184
ἀπόρων γενέσθαι μυριάδας ἑξήκοντα, τῶν δ' αλλων ἀνεξεύρετον ειναι τὸν ἀριθμόν, τοῦ μέντοι σίτου τὸ μέδιμνον πραθῆναι ταλάντου. περιτειχισθείσης δὲ τῆς πόλεως παρὰ τῶν ̔Ρωμαίων, ὡς ανω μοι ειρηται, οὐδὲ ποηλογεῖν οιόν τε ην· οθεν τὰς τῶν ζῴων κόπρους τὰς παλαιὰς ἀνερευνῶντες ἐποιοῦντο τροφήν. ̔Ρωμαίοις δὲ ηδη ἠγέρθη τὰ χώματα, καὶ ταῖς ἑλεπόλεσι τὸ τεῖχος τῆς ̓Αντωνίας ἐτύπτετο, οὐ μὴν καθῃρεῖτο τυπτόμενον. τινὲς δὲ τῶν στρατιωτῶν ὑπὲρ τῶν σωμάτων τοὺς θυρεοὺς ὀροφώσαντες, μοχλοῖς τοὺς θεμελίους ὑπώρυττον, καὶ τέσσαρας τῶν λίθων ἐξέσεισαν. νὺξ δ' ἐπελθοῦσα τοὺς πολέμους 2.62 ἑκατέρωθεν επαυσε· καὶ τὸ τεῖχος ὑπὸ τῶν κριῶν σαλευθὲν κατ' αὐτὴν αἰφνίδιον κατερείπεται. ωφθη δ' αλλο τεῖχος ἀνῳκοδομημένον ἐντός, ο τὴν ἐπὶ τῷ πεσόντι χαρὰν τοῖς ̔Ρωμαίοις εἰς ἀθυμίαν μετέβαλεν. ὁ Τίτος δὲ τοῖς στρατιώταις διαλεχθεὶς ἐπήγειρεν αὐτῶν τὰ φρονήματα. καί τις ἀπὸ Συρίας ἀνὴρ Σαβῖνος τὸ ονομα, ὑπὲρ τῆς κεφαλῆς τῇ λαιᾷ τὸν θυρεὸν ἐπανατεινάμενος, τῇ δεξιᾷ δὲ τὸ ξίφος σπασάμενος, ἐπὶ τὸ τεῖχος ἐχώρησεν· ειποντο δὲ αὐτῷ καὶ ετεροι ενδεκα, τὴν ἀνδρείαν ζηλώσαντες. οἱ δ' ἐν τῷ τείχει κατηκόντιζόν τε αὐτοὺς καὶ βέλεσιν εβαλλον, καὶ λίθους ὑπερμεγέθεις ἐκύλιον, δι' ων τῶν ενδεκα παρεσύρησαν ενιοι. ὁ δὲ Σαβῖνος οὐ πρότερον ἐπέσχε τὴν ὁρμὴν η ἀνελθεῖν εἰς τὸ τεῖχος καὶ τρέψασθαι τοὺς πολεμίους. οτε γοῦν ἐκράτησε τῆς ἐπιχειρήσεως, ἐσφάλη προσπταίσας πέτρᾳ τινί, καὶ πρηνὴς ἐν αὐτῇ μετὰ ψόφου τῶν οπλων κατέπεσε. πρὸς γοῦν τὸν ψόφον ἐπιστραφέντες οἱ ̓Ιουδαῖοι, καὶ μόνον αὐτὸν ἰδόντες καὶ κείμενον, εβαλλον πάντοθεν. ὁ δ' εἰς γόνυ διαναστὰς ἠμύνετο, ὑπὸ δὲ πλήθους τραυμάτων παρείθη τὴν δεξιὰν καὶ κατεχώσθη τοῖς βέλεσι. τῶν δὲ λοιπῶν τρεῖς μὲν ηδη πρὸς τοῖς ακροις γενομένους τοῖς λίθοις ἀπέκτειναν, οἱ δ' ὀκτὼ τραυματίαι πρὸς τὸ στρατόπεδον ἐκομίσθησαν. Μετὰ δὲ δύο ἡμέρας νυκτός τινες ἡσυχῇ διὰ τῶν ἐρειπίων εἰς τὴν ̓Αντωνίαν προσβαίνουσι, καὶ τοὺς ἐκεῖ φρουροῦντας ἀποσφάξαντες κοιμωμένους, ἐσάλπισαν. καὶ φυγὴ τῶν αλλων φρουρῶν ην, Τίτος δὲ μετὰ τῶν ἐπιλέκτων ἀνέβη, καὶ τὰ τάγματα ειπετο. τῶν ̓Ιουδαίων δὲ καταπεφευγότων εἰς τὸ ἱερόν, καὶ οἱ τοῦ Τίτου εἰσέπιπτον διὰ τῆς διώρυγος, ην ὑπὸ τὰ χώματα τῶν ̔Ρωμαίων ὑπώρυξαν. συρρήγνυται 2.63 δὲ περὶ τὰς εἰσόδους μάχη καρτερά, καὶ τὰ ξίφη σπασάμενοι συνεπλέκοντο, φόνος δὲ ην πολὺς ἑκατέρωθεν. κλινομένης δὲ ηδη τῆς ̔Ρωμαϊκῆς παρατάξεως, ̓Ιουλιανός τις ἑκατοντάρχης, αριστος ἀνήρ, προπηδᾷ καὶ νικῶντας τοὺς ̓Ιουδαίους τρέπεται μόνος. εφευγε δὲ τὸ πλῆθος καὶ διεσκέδαστο. καταδιώκων ουν τοὺς σκεδαννυμένους ὁ γενναῖος ἐκεῖνος ἀνὴρ κατολισθαίνει κατὰ τοῦ λιθοστρώτου, ηλους πυκνοὺς ἐν τοῖς ὑποδήμασιν εχων, ὡς καὶ οἱ λοιποὶ στρατιῶται. καὶ ̓Ιουδαῖοι περιστάντες αὐτὸν ἐτίτρωσκον πάντοθεν. ὁ δὲ καὶ κείμενος ἠμύνετο, μέχρι κατατρωθεὶς ἐνέδωκε, καὶ τοῖς πολεμίοις αὐτοῖς θαυμαζόμενος. ̓Ιουδαῖοι μὲν ουν τοὺς ̔Ρωμαίους ὠσάμενοι κατακλείουσιν εἰς τὴν ̓Αντωνίαν, ὁ Τίτος δὲ πολλὰ καὶ διὰ ̓Ιωσήπου παρακαλέσας τοὺς στασιαστὰς καὶ δι' ἑαυτοῦ, ὡς ἀμειλίκτους ἑώρα, πάλιν ἐχώρει καὶ ακων πρὸς πόλεμον. καὶ τοὺς ἀρίστους ἐπιλεξάμενος περὶ ωραν τῆς νυκτὸς ἐνάτην ταῖς φυλακαῖς ἐπιθέσθαι προσέταξεν. οὐ μὴν κοιμωμένους ευρον τοὺς φύλακας, ἀλλὰ γνόντες τὴν ἐπίθεσιν συνεπλέκοντο, καὶ πρὸς τὴν βοὴν καὶ οἱ αλλοι συνῄεσαν. ἐξ ἐνάτης δὲ τῆς νυκτὸς ωρας εἰς πέμπτην τῆς ἡμέρας τοῦ πολέμου συνισταμένου ἀγχώμαλος ην ἡ μάχη, μηδενὶ τῆς νίκης ἐπιβρισάσης. καὶ ουτω τότε διελύθησαν οἱ μαχόμενοι. τὸ δὲ λοιπὸν τῆς τῶν ̔Ρωμαίων δυνάμεως ἡμέραις ἑπτὰ τοὺς τῆς ̓Αντωνίας θεμελίους καταστρεψάμενον πλατεῖαν πρὸς τὸ ἱερὸν ηὐτρέπισαν ανοδον. καὶ πλησιάσαντα τῷ πρώτῳ περιβόλῳ τὰ τάγματα χωμάτων κατήρχετο. καὶ ταῦτα μὲν ἠγείρετο σὺν μόχθῳ πολλῷ· ̓Ιουδαῖοι δὲ τῆς βορείου καὶ κατὰ δύσιν στοᾶς τὸ συνεχὲς πρὸς τὴν ̓Αντωνίαν 2.64 ἐμπρήσαντες ἀπέρρηξαν οσον πήχεις εικοσι, ταῖς ἑαυτῶν χερσὶν ἀρξάμενοι καίειν τὰ αγια. ὑποπιμπρᾶσι δὲ καὶ ̔Ρωμαῖοι τὴν πλησίον στοάν· καὶ μέχρι