1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

184

ἡγεμονεύοντος. Λιμοῦ κατὰ τὴν Ἑλλάδα γεγονότος μεγάλου ὁ τοῦ σίτου μόδιος ἓξ δι δράχμων ἐπράθη. Τότε καὶ Ἀθηναίοις ἐπεγράφη βωμὸς ἀγνώστῳ θεῷ. Ἰουστίνου φιλοσόφου καὶ μάρτυρος ἐκ τοῦ αʹ λόγου πρὸς Ἀντώνιον βασιλέα ὑπὲρ Χριστιανῶν Μετὰ τὴν ἀνάληψιν τοῦ κυρίου εἰς οὐρανοὺς προεβάλλοντο οἱ δαίμονες ἀνθρώπους τινὰς λέγοντας ἑαυτοὺς εἶναι θεούς, οἳ οὐ μόνον οὐκ ἐδιώχθη σαν ὑφ' ὑμῶν, ἀλλὰ καὶ τιμῶν ἠξιώθησαν, Σίμωνα μέν τινα Σαμαρέα τὸν ἀπὸ κώμης λεγομένης Γιτθίων, ὃς ἐπὶ Κλαυδίου Καίσαρος διὰ τῆς τῶν 406 ἐνεργούντων δαιμόνων τέχνης δυνάμεις μαγικὰς ποιήσας ἐν τῇ πόλει ὑμῶν, τῇ βασιλίδι πόλει Ῥώμῃ, θεὸς ἐνομίσθη καὶ ἀνδριάντι παρ' ὑμῶν ὡς θεὸς τετίμηται ἐν τῷ Τίβερι ποταμῷ μεταξὺ τῶν δύο γεφυρῶν, ἔχων ἐπιγραφὴν Ῥωμαϊκὴν ταύτην· Σίμωνι δέω σάγκτω, ὅπερ ἐστὶ Σίμωνι θεῷ ἁγίῳ, καὶ σχεδὸν μὲν πάντες Σαμαρεῖς, ὀλίγοι δὲ καὶ ἐν ἄλλοις ἔθνε σιν ὡς τὸν πρῶτον θεὸν ἐκεῖνον ὁμολογοῦντες προσκυνοῦσι καὶ Ἑλένην τινὰ συμπερινοστήσασαν αὐτῷ κατ' ἐκεῖνο τοῦ καιροῦ, πρότερον ἐπὶ τέγους σταθεῖσαν ἐν Τύρῳ τῆς Φοινίκης, τὴν ἀπ' αὐτοῦ πρώτην ἔννοιαν λέγουσι.

