183
εἰς εὐχὴν σχηματίζει, ὡς ὑπὸ τῶν εὐσεβῶν τῶν ἐσομένων τηνικαῦτα προσφερομένην, οὐδέπω μὲν νενικηκότων, ἔτι δὲ περικλυζομένων ταῖς συμφο ραῖς. "Ὁ Θεὸς, ἤλθοσαν ἔθνη εἰς τὴν κληρονομίαν σου, ἐμίαναν τὸν ναὸν τὸν ἅγιόν σου." Σοφῶς ἡ τοῦ Πνεύματος χάρις τοὺς ταῖς χαλεπαῖς ἐκείναις προσπαλαίοντας συμφοραῖς ἐδίδαξεν ἄρξασθαι τῆς ἱκετείας. Οὐ γὰρ τὰ οἰκεῖα πρότερον διηγήσαντο πάθη· ἀλλὰ τὴν κατὰ τοῦ θείου νεὼ τολμηθεῖσαν ἀσέβειαν, ὡς τοῦ νεὼ μηδὲν εἰς τὸν θεῖον πλημμε λήσαντος νόμον. Ἔθνη, φησὶ, δυσσεβείᾳ καὶ παρα νομίᾳ συζῶντα τῆς σῆς κληρονομίας ἐκράτησαν. Ἐπιβῆναι γὰρ τῶν ἀδύτων τοῦ σοῦ νεὼ κατετόλμη σαν. Οὐ βωμοῖς δὲ μόνον, καὶ θυσίαις δαιμόνων, τὰ σὰ κατεμίαναν ἅγια. βʹ. "Ἔθεντο Ἱερουσαλὴμ εἰς ὀπωροφυλάκιον." Ἄρδην γὰρ πᾶσαν τὴν πόλιν πορθήσαντες, οὐδὲν σκηνῆς διαφέρειν εἰς ὀπωροφυλάκιον γενομέ νης, τὴν πολυθρύλλητον ἐπέφηναν Ἱερουσαλήμ. 80.1505 "Ἔθεντο τὰ θνησιμαῖα τῶν δούλων σου βρώματα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, τὰς σάρκας τῶν ὁσίων σου τοῖς θηρίοις τῆς γῆς." Τοσαύτῃ θηριωδία καὶ μανίᾳ κατὰ τῶν σῶν θεραπόντων ἐχρήσαντο, ὡς τοῖς θηρίοις καὶ τοῖς τῶν πετεινῶν σαρκοβόροις τὰ τούτων σώματα προθεῖναι θοίνην. γʹ. "Ἐξέχεαν τὸ αἷμα αὐτῶν ὡσεὶ ὕδωρ κύκλῳ Ἱερουσαλὴμ, καὶ οὐκ ἦν ὁ θάπτων." Μιαιφόνον δὲ κεκτημένοι τὴν γνώμην, ἀναιροῦσι μὲν τοὺς εὐσεβείᾳ συζῶντας· αἱμάτων δὲ ὀχετοὺς κατὰ τῆς γῆς παρασκευάζουσι φέρεσθαι, τάφου δὲ ἀξιοῦ σθαι τοὺς σφαττομένους οὐ συγχωροῦσιν. δʹ. "Ἐγενήθημεν ὄνειδος τοῖς γείτοσιν ἡμῶν, μυκτηρισμὸς καὶ χλευασμὸς τοῖς κύκλῳ ἡμῶν." Ταῦτα ἡμᾶς ἐπονειδίστους τοῖς ὁμόροις εἰργάσαντο· διὰ ταῦτα ἐπίχαρτοι τοῖς πλησιοχώροις γεγόναμεν. Γείτονας δὲ καλεῖ τοὺς Ἀλλοφύλους, τοὺς Ἰδουμαίους, τοὺς Ἀμμανίτας, τοὺς Μωαβίτας, καὶ τὰ ἄλλα ἔθνη τὰ ὅμορα, ἅπερ αὐτοῖς ἀντίπαλα καὶ πολέμια ἦν ἀεί. εʹ. "Ἕως πότε, Κύριε, ὀργισθήσῃ εἰς τέλος· ἐκκαυθήσεται ὡς πῦρ ὁ ζῆλός σου;" Νομοθετῶν ὁ Θεὸς αὐτῷ μόνῳ λατρεύειν προσέταξε, καὶ ἕτερον μηδένα καλούμενον προσκυνῆσαι Θεὸν, "Ὅτι ἐγὼ, φησὶ, Κύριος ὁ Θεός σου, Θεὸς ζηλωτὴς, πῦρ κατ αναλίσκον." [Ἀλλ' ὡς πολλάκις ἡμῖν εἴρηται, μηδεὶς ἀκούων ἕνα Θεὸν μοναρχίαν ὑπολάβοι· τὴν γὰρ ἀπερινόητον καὶ ἀεὶ οὖσαν οὐσίαν τὴν ἐν Πα τρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι προσκυνουμένην, Θεὸν ὀνομάζει· ὅτι δὲ νομοθετεῖ ὁ Θεὸς Λόγος, ὅς ἐστιν Ἰησοῦς Χριστὸς ὁ Σωτὴρ ἡμῶν, οὐκ ἂν ἀμφι βάλοι ἕκαστος τῶν φιλομαθεστέρων.] Τοῦτο καὶ ἐνταῦθα ὁ προφητικὸς ἀνέμνησε λόγος· "Ἐκκαυθή σεται ὡς πῦρ ὁ ζῆλός σου." Μὴ ἐπιπλεῖστον ∆έ σποτα, φησὶν, ὀργισθῇς, μηδὲ πυρὸς δίκην διὰ τὰς ἡμετέρας πλημμελείας τὸν καθ' ἡμῶν ζῆλον ἐξάψῃς. ʹ. "Ἔκχεον τὴν ὀργήν σου ἐπὶ τὰ ἔθνη, τὰ μὴ γινώσκοντά σε, καὶ ἐπὶ βασιλείας, αἳ τὸ ὄνομά σου οὐκ ἐπεκαλέσαντο." Ἐπειδὴ δίκας ἁμαρτημά των τοὺς ἀνθρώπους εἰσπράττῃ, κατ' ἐκείνων ἱκε τεύω σε τὴν ὀργὴν μεταθεῖναι, οἳ παντάπασι τὸ σὸν μαθεῖν οὐκ ἐθέλουσιν ὄνομα, ἀλλὰ τῇ ἀκροτάτῃ δυσ σεβείᾳ δουλεύουσιν. ζʹ. "Ὅτι κατέφαγον τὸν Ἰακὼβ, καὶ τὸν τόπον αὐτοῦ ἠρήμωσαν." Σαφὲς δὲ καὶ τοῦτο τῆς ἐκείνων παρανομίας τεκμήριον· οὐδὲν γὰρ παρ' ἡμῶν κακὸν ὑπομείναντες, ἡμᾶς μὲν σφαγαῖς κατανάλωσαν, τὴν δὲ χώραν ἐδῄωσαν, καὶ τὰς πόλεις ἐπόρθησαν. Τὸν δὲ τόπον αὐτοῦ, Ἀκύλας μὲν, ὡραῖον αὐτοῦ, Σύμμαχος δὲ καλλονὴν αὐτοῦ, ὁ δὲ Θεοδοτίων, εὐ πρέπειαν αὐτοῦ ἡρμήνευσαν· δι' ὧν μᾶλλον ὁ θεῖος 80.1508 οἶκος δεδήλωται. Καλῶς δὲ τὸν λαὸν Ἰακὼβ προσ ηγόρευσε, τῇ τοῦ προπάτορος μνήμῃ τὸν Θεὸν εἰς ἔλεον διεγείρων. ηʹ. "Μὴ μνησθῇς ἡμῶν ἀνομιῶν ἀρχαίων." Εὐσε βεῖς ἦσαν οἱ ταύτην προσφέροντες τὴν εὐχὴν, καὶ πολὺν ὑπὲρ εὐσεβείας ἀναδεξάμενοι ζῆλον. Ἀοίδι μος γὰρ ἡ τῶν Μακκαβαίων ἀρετή. Εἰκότως τοίνυν ἀντιβολοῦσι, μὴ τῶν προτέρων ἁμαρτημάτων εὐθύ νας τὸν λαὸν εἰσπραχθῆναι. Ἀλλὰ τοῦτο μὲν τεθεί κασιν, οὐ μὴν καὶ τὸ δεύτερον προστεθείκασιν, ὥστε τὸν Θεὸν τὴν παροῦσαν αὐτῶν εὐσέβειαν κατ ιδεῖν. Τοῦτο γὰρ μάλιστα τὴν πολλὴν αὐτῶν δείκνυ σιν ἀρετήν· τὸ τῶν μὲν προτέρων