183
συντάττεσθαι ὡς ἔσχατον πάντων μέλος ἐν τῷ πληρώματι τῆς ἁγίας ὑμῶν ἐκκλησίας. 278 {1Εἰς τὴν λαύραν τοῦ Ἁγίου Χαρίτωνοσ}1 Τῷ θεοτιμήτῳ, ἠγαπημένῳ καὶ πνευματικῷ μου πατρί, κυρίῳ καθηγεμόνι τῆς μεγίστης λαύρας τοῦ παμμάκαρος ἁγίου πατρὸς ἡμῶν Χαρίτωνος, καὶ τοῖς ὑπ' αὐτῇ ὁσίοις μου πατράσι Θεόδωρος ἐλάχιστος πρεσβύτερος καὶ ἡγούμενος τῶν Στουδίου. Ἐπειδὴ παρ' ἐλπίδα ἡ ἐπίτευξις τῶν γραμμάτων, θαυμαστικῶς βοήσομαι· "4πόθεν μοι τοῦτο, ἵνα ἀξιωθῶ ὁ εὐτελὴς ἐπιστεῖλαι ὑμῖν, τοῖς ἁγίοις μου πατράσιν;"5 ἰδοὺ γὰρ ὡς κατείληφεν ἡμᾶς διὰ τὰς ἁμαρτίας ἡμῶν ὁ χαλεπώτατος διωγμὸς οὗτος, οὗ ἡ ἀκοὴ πάντως μέχρι καὶ ὑμῶν ἔφθασεν. ἐσκόπουν καὶ ἀνηρεύνων ὁ ταπεινός, πῶς καὶ δι' οὗτινος προσώπου δυνηθείην ἀποδύρασθαι καὶ πρὸς ὑμᾶς τοὺς ἁγίους τὰ συμβάντα ἡμῖν δεινά, οὐκ ἄλλου τινὸς ἕνεκεν ἢ τοῦ εἰς συμπάθειαν ἐκκαλέσασθαι ὑμῶν τὰς ἁγίας ψυχὰς ἀντιλαβέσθαι ἡμῶν διὰ τῶν προσευχῶν, συμπάσχειν δῆλον ὅτι εἰδότων κατὰ τὴν ἀποστολικὴν διδασκαλίαν, εἴπερ ἐσμὲν οἱ πάντες σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους. καὶ ὡς ἤδη ταῦτα ἐνενόουν, ἐπέστη ἀθρόως καὶ ὁ γραμματηφόρος, ἐκ τῶν αὐτόθι ἥκων, καὶ οὗτος υἱὸς ἐμὸς ἐν πνεύματι καὶ λίαν πιστότατος. πῶς οὖν οὐκ ἔμελλον ὁ ἁμαρτωλὸς ἐκπλαγῆναι ἐπὶ τῷ ἑρμαίῳ, πῶς δὲ οὐκ ἀνθομολογήσασθαι Κυρίῳ τῷ θεῷ μου τὰ εἰκότα; Ἀλλὰ πρὶν ἐξειπεῖν τὰ ὀδυνηρά, τὸν πρὸς ὑμᾶς μου πόθον ἀφοσιώσομαι ὁ ταπεινός. χαίρετε, ὦ μακαριώτατοι πατέρες, οἱ τῆς ἁγίας γῆς οἰκήτορες, τὸ χρυσοῦν γένος, οἱ τὴν πίστιν δοκιμώτατοι καὶ τῶν παθῶν πανδαμάτορες· χαίρετε, ἡ περιβόητος ὁμήγυρις Χριστοῦ, οἱ ἐργάται τῶν ἐντολῶν Κυρίου καὶ τῆς ἐν παραδείσῳ διαίτης τὴν θεοειδῆ ζωὴν μιμούμενοι· χαίρετε, ἡ τοῦ θεοῦ πόλις ἐκλεκτή, εἴπερ ἐν μέσῳ ὑμῶν Κύριος, διὰ τῆς τῶν ἀγαθῶν ἔργων ἀναλήψεως θεραπευόμενος. ἐβουλόμην ὄψει ὑπολαβεῖν τὴν θείαν ὑμῶν περιοχὴν καὶ προσάψασθαι τῶν ἱερῶν ὑμῶν ἰχνῶν, ἰδεῖν τὸ ἅγιον τέμενος, προσκυνῆσαι τὸ θεῖον