Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
κατειλημμένους ἀπολέ σθαι καὶ ἀφανισθῆναι βούλεται; Καί τοι μᾶλλον ἐχρῆν 69.1268 ἅγιόν τε καὶ πνευματοφόρον ὑπερεύχεσθαι μᾶλλον τῶν ἠσθενηκότων. Καὶ μετ' ὀλίγα· Ἄκουε λοιπόν· ἐρῶ γὰρ διὰ βραχέων. Πρὸ μὲν γὰρ τῆς τοῦ Σωτῆρος ἐπιδημίας, ἅπαντες ἧμεν ἐν ἁμαρτίαις, κατεκράτει τῆς ὑπ' οὐρανὸν ὁ Σατανᾶς, οὐκ ἦν ὁ ποιῶν χρηστό τητα, οὐκ ἦν ἕως ἑνὸς, πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν. Ἕλληνες μὲν γὰρ οἱ τῶν εἰδώλων προσ κυνηταὶ, τοὺς τῆς ἐπιεικείας οὐκ ᾔδεισαν τρόπους, τῆς εὐζωΐας τὴν ὁδὸν οὐκ ἠπίσταντο, μᾶλλον δὲ οὐδὲ αὐτὸν ἐγίνωσκον ὅλως τὸν τῶν ὅλων Γενεσιουρ γὸν καὶ Σωτῆρα Χριστόν. Ἰουδαῖοι δὲ πάλιν εἶχον νόμον τὸν παιδαγωγὸν, ἀλλ' οὐκ ἦν ἐν νόμῳ δικαιω θῆναι τὸν ἄνθρωπον. Καὶ μετ' ὀλίγα· Οὐκοῦν ἅπαντες ἦμεν ἐν ἁμαρτίαις, ἀνομίας ἦν πλήρης ἡ γῆ. Ἐπειδὴ δὲ ἐπέφανεν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, καὶ γέγο νεν ἄνθρωπος, ἐξέλειψαν οἱ ἁμαρτωλοὶ, ἐκλελοίπασιν οἱ ὄντες ἐν ἀνομίαις. Πῶς ἢ τίνα τρόπον; ∆εδικαίωκε γὰρ ἅπαντας, ἀπήλλαξε τῶν πεπλημμελημένων, ἐλευθέρους ἀπέφηνε καὶ διεσμηγμένους. Οὐκοῦν ὀλίγοι γεγόνασιν οἱ ἐν ἁμαρτίαις, πολλοὶ δὲ λίαν οἱ δεδικαιωμένοι.
ΨΑΛΜΟΣ Ρ∆ʹ.
[Μὴ ἅψησθε τῶν χριστῶν μου. Καὶ γάρ ἐστι τῶν ἀτόπων ἐννοεῖν τοὺς μὲν
λαμπρο τέρους κατὰ τόνδε τὸν βίον πᾶσαν ἀπονέμοντας φρον τίδα τοῖς γνησίοις οἰκέταις, καὶ τῆς καθηκούσης αὐ τοῖς ἐπιμελείας ἀξιοῦν· τὸν δὲ δυνάμεων Κύριον, οὗ πάντα ἐστὶ πρὸς κατόρθωσιν εὐχερῆ, μηδένα ποιεῖ σθαι λόγον τῶν ἀγαπώντων αὐτόν.]
ΨΑΛΜΟΣ ΡΘʹ.
Ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι Κύριος ἐκ Σιών. (B f. 449 b, H. f. 557 b)
Γέγονε γὰρ ἡμῖν ῥάβδος δυνάμεως ὁ Χριστὸς, ὅς ἐστιν ἐκ Σιὼν, τῆς ἄνωθεν δηλονότι. ∆ιὰ τοῦτο καὶ ἐπουράνιος ὀνομάζεται. Οὐ γάρ ἐστι κατὰ τὸν πρῶτον Ἀδὰμ ἐκ γῆς χοϊκὸς, ἀλλ' ἐξ οὐρανοῦ καὶ ἄνωθεν, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν. [Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεως. Ἡμέραν δυνάμεως τοῦ Θεοῦ λέγει καθ' ἢν ὅλην κρινεῖ τὴν οἰκουμένην, καὶ "ἀποδίδωσιν ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ." Ἥξει πάντως καὶ τότε αὐτός τε ὣν ἐν Πατρὶ, καὶ ἔχων ἐν ἑαυτῷ τὸν Πατέρα, τὴν ἄναρχον τῆς οἰκείας φύσεως οἱονεί πως ἀρχὴν, κατὰ μόνον τὸ ἐξ οὗ· διὰ τὸ ὑπάρχειν ἐκ Πατρός.]
ΨΑΛΜΟΣ ΡΙΓʹ.
Ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτά. (C f. 252 b) Εἰ καὶ ποιοῦμεν
ὁμοίωμα ἀνθρώπων θεοσεβῶν, οὐκ ἐπὶ τὸ προσκυνεῖν ὡς θεοῖς, ἀλλ' ἵνα, ὁρῶντες αὐτοὺς, εἰς ζῆλον αὐτῶν ἔλθωμεν· εἰ δὲ ποιοῦμεν ὁμοίωμα τοῦ Χριστοῦ, ἵνα ἡ διάνοια ἡμῶν πρὸς τὸν πόθον αὐτοῦ ἀναπτερωθῇ. Οὐ γὰρ εἰκόνι 69.1269 φθαρτῇ ἢ φθαρτοῦ ἀνθρώπου προσκυνοῦμεν· ἀλλ' ἐπειδὴ ὁ Θεὸς ἠξίωσεν ἀτρέπτως γενέσθαι ἄνθρωπος, ποιοῦμεν αὐτοῦ εἰκόνα ὡς ἀνθρώπου, καίπερ εἰδό τες αὐτὸν φύσει Θεὸν ὄντα. Οὐκ αὐτὸν οὗν Θεὸν τὴν εἰκόνα λέγομεν, ἀλλὰ Θεὸν εἰδότες τὸν ἐν τῇ εἰκόνι γραφέντα, οὗ τὸ ὁμοίωμα ἔχει ἡ εἰκών. Ἕλληνες δὲ πλανώμενοι τὰ ὁμοιώματα θεοὺς δοξάζουσιν.