183
ἀντιλαμβάνεσθαι, ἐξαρτᾶσθαι. ̓Εξάραντεσ. εξω ποιήσαντες. ̓Εξαῤῥάξειν. συντρίψειν, καταλαβεῖν. καὶ ἀπειλοῦντας θύρας ἐξαῤῥάξειν. ̓Εξαρτύσασ. ἐκπληρώσας η ἑτοιμάσας. epsilon.766 ̓Εξαρτήσασ. ἐφευρίσας η κρεμάσας. ̓Εξατμίσθη. ἐλεπτύνθη. ̓Εξαύδα. εξειπε, λέγε, φώνει. Ομηρος· ἐξαύδα, μηκέτι κεῦθε-. ̓Εξαυδᾷ. ὁμολογεῖ. ἐκφωνεῖ. ̓Εξαψάμενοσ. κατασχὼν, περιπλακείς. ̓Εξανθίζω. τὸ βάπτω. ποικίλας ἐξηνθίκατε τὰς βαφάς. ̓Εξανθῶ. ἀναβλαστάνω. ἐξήνθησεν ἡ ερημος. ̓Εξαργυρῶσαι. οὐκ ἐξαργυρίσαι. ̓Εξαρτίζει. πληροῖ, τελειοῖ, παρασκευάζει. ̓Εξάρξαντεσ. προκατάρξαντες. ̓Εξαπορηθῆναι. ἐν ἀπορίᾳ γενέσθαι. ̓Εξαράσασθαι. τὸ ἐκτελέσαι τὰς ἀρὰς καὶ τὰς εὐχὰς, ας ἐπὶ ταῖς ἱδρύσεσι τῶν ναῶν ειωθε ποιεῖσθαι. ̓Εξανδρούμενοσ. τὴν ἡλικίαν εχων εἰς ανδρα. epsilon.767 ̓Εξανεμοῦσθαι. ἐπαίρεσθαι. ̓Εξανύω. κατεργάζομαι, ἀποπληρῶ. ̓Εξαλλομένουσ. ἀνασκιρτῶντας. ̓Εξαμβλίσκειν. ἐκτιτρώσκειν. καὶ τὴν τῶν τετραπόδων ἀγέλην ἐξαμβλίσκειν εφασαν. ̓Εξαμυστίσαι. τουτέστιν ἀμυστὶ καὶ ἀπνευστὶ καὶ ανευ τοῦ ἀναπαύεσθαι πίνειν. ̓Εξαμήσω. τουτέστι τὰ εντερα καὶ τὸν πνεύμονα ἐξανύσω καὶ ἐξοίσω. ̓Εξαναστάσ. μετοικήσας. ὁ δὲ Θεσπιάδης ἐξαναστὰς ἐξ ̓Αθηνῶν Θεσπίαν ἐν Βοιωτίᾳ εκτισεν. ̓Εξαγκωνιῶ. τοὺς ἀγκῶνας ὑπὸ ταῖς πλευραῖς ποιήσω. ̓Εξακριβωθέντεσ. ἐρευνηθέντες. ̓Εξαλλάξαι. ἀντὶ τοῦ τέρψαι. Μένανδρος· -ανθρωπον ἐξαλλάξομεν κακόν τι σοι δώσοντα. epsilon.768 ̓Εξαληλιμμένοσ. ἠλειμμένος. ̓Εξαλίσασ. ἐκκυλισθῆναι ποιήσας εἰς τὴν κόνιν. ἀλινδήθρα δὲ ὁ τόπος, ἐν ῳ τιθέντες ἑαυτοὺς οἱ ιπποι τοῦτο ποιοῦσιν. ̓Αριστοφάνης· πολλὰς ἀλινδήθρας τὲ καὶ ἐκκυλίσματα. ̓Εξακευμένων. θεραπευόντων, ἐξιωμένων. ̓Εξαπενίζοντο. ἀπεκαθαίροντο. ̓Εξαιθριασθέντεσ. λαμπρυνθέντες. ̓Εξαίρει. ὑψοῖ. ̓Εξαιρεῖται. ἀφαιρεῖται. λαμβάνεται. καὶ ἀντὶ τοῦ ῥύσεται καὶ ἐλευθερώσει. ἐξαιρήσωμεν ὁμοίως. ̓Εξαίροντεσ. ἀνατρέποντες. πρὸς ταῦτα τί λέγουσιν οἱ τὴν πρόνοιαν ἐξαίροντες. ενιοι δὲ καὶ ἀντὶ τοῦ ὑμνοῦντες. ̓Εξαιρούμενοσ. ἀποκομιζόμενος η