1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

183

Γεώργιος ὁ Βούραφος, καὶ ἐξωρίσθησαν ἐν Θεσσαλονίκῃ. Κόσμου ἔτη σʹ. Τῆς θείας σαρκώσεως ἔτη ψʹ. Ῥωμαίων βασιλεὺς Ἀρτέμιος ἔτη βʹ. αʹ. Ἀράβων ἀρχηγὸς Οὐαλὶδ ἔτη θʹ. θʹ. Κωνσταντ. ἐπίσκοπος Ἰωάννης ἔτη γʹ. γʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰωάννης ἔτη λʹ. θʹ. Τούτῳ τῷ ἔτει ἐκούρσευσε Μασαλμᾶς τὴν Ῥωμανίαν, καὶ σκυλεύσας τὴν Γαλατίαν ὑπέστρεψε μετ' αἰχμαλωσίας καὶ σκύλων πολλῶν. ὁ δὲ Ἀρτέμιος στρατηγοὺς ἱκανωτάτους προβαλλόμενος εἰς τὰ καβαλλαρικὰ θέματα, καὶ λογιωτάτους εἰς τὰ πολιτικά, ἐν ἀδείᾳ διετέλει. τῶν δὲ Ἀράβων ὁπλιζομένων κατὰ Ῥωμανίας διά τε γῆς 384 καὶ θαλάσσης, ἀπέστειλεν ὁ βασιλεὺς ἄρχοντας ἐν Συρίᾳ πρὸς Οὐαλίδ, ὡς δῆθεν τὰ τῆς εἰρήνης προσλαλῆσαι, ∆ανιὴλ τὸν Σινωπίτην, πατρίκιον καὶ ἔπαρχον τῆς πόλεως, ἐντειλάμενος αὐτῷ ἐν ἀκριβείᾳ διερευνῆσαι περὶ τῆς κατὰ Ῥωμανίας κινήσεως καὶ δυνάμεως αὐτῶν. τοῦ δὲ ἀπελθόντος καὶ ὑποστρέψαντος, ἀπήγγειλε τῷ βασιλεῖ τὴν μεγάλην κατὰ τῆς βασιλίδος πόλεως διά τε γῆς καὶ θαλάσσης ἐξόπλισιν αὐτῶν ..... ὅτι ἕκαστος φροντιζέτω τὰς ἑαυτοῦ δαπάνας ἕως τοῦ τριετοῦς χρόνου, ὁ δὲ τοῦτο ἀπορῶν ἀποτρεχέτω τῆς πόλεως. ἔστησε δὲ ἐπείκτας καὶ ἤρξατο κτίζειν δρόμωνάς τε καὶ διήρεις πυρσοφόρους καὶ μεγίστας τριήρεις· καὶ τὰ παράλια δὲ ἀνεκαίνισε τείχη, ὡσαύτως δὲ καὶ τὰ χερσαῖα, στήσας τοξοβολίστρας καὶ τετραρέας εἰς τοὺς πύργους καὶ μαγγανικά· καὶ κατὰ τὸ δυνατὸν αὐτῷ τὴν πόλιν ὀχυρώσας γεννήματά τε πλεῖστα εἰς τὰ βασιλικὰ ὄρια ἀπέθετο καὶ καθ' ἑαυτὸν ἠσφαλίσατο. Ἀράβων ἀρχηγὸς Σουλεϊμὰν ἔτη γʹ. Κωνσταντινουπόλεως ἐπίσκοπος Γερμανὸς ἔτη ιεʹ. βʹ. αʹ. αʹ. ιʹ. Τούτῳ τῷ ἔτει ἀπεβίω Οὐαλίδ, καὶ Σουλεϊμὰν διαδέχεται τὴν ἀρχήν. τῷ δ' αὐτῷ δευτέρῳ ἔτει τῆς βασιλείας Ἀρτεμίου, τοῦ καὶ Ἀναστασίου, τῆς ιγʹ ἰνδικτιῶνος μηνὶ Αὐγούστῳ ιαʹ, μετετέθη Γερμανὸς ἀπὸ τῆς μητροπόλεως Κυζίκου εἰς Κωνσταντινούπολιν· ἐφ' ᾗ καὶ κιτατόριν μεταθεσίμου