ἔδαφος, ἕκαστα κατασκοπῆσαι, ποῦ ὁ ἅγιος τοῦ θεοῦ, ὁ φερωνύμως χαρίτων πεπληρωμένος, ἐνήθλησε μαρτυρικῶς τε ὁμοῦ καὶ ἀσκητικῶς, πῇ δὲ τὸ ἱερὸν αὐτοῦ σῶμα τεταμίευται, ὁ ὄντως θησαυρὸς τῶν ἀρετῶν, ὁ τῆς ἐρήμου πολίτης καὶ τῆς οἰκουμένης λαμπτήρ, οὗ τὸ ἔντιμον σπέρμα οὐκ ἐκλέλοιπεν οὐδὲ ἐκλείψειεν ἕως συντελείας τοῦ αἰῶνος. εἴθε εἶδον ταῦτα καὶ περιεπτυξάμην τὸν χοῦν ὡς ἔμψυχον· ὤφελον ἀπήχθην καὶ ἐν ταῖς λοιπαῖς θήκαις τῶν ὁσίων, ἀπ' αὐτῆς μόνης ὄψεως ἁγιαζόμενος. Ἀλλ' ἐπεὶ ταῦτα ἐξ ὀλίγου μοι ὕμνηται, φέρε διηγήσωμαι καὶ τὰ ὀδύνης ἔμπλεα. ἀνέστη βασιλεὺς ἕτερος, φησί που τὸ ἱερὸν γράμμα, ὃς οὐκ ᾔδει τὸν Ἰωσήφ. τοιοῦτος δὴ οὖν ὁ ἡμέτερος Φαραώ, ὦ ἁγιώτατοι, οὐ τὸν Ἰωσὴφ ἀγνοῶν, ἀλλὰ τὸν ἀγοράσαντα αὐτὸν δεσπότην ἀρνούμενος· δῆλον γὰρ ὡς ὁ ἀθετῶν αὐτοῦ τὴν εἰκόνα αὐτὸν ἀθετεῖ, οὕτω καὶ τὴν Θεοτόκον καὶ πάντα ἅγιον ἠθέτησεν. οὐ γὰρ ἔφερεν, φύσις ὢν ἀρνητική, μὴ οὐχὶ τῇ κεφαλῇ συμπεριελεῖν καὶ τὰ μέλη πάντα, ἵνα μόνη ἡ αὐτοῦ εἰκὼν ἐμφανίζηται Ναβουχοδονοσορικῷ δόγματι. ἐντεῦθεν ἐρήμωσις πασῶν τῶν ἐκκλησιῶν τοῦ θεοῦ, ἀφανιζομένης πανταχοῦ πάσης σεπτῆς εἰκόνος· ἐντεῦθεν ἔμπρησις ἱερῶν ἀναθημάτων, ἐν οἷς εἰκών, καὶ βίβλων, ἐν αἷς περὶ αὐτῆς τι λεκτόν· ἐντεῦθεν τὰ τῆς ἀσεβείας χειρόγραφα ἀπαιτούμενα καὶ ἡ μέθεξις τῆς ἀθέου κοινωνίας διὰ πολλῆς ἐκζητήσεως καὶ ἐρεύνης, ὡς μὴ ὑπολειφθῆναι ἀνάλωτον πάντα ἄνθρωπον· δυοῖν γὰρ θάτερον ἀνάγκη, ἢ προσκυνῆσαι τῇ εἰκόνι τῇ χρυσῇ ἢ τῇ πονηρᾷ φλογὶ τῶν βασάνων ὑποβληθῆναι. καὶ ὅμως εὐαρίθμητοι οἱ ἀκαμπεῖς. τίνες οὗτοι; ὁ ἱερὸς ἡμῶν πατριάρχης, ἱεράρχαι τε καὶ ἱερεῖς, μονασταὶ καὶ μονάζουσαι· οὐδὲ γὰρ ἡ πόρνη ὄψις ᾐδέσθη καὶ μέχρι τούτων τὰς μάστιγας ἐπαφεῖναι. πῶς ἂν ἐναργῶς παραστήσαιμι τὰ θλίψεις, τὰς φυλακάς, τοὺς δεσμούς, τὰς λιμοκτονήσεις, τὰς ἐξορίας, τὰς ἐπαγωγάς, τοὺς θανάτους (ἐπεὶ καὶ μέχρι τοῦδε ἡ πεῖρα), τὰς ἐν ὄρεσι φυγαδείας, τὰς ἐν σπηλαίοις καὶ ὀπαῖς τῆς γῆς κατακρύψεις; Ἀβδιοὺ ὁ