184
διατρίβουσα καὶ μάλιστα τοσαύτη τὴν μὲν πολεμίαν κείρει ἀφειδῶς· ἐκ δὲ τῆς συμμαχίδος καὶ οἰκείας τρεφομένη, λιμὸν αὐτῇ αἰφνίδιον ἐ 1.520 πάγει. ἀδικεῖτε δὲ τὰ ἔσχατα, ἀντὶ τῆς Ῥωμαίων βασιλείας, ἣ σχεδὸν αὐτοῖς ἐκ τῶν Καίσαρος χρόνων πάτριός ἐστι, τὴν Ταραντίνων αὐτοῖς ἀνθρώπων βαρβάρων ἐπάγοντες ἀρχήν. Νικηφόρος γὰρ, ὑπὲρ οὗ μάλιστα αὐτοὶ οἴεσθε τὸν πόλεμον αἱρεῖσθαι, οὔθ' ὑμῖν οὔθ' ἑαυτῷ οἷός τέ ἐστιν ἐξαρκεῖν πρὸς τὴν ἐλευθερίαν· ἀλλὰ Ταραντίνοις προσφυγὼν, τῇ ἐκεῖθεν οἴεται δυνάμει Ἀκαρνανίας βασιλέα ἐξελάσειν. τοῦτο δὲ οὔτε δυνήσεσθαι οἴεσθαι αὐτὸν εἰκὸς, οὔτ' εἰ δυνήσεται, ἄνευ πόνων μεγάλων καὶ κινδύνων. τοὺς οὖν πόλεμον τοιοῦτον ὑπὲρ ὑμῶν πρὸς βασιλέα ἀναδεξαμένους, εἰ κρείττους δυνήσονται γενέσθαι, οὐκ οἴεσθε ὑμᾶς τῆς ἀρετῆς ἆθλον καὶ τῶν ἀγώνων σχήσειν τῶν πολλῶν; οὐκ ἄρα δόξετε ὀρθῶς φρονεῖν. ἐγὼ δὲ, εἰ καὶ καθ' ἑαυτοὺς ὑμεῖς Ἀκαρνανίας τὴν ἀρχὴν Νικηφόρῳ ἠδύνασθε περιποιεῖν, ἀδικοῦντας ἂν τὰ μέγιστα βασιλέα ἀπέφηνα ὑμᾶς. Ἀγγέλους γὰρ οὐκ ἀπὸ βαρβάρων Ἀκαρνανίαν ἐλευθερώσαντας κτήσασθαι συνέβη τὴν ἀρχὴν, ἀλλ' ὑποχειρίους ὄντας Ῥωμαίων βασιλεῦσι καὶ παρ' ἐκείνων ἐτήσιον ἀρχὴν τῆς χώρας ἐπιτετραμμένους, σφετερίσασθαι τὴν ἀρχὴν διὰ τὸν ἐπενεχθέντα τότε παρὰ Λατίνων Ῥωμαίοις πόλεμον· ὧν δὴ τοῦ κρείττονος συγχωρήσει Βυζαντίου κρατησάντων καὶ Θρᾴκης ἁπάσης καὶ τῶν κατὰ Μακεδονίαν πόλεων πολλῶν, βασιλεία μὲν ἡ Ῥωμαίων 1.521 ὑπεχώρησε πρὸς ἕω· Ἀκαρνανίας δὲ τὴν ἀρχὴν Ἄγγελοι προσεποιήσαντο ἑαυτοῖς καὶ ἄλλοι ἄλλας τῶν ἑσπερίων ἐπαρχιῶν, ὧν ἕκαστοι ἔτυχον ἐπιτροπεύοντες, διὰ τὸ βασιλεῦσι Ῥωμαίων δίοδον οὐκ εἶναι πρὸς αὐτοὺς διὰ Θρᾴκης καὶ Μακεδονίας οὐσῶν ὑπὸ Λατίνοις. ὕστερον δὲ ἔτεσι πολλοῖς ὑπὸ τῶν Παλαιολόγων ἰθυνομένης τῆς Ῥωμαίων βασιλείας, Λατίνους μὲν αὖθις, τοῦ θεοῦ συναιρομένου, τῆς Ῥωμαίων ἐξήλασαν ἡγεμονίας καὶ Ἀσίαν καὶ Εὐρώπην, ὅσης ἦρχον, εἰς ἓν συνῆψαν· Ἀκαρνανίαν δὲ Ἀγγέλους ἀπαιτοῦντες, οὐκ ἠδύναντο