184
κατέῤῥει ἐπὶ τὸν πώγωνα αὐτοῦ.» «Ἀπέστειλεν Ἰεζάβελ πρὸς Ἠλίου, καὶ εἶπεν· Τάδε ποιήσειάν μοι οἱ θεοὶ, καὶ τάδε προθείησαν, ὅτι αὔριον θήσομαι τὴν ψυχήν σου ὡς ψυχὴν ἑνὸς ἐξ αὐτῶν. Καὶ ἐφοβήθη, καὶ ἐπορεύθη ὁδὸν ἡμερῶν τεσσαράκοντα.» «Τότε οἱ μαθηταὶ ἀφέντες τὸν Ἰησοῦν ἔφυγον.» Ἔνεστιν ἀνθρώπῳ παντὶ τὸ δεδιέναι τὸν θάνατον.
ΤΙΤΛ. Θʹ. -Περὶ θαλάσσης.
«Ἰσχύϊ κατέπαυσε τὴν θάλασσαν· ἐπιστήμῃ δὲ ἔστρωσε τὸ κῦτος αὐτῆς.» «Ἔφραξα θάλασσαν ἐν πύλαις, ἡνίκα ἐμαιοῦτο, καὶ ἐκ κοιλίας μητρὸς αὐτῆς ἐξεπορεύετο. Ἐθέμην δὲ αὐτῇ νέφος ἀμφίασιν, ὁμίχλην δὲ αὐτὴν ἐσπαργάνωσα. Ἐθέμην δὲ ὅρια, περιθεὶς κλεῖθρα καὶ πύλας, εἶπον αὐτῇ· Μέχρι τούτου ἐλεύσῃ, καὶ οὐχ ὑπερβήσῃ, ἀλλ' ἐν σεαυτῇ συντριβήσεταί σου τὰ κύματα.» «Συνάγων ὡσεὶ ἀσκὸν ὕδατα θαλάσσης,» καὶ τὰ λοιπά. «Ὁ συνταράσσων τὸ κῦτος τῆς θαλάσσης,» καὶ τὰ λοιπά. «Σὺ ἐκραταίωσας ἐν τῇ δυνάμει σου τὴν θάλασσαν, σὺ συνέτριψας,» καὶ τὰ λοιπά. «Αὕτη ἡ θάλασσα μεγάλη, καὶ εὐρύχωρος,» καὶ τὰ λοιπά. «Οἱ καταβαίνοντες εἰς θάλασσαν ἐν πλοίοις,» καὶ τὰ λοιπά. «Πάντες οἱ χείμαῤῥοι πορεύονται εἰς τὴν θάλασσαν, καὶ ἡ θάλασσα οὐκ ἔστι πιμπλαμένη.» «Ἐν τῷ τιθέναι τῇ θαλάσσῃ ἀκριβασμὸν αὐτοῦ, καὶ ὕδατα οὐ παρελεύσεται τὸ στόμα αὐτοῦ.» 96.48 «Κύριος ὁ δοὺς ὁδὸν ἐν θαλάσσῃ, καὶ ἐν ὕδατι ἰσχυρῷ τρίβον.» «Ὁ τάξας ἄμμον ὅριον τῇ θαλάσσῃ προστάγματι αἰωνίῳ, καὶ οὐχ ὑπερβήσεται αὐτὸ, καὶ ταραχθήσεται, καὶ ἠχήσουσι τὰ κύματα αὐτῆς, καὶ οὐχ ὑπερβήσεται αὐτό. Ὁ δοὺς κραυγὴν ἐν θαλάσσῃ, καὶ ἐκοίμισεν τὰ κύματα αὐτῆς. Κύριος ὁ παντοκράτωρ ὄνομα αὐτοῦ.» «Τὴν μὲν ὁλκάδα ὀρέξει πορισμῶν ἐπενόησαν ἄνθρωποι, τεχνίτης δὲ σοφίᾳ κατεσκεύασεν. Ἡ δὲ σὴ, Πάτερ, διακυβερνᾷ πρόνοια· ὅτι καὶ ἐν θαλάσσῃ ἔδωκας ὁδὸν, καὶ ἐν ὕδασι τρίβον ἀσφαλῆ, δεικνὺς ὅτι δύνασαι ἐκ παντὸς σώζειν, εἰ καὶ ἄνευ τέχνης τις ἐπιβῇ. Θέλεις δὲ μὴ ἀργὰ εἶναι τὰ τῆς σοφίας ἔργα, καὶ διὰ τοῦτο καὶ ἐλαχίστῳ ξύλῳ πιστεύουσιν ἄνθρωποι ψυχὰς, καὶ διελθόντες κλύδωνας σχεδίᾳ ἐσώθησαν.» «Οἱ πλέοντες τὴν θάλασσαν, διηγήσαντο τὸν κίνδυνον αὐτῆς, καὶ ἀκοῇ ὠτίων ἡμῶν θαυμάζομεν. Καὶ ἐκεῖ τὰ θαυμάσια καὶ παράδοξα ἔργα, ἐποικία παντὸς ζώου, κτίσις κητῶν.» Μαινομένη πολλάκις ἐξ ἀνέμων θάλασσα, καὶ εἰς ὕψος μέγιστον διανισταμένη τοῖς κύμασιν, ἐπειδὰν μόνον τῶν αἰγιαλῶν ἅψηται, εἰς ἀφρὸν διαλύσασα τὴν ὁρμὴν, ἐπανῆλθεν. Ἢ ἐμὲ οὐ φοβηθήσεσθε, λέγει Κύριος, τὸν τιθέντα ἄμμον ὅριον τῇ θαλάσσῃ; τῷ ἀσθενεστάτῳ πάντων, τῇ ψάμμῳ, ἡ ταῖς βίαις τῶν ἀνέμων ἀφόρητος χαλινοῦται θάλασσα. Ἡδὺ δὴ θέαμα, λευκαινομένη θάλασσα, γαλήνης αὐτὴν σταθερᾶς κατεχούσης· ἡδὺ δὲ καὶ ὅταν πραείαις αὐραῖς τραχυνομένη τὰ νῶτα, πορφυροῦσαν χρόαν, ἢ κυανὴν τοῖς ὁρῶσιν προσβάλῃ· ὅτε οὐδὲ τύπτει βιαίως τὴν γείτονα χέρσον, ἀλλ' οἷον εἰρηνικαῖς τισι περιπλοκαῖς ἀσπάζεται. Θάλασσα συνάπτει δι' ἑαυτῆς ἀκώλυτον τοῖς ναυτιλομένοις τὴν ἐπιμιξίαν παρεχομένη, καὶ πλούτου πρόξενος ἐμπόροις γίνεται, καὶ τὰς τοῦ βίου χρείας ἐπανορθοῦται ῥᾳδίως· ἐξαγωγὴν μὲν τῶν περιττῶν τοῖς εὐθηνουμένοις παρεχομένη, ἐπανόρθωσιν δὲ τοῦ λείποντος χαριζομένη τοῖς ἐνδεέσιν. Θαλάσσης, εἰ μὲν τὸ μέγεθος οὐκ εἶχον θαυμάσαι, ἐθαύμασα ἂν τὸ ἥμερον, καὶ πῶς ἵσταται λελυμένη τῶν ἰδίων ὅρων ἐντός· εἰ δὲ μὴ τὸ ἥμερον, πάντως τὸ μέγεθος. Ἐπεὶ δὲ ἀμφότερα, τὴν ἐν ἀμφοτέροις δύναμιν ἐπαινέσωμεν. Τί τὸ συναγαγόν; τί τὸ δῆσαν; πῶς ἐπαίρεται καὶ ἵσταται, λελυμένη τῶν ἰδίων ὅρων ἐντὸς, ὥσπερ αἰδουμένη τὴν γείτονα γῆν; Πῶς δέχεται ποταμοὺς πάντας, καὶ ἡ αὐτὴ διαμένει διὰ πλήθους περιουσίαν; πῶς ψάμμος ὅριον αὐτῇ; πηλίκον τῷ στοιχείῳ πρόσταγμα ἐγύρωσεν ἐπὶ πρόσωπον ὕδατος; τοῦτο τῆς ὑγρᾶς φύσεως ὁ δεσμός. Πῶς δὲ τὸν χερσαῖον ναυτίλον ἄγει ξύλῳ μικρῷ καὶ πνεύματι; τοῦτο οὐ θαυμάζεις ὁρᾷν; οὐδὲν ἐξίστατό σου ἡ διάνοια, ἵνα γῆ καὶ