ΚΟΣΜΟΥ ΕΤΗ ΕΦΝ Τῆς θείας σαρκώσεως ἔτη νʹ Ἀντιοχείας ἐπίσκοπος

Εὐόδιος ἔτη κθʹ Ἀλεξανδρείας ἐπίσκοπος Μάρκος ὁ εὐαγγελιστὴς ἔτη βʹ Τὰ ὑπόλοιπα Ῥωμαίων Κλαυδίου ἔτη Κλαύδιος Ῥωμαίων ἔτη ιγʹ μετὰ Γάιον ἐβασίλευσε, φονικὸς ἀνήρ, θεῖος τοῦ αὐτοῦ Γαΐου, ὃς Κελτοὺς καὶ Βρεττανοὺς ὅπλοις ἀνδρείως ὑπηγάγετο, ὁμοίως καὶ Θρᾷκας, ἀναιρεθέντος αὐτῶν τοῦ βασιλέως Ῥυμετάλκου ὑπὸ τῆς ἰδίας γαμετῆς. Οὗτος ἐρασθεὶς ἀδελφιδῆς οἰκείας ἐνομοθέτησε πρῶτος, ὥς φασι, θυ γατέρας ἀδελφῶν ἄγεσθαι. Ἐπὶ τούτου πολλοὶ τῶν ἐν παιδεύσει λόγων Ἑλληνικῶν ἤκμαζον, ὧν ἐπισημότερος ἐδόκει ὁ ἐκ Τυάνων τῆς Ἰταλίας Ἀπολλώνιος, Πυθαγορικῆς εἰς ἄκρον ἠσκημένος φιλοσοφίας, ὡς καὶ αὐτοῦ Πυθαγόρου δαιμονιώτε 407 ρον ἅψασθαι, καθὰ Φιλόστρατος καὶ ἄλλοι τῶν ἀκριβούντων ἱστοροῦσι τὰ κατ' αὐτόν. Ἐν τούτοις τοῖς χρόνοις ἐφάνη τὸ ὄρνεον ὁ φοίνιξ, καθὼς ἱστοροῦσιν Αἰγύπτιοι, πρὸ χνʹ δὲ ἐτῶν φανείς, ὡς καὶ ∆έξιππος συμφωνεῖ. Τότε καὶ Λαοδίκεια καὶ Ἱεράπολις τῆς Ἀσίας καὶ ἄλλαι πόλεις, Ἀντιόχειά τε κατεσείσθησαν. Ἐπὶ αὐτοῦ Φίλιξ Ἰουδαίας ἡγεμονεύειν σταλεὶς πολλῶν καὶ ἄλλων Ἰουδαίων ἀπατώντων, ἐν οἷς καὶ ὁ Αἰγύπτιος ψευδοπροφήτης, ἅμα τρισ μυρίοις μείζοσιν ἐπιχειρῶν πράγμασι, τῇ Φίλικος κατελύθη στρατηγίᾳ. συμφωνεῖ Ἰώσηππος ἐν τούτῳ ταῖς πράξεσι τῶν ἀποστόλων, ἔνθα τῷ θείῳ Παύλῳ ὑπὸ τοῦ χιλιάρχου λέλεκται· οὐκ ἄρα σὺ εἶ ὁ Αἰγύπτιος ὁ πρὸ τούτων τῶν ἡμερῶν ἀναστατώσας καὶ ἐξαγαγὼν εἰς τὴν ἔρημον τοὺς τετρακισχιλίους ἄνδρας; ἐπὶ αὐτοῦ Παῦλος ὑπὸ Ἰουδαίων κατηγορηθεὶς τὴν ἀπολογίαν πεποίηται. Ἐπὶ αὐτοῦ Ἰουδαίων στάσις γέγονεν ἐν Καισαρείᾳ Στράτωνος καὶ πολ λοὶ διεφθάρησαν. Ἐπὶ αὐτοῦ ὁ κατὰ Ἄγαβον λιμὸς τῆς οἰκουμένης καὶ ὁ τὴν Ἰουδαίαν ἔπειτα ἰδίως καταλαβών, καθ' ὃν Ἑλένη τοῦ Ἀδιαβηνῶν ἔθνους βασίλισσα σῖτον πολλῶν χρημάτων ἐξ Αἰγύπτου ὠνησαμένη τοῖς ἀποροῦσι διένειμεν· ἧς αἱ στῆλαι διαφανεῖς κατὰ τόπους προαστείους φέρονται, ὡς Ἰώσηππος. Συμφωνοῦσιν αἱ πράξεις τοὺς κατὰ Ἀντιόχειαν ἱστοροῦσαι πιστούς, καθ' ὅ τι ἄν τις εἶχεν, ἀποστεῖλαι τοῖς οἰκοῦσι τὴν Ἰουδαίαν πιστοῖς διὰ χειρὸς Βαρναβᾶ καὶ Σαύλου. Ἐν τοῖς χρόνοις Κλαυδίου φησὶν Εὐσέβιος ἐν δευτέρῳ τῶν ἐκκλησιαστι κῶν ἱστοριῶν, ἐπὶ τοῦ πρώτου Ἀγρίππα τοῦ καὶ Ἡρώδου, καθὼς αἱ πρά 408 ξεις φασίν, ὅτι ἐπέβαλεν Ἡρώδης ὁ βασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς ἐκκλησίας, ἀνεῖλε δὲ τὸν ἀδελφὸν Ἰωάννου μαχαίρᾳ, περὶ οὗ καὶ Κλήμης ἐν ζʹ τῶν Ὑποτυπώσεών φησιν, ὅτι ὁ εἰσαγαγὼν αὐτὸν εἰς τὸ δικαστήριον ἰδὼν αὐτὸν μαρτυρήσαντα συνωμολόγησεν αὐτῷ καὶ αὐτὸς εἶναι Χριστιανός. συναπήχθησαν οὖν ἄμφω, φησί, κατὰ τὴν ὁδὸν καὶ ἠξίωσεν ἀφεθῆναι