ἀπολαβεῖν, ἀλλ' ἄδικα καὶ βίαια ποιοῦντες, ἀπεστέρουν καὶ στρατιὰν πολλάκις ἐπ' ἐκείνους πέμψασιν ὅπλα ἀντῄροντο καὶ τοὺς περιοίκους συμμάχους ἐπήγοντο βαρβάρους. τὸν βασιλεύοντα δὲ νυνὶ ἐπιστρατεύοντα ὑμῖν καὶ τῇ ἄνωθεν ἐπικουρίᾳ δουλωσάμενον οὐκ ἀδικεῖν ἄν τις φαίη τὴν ἑτέρων παραιρούμενον ἀρχὴν, ἀλλὰ μάλιστα τὰ δίκαια ποιεῖν ἀπολαμβάνοντα τὴν πατρῴαν. εἰ γὰρ Νικηφόρῳ δίκαιον τὸ ἐκ προγόνων οὐ πολλῶν ὄντων τὴν ἀρχὴν κατάγεσθαι, πολλῷ μᾶλλον βασιλεῖ τῶν ἐξ ἀρχῆς βασιλευσάντων Ῥωμαίων ὄντι ἀπογόνῳ κατὰ τὸν λόγον τῆς διαδοχῆς. εἰ δὲ τὸ τοῦ χρόνου μῆκος ἀξιόχρεων δοκεῖ πρὸς δικαίωσιν ὑμῖν, ἴστε τἀναντία λογιζόμενοι τῶν ὄντων· μᾶλλον γὰρ διὰ τοῦτο δίκης ἄξιοι, ὅτι τοσοῦτον χρόνον ἠδικεῖτε. εἰ οὖν μηχανῇ τε οὐδεμιᾷ τὸ ἁλῶναι οὐ δύνασθε διαφυγεῖν, εἴ τε καὶ δύναμις ὑμῖν παρῆν 1.522 Ἀκαρνανίας βασιλέα ἐξελαύνειν, τὸ ἀδικεῖν οὐκ ἂν ἦν διαφυγεῖν, τί δεῖ ἀνήνυτα πονοῦντας τὴν κακοπραγίαν ἐπιτείνειν ἑαυτοῖς, καὶ μὴ πειθομένους ἐμοὶ τὰ βελτίω συμβουλεύοντι, σφίσι μὲν αὐτοῖς αἰτίους γενέσθαι μεγάλων ἀγαθῶν, ἡμᾶς δὲ ὀλίγου πόνου ἀπαλλάξαι, ὃν ὑπομενοῦμεν ὑμᾶς καταστρεφόμενοι. ὅτι δὲ ἡ ἐμὴ παραίνεσις συμφέρουσα ὑμῖν, ἔξεστι χρήσασθαι συμβούλοις τοῖς συγγενέσι καὶ ἑταίροις ὑμῶν Ῥωγίοις, οἳ ἐμοὶ πάντα ἀναθέμενοι τὰ κατ' αὐτοὺς, ὅσης ἀπήλαυσαν εὐνοίας καὶ προνοίας τῆς πρὸς βασιλέως, μαρτυρήσουσιν αὐτοί. εἰ οὖν καὶ ὑμεῖς τὰ ὑμέτερα ἀνάθησθε ἐμοὶ, εἴσεσθε καλῶς ὡς ἀληθεῖ καὶ δικαίῳ καὶ δυναμένῳ εὖ ποιεῖν ἐπιστεύσατε ἀνδρί. ἀπολογίαν μὲν οὖν ἐπὶ τοῖς εἰρημένοις ἀπαιτεῖν οὐ δίκαιον νυνὶ, τῶν πλειόνων τε ἀπόντων καὶ ὑμῶν ἀμελετήτων πρὸς τοὺς λόγους ὄντων· ἐκκλησίαν δὲ ἀθροίσαντες καὶ βουλευσάμενοι περὶ τῶν δεόντων, ἐς τὴν ὑστεραίαν, εἰ δοκεῖ, ἀπόδοτε τὸν λόγον.» Ὁ μὲν οὖν εἰπὼν τοιαῦτα πρὸς Ἀρταίους, ἀνεχώρησεν εἰς τὸ στρατόπεδον, Καβασίλαν καὶ τοὺς ἄλλους Ῥωγίους διαλέγεσθαι αὐτοῖς καταλιπὼν, ὡς ἂν ὑπ' ἐκείνων μάλιστα ἐνάγοιντο προσχωρεῖν τῷ βασιλεῖ. Ἀρταῖοι