τὸ ὑποτεταγμένον ἐκπεφώνηται· ψήφῳ καὶ δοκιμασίᾳ τῶν θεοσεβεστάτων πρεσβυτέρων καὶ διακόνων, καὶ παντὸς τοῦ εὐαγοῦς κλήρου, καὶ τῆς ἱερᾶς συγκλήτου, καὶ τοῦ φιλοχρίστου λαοῦ τῆς θεοφυλάκτου ταύτης καὶ βασιλίδος πόλεως, ἡ θεία χάρις, ἡ πάντοτε τὰ ἀσθενῆ θεραπεύουσα καὶ τὰ λείποντα ἀναπληροῦσα, μετατίθησι Γερμανόν, τὸν ὁσιώτατον πρόεδρον τῆς Κυζικηνῶν 385 μητροπόλεως, εἰς ἐπίσκοπον ταύτης τῆς θεοφυλάκτου καὶ βασιλίδος πόλεως. ἐγένετο δὲ ἡ παροῦσα μετάθεσις κατὰ παρουσίαν Μιχαήλ, τοῦ ὁσιωτάτου πρεσβυτέρου καὶ ἀποκρισιαρίου τοῦ ἀποστολικοῦ θρόνου, καὶ λοιπῶν ἱερέων καὶ ἐπισκόπων, ἐπὶ Ἀρτεμίου βασιλέως. μαθὼν δὲ Ἀρτέμιος, ὅτι στόλος τῶν Σαρακηνῶν ἀπὸ Ἀλεξανδρείας ἐπὶ τὸν Φοίνικα ἀνέδραμε πρὸς τὸ κόψαι ξυλὴν κυπαρισσίνην, ἐπιλεξάμενος ἐκ τοῦ οἰκείου στόλου τὰ εὔδρομα σκάφη ἔβαλε ταξάτους ἐκ τοῦ Ὀψικίου θέματος, καὶ εἰς τὴν Ῥόδον ἀθροισθῆναι ἐκέλευσε πάντας καὶ προεβάλετο στρατηγὸν καὶ κεφαλὴν αὐτῶν τὸν διάκονον Ἰωάννην τῆς μεγάλης ἐκκλησίας, τὸν ἐπιλεγόμενον παπᾶν Ἰωαννάκιν τὸ τηνικαῦτα λογοθέτην γενικὸν ὑπάρχοντα. αὐτοῦ δὲ ἐν τῇ Ῥόδῳ καταλαβόντος, καὶ τῶν πλωΐμων συναθροισθέντων, διελάλει τοῖς ἄρχουσι περὶ τοῦ ἀποκινῆσαι αὐτούς, καὶ ἀπελθεῖν εἰς τὸν Φοίνικα, πρὸς τὸ καῦσαι τὴν ξυλὴν καὶ τὴν εὑρισκομένην ἐξάρτυσιν τῶν Ἀγαρηνῶν. πάντων δὲ προθύμως ὑπακουσάντων, οἱ τοῦ Ὀψικίου οὐ κατεδέξαντο· καὶ τὸν μὲν βασιλέα ἀνέσκαψαν, τὸν δὲ διάκονον Ἰωάννην ῥομφαίαις ἀνεῖλον. ἐντεῦθεν λοιπὸν οἱ στόλοι διαιρεθέντες εἰς τοὺς ἰδίους ἀπέπλευσαν τόπους, οἱ δὲ κακοῦργοι κατὰ τῆς βασιλίδος ἀνέβαλον πόλεως. ἐλθόντων δὲ αὐτῶν ἐν τῷ Ἀδραμυτίῳ, ἀκεφάλων ὄντων, εὗρον ἐκεῖ ἄνδρα ἐντόπιον Θεοδόσιον ὀνόματι, ἐκλήπτορα τῶν δημοσίων φόρων ὑπάρχοντα, ἀπράγμονά τε καὶ ἰδιώτην, καὶ προετρέψαντο αὐτὸν τοῦ βασιλεύειν. ὁ δὲ φυγῇ χρησάμενος εἰς τὸ ὄρος ἐκρύβη. εὑρόντες δὲ αὐτὸν εὐφήμησαν αὐτὸν βιασάμενοι ὡς βασιλέα. ὁ δὲ Ἀρτέμιος ταῦτα μαθὼν ἐπέστησε τῇ πόλει οἰκειακοὺς