ῥυόμενος. ̓Εξαιροῦσιν. ἐκβαλοῦσιν. ̓Εξαρήσαντα. πορθήσαντα, ἐξερημώσαντα. epsilon.769 ̓Εξεβοήθη. ἐλαλήθη. ἐξεβοήθει δὲ τὸ ἐβοήθησε, δίφθογγον. ̓Εξεγρόμενοσ. ἐξεγερθείς. ̓Εξεθεάτρισαν. ἐστηλίτευσαν, ἐξεπόμπευσαν. οὐ μόνον ἑαυτοὺς ἐξεθεάτρισαν, ἀλλὰ καὶ τὴν ̔Ελλάδα πᾶσαν κατέστρεψαν. ̓Εξέθει. ἐξέτρεχεν. ̓Εξεκάκησα. ἀπηγόρευσα. ̓Εξεκαρυκεύθη. ὠψοποιήθη. συνεκόπη. ̓Εξεκεκλήκει. ἐκ τοῦ δείπνου ἀνίστη. νυκτὸς δὲ γενομένης τοὺς οἰκέτας ἐξεκεκλήκει τοὺς Ναννάρου. ̓Εξεκεκλήκετο. ταχὺ προεκαλεῖτο. ταχὺ δὲ ἐξεκεκλήκετο αὐτοὺς πρὸς τὴν πρᾶξιν. ̓Εξεκίνησεν. ἐξεδίωξε. Σοφοκλῆς· epsilon.770 παίζων κατ' αλσος, ἐξεκίνησε ποδοῖν στικτὸν κεράστην ελαφον-. ̓Εξεκκλησίασε. συνήθροισεν. ̓Εξέκνισεν. ̔Ηρόδοτος· δελτίον δίπτυχον λαβὼν, τὸν κηρὸν αὐτοῦ ἐξέκνισεν. ̓Εξεκόκκισεν. ἀντὶ τοῦ ἐξέκλασεν· ἐξέβαλεν. ἡ μεταφορὰ ἀπὸ τῶν κόκκων. ̓Εξεκόπη τὸν ὀφθαλμόν. ἐπηρώθη. ̓Εξεκύκλησαν. ἐξήνεγκαν. ἐπεὶ δὲ εἰς τὸ θέατρον ἐξεκύκλησαν αὐτόν. ̓Εξεκώμασεν. ἐπόρνευσεν. ̓Εξέθορεν. ἐξεπήδησεν. ̓Εξεθύσαντο. ἐμαντεύσαντο. ̓Εξελέγχειν. φανεροποιεῖν. ὁ δὲ ἠξίου ῃ τάχος τὰ πραχθέντα βασάνοις ἐξελέγχειν. epsilon.771 ̓Εξέλεξε. συνήθροισε. χρήματα δὲ παρὰ τῶν Λιβύων πολλὰ μὲν ἐς τὸ κοινὸν ἐξέλεξεν. ̓Εξέλιπε φυσητήρ. ἐξέλιπε μόλιβδος. φυσητὴρ, καὶ τὸ οργανον, ῳ ἐμφυσᾷ ὁ χρώμενος· καὶ ὁ ανθρωπος ὁ τὸ οργανον μεταχειριζόμενος. συγκαίουσι δὲ τῷ ἀργύρῳ μόλιβδον, ινα συγκαιόμενος ἀνιμᾶται καὶ ἀναλαμβάνῃ εἰς αὐτὸν τὸ νόθον. ̓Εξελίσσουσι. κινοῦσιν. ̓Εξελοφίζετο. ἡ δὲ γῆ ἐκ τῶν δικαιαρχαστέλων λόφων ἐξελοφίζετο. ̓Εξελληνίζει. ευρυθμον ἀπεργάζεται. ̓Εξεμηρύσατο. διεξῆλθεν. ὁ δὲ ̓Αννίβας ἐν ολῃ τῇ νυκτὶ μόλις ἐξεμηρύσατο τὰς χαράδρας. ̓Εξένευσαν. παρῃτήσαντο. ἀπηρνήσαντο, ὡς πρὸς αλλους πόλεμον εχοντες ἐξένευσαν τὴν βοήθειαν. καὶ ἀντὶ τοῦ ἐκολύμβησαν. Θουκυδίepsilon.772 δης· καὶ πολλοὺς ἀπέκτειναν, οσοι μὴ ἐξένευσαν αὐτῶν. ̓Εξέπεσον. πόῤῥω ἀπέφυγον. καὶ τελευτῶντες τῆς νόσου ἐξέπεσον. ̓Εξέπλει. ἐξέπλεεν. ̓Εξεπράθομεν.