183
ἐνατένισον τῷ πλούτῳ τῷ ἐπουρανίῳ, καὶ τῷ θησαυρῷ ὃν ἀπέθου σεαυτῷ διὰ τῶν ἀγαθῶν πράξεων. Ἐξέπεσας τῆς πατρίδος; ἀλλ' ἔχεις πατρίδα τὴν ἐπουράνιον Ἱερουσαλήμ. Τέκνον ἀπέβαλες; ἀλλ' ἀγγέλους ἔχεις μεθ' ὧν χωρεύσεις περὶ τὸν οὐρανὸν τοῦ Θεοῦ, καὶ εὐφρανθήσῃ τὴν αἰώνιον εὐφροσύνην. Οὕτως ἀνατιθεὶς τοῖς παροῦσιν ἀνιαροῖς τὰ προσδοκώμενα ἀγαθὰ, φυλάξεις σεαυτῷ τὸ ἄλυπον τῆς ψυχῆς καὶ ἀτάραχον, ἐφ' ᾧ προσκαλεῖται ἡμᾶς ἡ νομοθεσία τοῦ Ἀποστόλου. -Μήτε τὰ φαιδρὰ 96.44 τῶν ἀνθρώπων περιχαρείας ἀμέτρους ἐμποιείτω σου ψυχῇ, μήτε τὰ λυπηρὰ κατηφείαις, καὶ συστολαῖς τὸ γαῦρον αὐτῆς ταπεινούτω. Ἐπιστυγνάζειν ταῖς συμφοραῖς τῶν πενθούντων ἀκόλουθον. Οὕτω γὰρ σεαυτὸν οἰκειώσῃ τοῖς πάσχουσιν μὴ καθιλαρευόμενος τῶν συμφορῶν, μηδὲ ἐναδιαφορῶν τοῖς ἀλλοτρίοις ἀλγήμασιν. Οὐ μὴν περαιτέρω γε συνεκφέρεσθαι τοῖς λυπουμένοις προσῆκεν, ὥστε ἢ συνεκβοᾷν, ἢ συνθρηνεῖν τῷ πεπονθότι, ἢ ἐν τοῖς μὲν ἄλλοις μιμεῖσθαι καὶ ζηλοῦν τὸν ἐσκοτωμένον ὑπὸ τοῦ πάθους. Ἐκ τούτων ἐπιτείνειν μᾶλλον ἔστι τὴν συμφορὰν, ἢ πραΰνειν. Ὁ τὸν κείμενον ἐγεῖραι βουλόμενος, ὑψηλότερος εἶναι τοῦ πεπτωκότος πάντως ὀφείλει. Ὁ δὲ ἐξ ἴσου καταπεσὼν, ἑτέρου καὶ αὐτὸς τοῦ ἀνιστῶντος δεῖται, ἀλλὰ δάκνεσθαι μὲν ὑπὸ τῶν γινομένων, καὶ ἡσυχῆ τοῖς λυπουμένοις ἐπιστυγνάζειν προσῆκον. Τί οὐκ ἐπιτρέπομεν τὰ ἑαυτῶν κτήματα πρὸς τὸ δοκοῦν διατίθεσθαι τῷ φρονίμῳ ∆εσπότῃ, ἀλλ' ὡς οἰκείων στερούμενοι ἀγανακτοῦμεν, καὶ τοῖς ἀποθνήσκουσιν ὡς ἀδικηθεῖσιν συμπάσχομεν. Λυπηθῶμεν, ὅτι βραδύνομεν τοῖς τάφοις, οἷς περιφέρομεν, ὅτι ὡς ἄνθρωποι ἀποθνήσκομεν τὸν τῆς ἁμαρτίας θάνατον, θεοὶ γεγονότες. Πόσον ἔτι τὸν ἀπελθόντα πενθήσομεν; οὐ πρὸς τὴν αὐτὴν ἐπειγόμεθα μονήν; οὐ τὸν αὐτὸν ὑποδυσόμεθα λίθον αὐθίκα; οὐχὶ αὐτὴ κόνις μετὰ μικρὸν ἐσόμεθα. Τοιοῦτος ὁ βίος ἡμῶν, ἀδελφοί· τοιοῦτον ἐπὶ γῆς παίγνιον, οὐκ ὄντας γενέσθαι, καὶ γενομένους ἀναλυθῆναι. Μὴ φθόνει τῇ ἀναπαύσει τοῦ υἱοῦ σου, ἄνθρωπε, ἀλλὰ γνῶθι, ὅτι εἰς βελτίονα χαρὰν μετέστη, καὶ πρὸς ἀμείνω λῆξιν ἀπεδήμησεν ὁ τελευτήσας· καὶ οὐκ ἀπώλεσας τὸν υἱόν σου, ἀλλ' ἐν ἀσύλῳ λοιπὸν ἀπέθου χωρίῳ. Μὴ τοίνυν λέγε, ὅτι Οὐκέτι καλοῦμαι πατήρ. ∆ιὰ τί, εἰπέ μοι, τοῦ υἱοῦ μένοντος; μὴ γὰρ ἀπέβαλες τὸ παιδίον; μὴ γὰρ ἀπώλεσας τὸν υἱόν; μᾶλλον ἐκτήσω, καὶ ἀσφαλέστερον ἔσχες. ∆ιὰ τοῦτο οὐκέτι ἐνταῦθα μόνον καλεῖ πατὴρ, ἀλλὰ καὶ ἐν οὐρανῷ. Μὴ θρήνει ἐπὶ νεκρῷ. Κοινὴ γὰρ ἡ ὁδὸς, καὶ ὁ φθάσας, μακάριος.
