῶν· καὶ φήμης γεγονυίας εἰς τὸ στρατόπεδον ὡς μεστοὶ χρυσίου προσίασιν οἱ αὐτόμολοι, ἀνετέμνοντο τὰς γαστέρας οἱ αθλιοι, ὡς ἐντεῦθεν πολλὴν γενέσθαι τῶν ̓Ιουδαίων φθοράν· μιᾷ γὰρ νυκτὶ ὑπὲρ τρισχιλίους ἀνασχισθῆναι συνέβη. ο γνοὺς ὁ Τίτος ἠπείλησε τῷ στρατεύματι· ἀλλὰ μικρὸν η οὐδὲν τοῖς αὐτομόλοις ἐπήμυνεν ἡ τοῦ Τίτου ὀργή. ἐν ὀλίγοις δ' εὑρίσκετο τὰ ἀργύρια, τοὺς δὲ λοιποὺς ἐλπίδες μόναι ἀπώλλυον. λέγεται δὲ τοὺς ἐκ τῆς πόλεως διὰ τῶν πυλῶν ἐκκομισθέντας καὶ ῥιφέντας νεκροὺς τῶν