184
Eὐχὰς ἐπιτελεῖτε ὄρθρου καὶ τρίτῃ ὥρᾳ καὶ ἕκτῃ καὶ ἐνάτῃ καὶ ἑσπέρας καὶ ἀλεκτοροφωνίας. "Oρθρου μὲν εὐχαριστοῦντες, ὅτι ἐφώτισεν ὑμῖν ὁ Κύριος, παραγαγὼν τὴν νύκτα καὶ ἐπαγαγὼν τὴν ἡμέραν. Τρίτῃ δέ, ὅτι ἐν αὐτῇ ἀπόφασιν ἀπὸ Πιλάτου ἔλαβεν ὁ Κύριος. Ἕκτῃ δέ, ὅτι ἐν αὐτῇ ἐσταυρώθη. Ἐνάτῃ δέ, ὅτι πάντα κεκίνητο τοῦ δεσπότου σταυρουμένου, φρίττοντα τὴν τόλμαν τῶν δυσσεβῶν Ἰουδαίων, μὴ φέροντα τοῦ Κυρίου τὴν ὕβριν. Ἐφ' ἑσπέραν δὲ εὐχαριστοῦντες, ὅτι ὑμῖν ἀνάπαυσιν ἔδωκεν τῶν καθημερινῶν κόπων τὴν νύκτα. Ἀλεκτρυόνων δὲ κραυγῇ διὰ τὸ τὴν ὥραν εὐαγγελίζεσθαι τὴν παρουσίαν τῆς ἡμέρας εἰς ἐργασίαν τῶν τοῦ φωτὸς ἔργων. Eἰ μὴ δυνατὸν ἐν ἐκκλησίᾳ προϊέναι διὰ τοὺς ἀπίστους, κατ' οἶκον συνάξεις, ὦ ἐπίσκοπε, ἵνα μὴ εἰσέρχηται εὐσεβὴς εἰς ἐκκλη σίαν ἀσεβῶν· οὐχ ὁ τόπος γὰρ τὸν ἄνθρωπον ἁγιάζει, ἀλλ' ὁ ἄνθρωπος τὸν τόπον. Ἐὰν δὲ ἀσεβεῖς κατέχωσιν τὸν τόπον, φευκτέος ἔστω σοι διὰ τὸ βεβηλῶσθαι ὑπ' αὐτῶν· ὡς γὰρ οἱ ὅσιοι ἱερεῖς ἁγιάζουσιν, οὕτως οἱ ἐναγεῖς μιαίνου σιν. Eἰ δὲ μήτε ἐν οἴκῳ ἅμα μήτε ἐν ἐκκλησίᾳ συναθροι σθῆναι δυνατόν, ἕκαστος παρ' ἑαυτῷ ψαλλέτω, ἀναγινωσκέτω, προσευχέσθω, ἢ καὶ ἅμα δύο ἢ τρεῖς· «Ὅπου γὰρ ἂν ὦσι, φησὶν ὁ Κύριος, δύο ἢ τρεῖς συνηγμένοι ἐν τῷ ὀνόματί μου, ἐκεῖ εἰμὶ ἐν μέσῳ αὐτῶν.» Πιστὸς μετὰ κατηχουμένου μήτε κατ' οἶκον προσευχέσθω· οὐ γὰρ δίκαιον τὸν μεμυημέ νον μετὰ τοῦ ἀμυήτου συμμολύνεσθαι. Eὐσεβὴς μετὰ αἱρετικοῦ μήτε κατ' οἶκον συμπροσευχέσθω· «Τίς γὰρ κοι νωνία φωτὶ πρὸς σκότος;» Πιστὸς ἢ πιστὴ δούλοις συναφθέντες ἢ ἀφιστάσθωσαν ἢ ἀποβαλλέσθωσαν. Κἀγὼ Ἰάκωβος, ἀδελφὸς μὲν κατὰ σάρκα τοῦ Χριστοῦ, δοῦλος δὲ ὡς Θεοῦ μονογενοῦς Υἱοῦ, ἐπίσκοπος δὲ ὑπ' αὐτοῦ τοῦ Χριστοῦ καὶ τῶν ἀποστόλων Ἱεροσολύμων χειροτονηθείς, τάδε φημί. Ἑσπέρας γενομένης συναθροί σεις τὴν Ἐκκλησίαν, ὦ ἐπίσκοπε· καὶ μετὰ τὸ ·ηθῆναι τὸν ἐπιλύχνιον ψαλμὸν προσφωνήσει ὁ διάκονος ὑπὲρ τῶν κατηχουμένων καὶ χειμαζομένων καὶ τῶν φωτιζομένων καὶ τῶν ἐν μετανοίᾳ, ὡς προείπομεν. Μετὰ δὲ τὸ ἀπολυθῆναι αὐτοὺς ὁ διάκονος ἐρεῖ· Ὅσοι πιστοί, δεηθῶμεν τοῦ Κυρίου. Καὶ μετὰ τὸ προσφωνῆσαι αὐτὸν τὰ τῆς πρώτης εὐχῆς ἐρεῖ· Σῶσον καὶ ἀνάστησον ἡμᾶς, ὁ Θεός, διὰ τοῦ Χριστοῦ σου. Ἀναστάντες αἰτησώμεθα τὰ ἐλέη τοῦ Κυρίου καὶ τοὺς οἰκτιρμοὺς αὐτοῦ, τὸν ἄγγελον τὸν ἐπὶ