ΤΙΤΛ. Ηʹ. -Περὶ θανάτου, καὶ φόβου ἐξ αὐτοῦ γενομένου.
«Ἐγένετο λιμὸς ἐπὶ τῆς γῆς, καὶ κατέβη Ἄβραμ εἰς Αἴγυπτον παροικῆσαι. Καὶ εἶπεν τῇ γυναικὶ αὐτοῦ· Γινώσκω ἐγὼ ὅτι γυνὴ εὐπρόσωπος εἶ ἔσται οὖν ὡς ἂν ἴδωσί σε οἱ Αἰγύπτιοι, ἐροῦσιν ὅτι Γυνὴ αὐτοῦ αὕτη, καὶ ἀποκτενοῦσί με, σὲ δὲ περιποιήσονται. Εἰπὲ δὲ, ὅτι Ἀδελφὴ αὐτοῦ εἰμι, ὅπως ἂν εὖ μοι γέ 96.45 νηται διὰ σὲ, καὶ ζήσεται ἡ ψυχή μου ἕνεκεν σου. Ἐγένετο δὲ ἡνίκα εἰσῆλθεν Ἄβραμ εἰς Αἴγυπτον, ἰδόντες οἱ Αἰγύπτιοι τὴν γυναῖκα ὅτι καλὴ ἦν σφόδρα, ἐπῄνεσαν αὐτὴν πρὸς Φαραώ. Καὶ τῷ Ἄβραμ εὖ ἐχρήσαντο δι' αὐτήν. Καὶ ἤτασεν ὁ Θεὸς τὸν Φαραὼ ἐτασμοῖς μεγάλοις καὶ πονηροῖς, καὶ τὸν οἶκον αὐτοῦ περὶ Σάρας τῆς γυναικὸς Ἄβραμ. Καὶ καλέσας δὲ Φαραὼ τὸν Ἄβραμ, εἶπεν αὐτῷ· Τί τοῦτο ἐποίησάς μοι, καὶ οὐκ ἀπήγγειλάς μοι ὅτι γυνή σού ἐστιν; καὶ ἔλαβον αὐτὴν ἐμαυτῷ εἰς γυναῖκα· καὶ ἰδοὺ ἡ γυνή σου, καὶ λαβὼν ἀπότρεχε.» «Παρῴκησεν Ἀβραὰμ ἐν Γεράροις. Εἶπεν δὲ Ἀβραὰμ περὶ τῆς γυναικὸς αὐτοῦ, ὅτι Ἀδελφή μού ἐστιν. Ἐφοβήθη γὰρ εἰπεῖν, ὅτι Γυνή μού ἐστιν, μήποτε κτείνωσιν αὐτὸν οἱ ἄνδρες τῆς πόλεως. Εἶπεν Ἀβιμέλεχ τῷ Ἀβραάμ· Τί ἐποίησάς μοι τοῦτο; εἶπεν δὲ Ἀβραάμ· Εἶπα· Ἄρα οὐκ ἔστι θεοσέβεια ἐν τῷ τόπῳ τούτῳ, καὶ ἀποκτενοῦσί με δι' αὐτήν.» Ὁμοίως Ἰσαὰκ παρῴκησεν ἐν Γεράροις, καὶ εἶπε τῇ Ῥεβέκκᾳ ὁμοίως. «Ἐφοβήθη ∆αβὶδ ἀπὸ προσώπου Ἀγχοὺς βασιλέως Γὲθ, καὶ ἠλλοίωσεν τὸ πρόσωπον αὐτοῦ· καὶ παρεφέρετο, καὶ ἔπιπτε, καὶ τὰ σίελα αὐτοῦ