πάντα ἠγαπηκότες μικροὺς ἑαυτοὺς ἀνατιθέντες αὐτῷ καὶ ἐν παντὶ ἀγῶνι ὑπομείναντες ἕνεκεν τῆς βασιλείας, οἱ ὀκνηροὶ δὲ καὶ ῥᾴθυμοι καὶ δειλοὶ ἀποστραφέντες τῆς ὁδοῦ καὶ μὴ εἰς τέλος ὑπομείναντες τῆς βασιλείας ἀλλοτριούμενοι ἐλεγχθήσονται. 43.1.6 Ἀπὸ τοσαύτης τοίνυν λεπτότητος ἄρχεται ἡ θεία χάρις ἐν ἀνθρώπῳ γίνεσθαι, ὡς μὴ δὲ νοεῖν μηδὲ καταλαμβάνειν, καὶ ὥσπερ τοῖς βασιλευομένοις ὑπὸ τοῦ πνεύματος διὰ τὸ ὑπερπλεονάζον τοῦ πλούτου τῆς χάριτος καὶ τῆς ἀναστροφῆς τοῦ πνεύματος τὰς ποικιλότητας τῶν ἐνεργειῶν καὶ ἀρρήτων μυστηρίων ἀδύνατον καταλαμβάνειν ἢ διηγεῖσθαι διὰ «τὸ ὑπερβάλλον μέγεθος» καὶ «πλοῦτον» οὐράνιον «τῆς χάριτος», οὕτω καὶ τὴν λεπτότητα τῆς χάριτος καὶ τῆς τοῦ πνεύματος οἰκονομίας, ἐν οἷς γίνεται, ἀδύνατόν τινα καταλαβεῖν καὶ γνῶναι οὔτε τὴν λεπτότητα καὶ σμικρότητα οὔτε τὸ μέγεθος καὶ τὸν ἄρρητον τῆς δυνάμεως καὶ ἐπουράνιον πλοῦτον. ὥστε ἀληθὲς ἡμῖν καὶ βέβαιον τὸ βάπτισμα καὶ τὴν ζωὴν τοῦ πνεύματος ἐκεῖθεν λαμβάνομεν, καὶ ἐμμενόντων καὶ προκοπτόντων ἐν πάσαις ἀρεταῖς, ἐν πάσῃ σπουδῇ καὶ ἀγῶνι αὔξει καὶ φανεροῦται ἐν ἡμῖν τελειοῦν ἡμᾶς ἐν τῇ ἰδίᾳ χάριτι. Ἀμήν. 44.τ.1 ΛΟΓΟΣ Μ∆ʹ. 44.1.1 «Ἐπηρώτησέ τις» τὸν κύριον «λέγων· διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω;» ὁ δὲ κύριος ἀπεκρίθη αὐτῷ. «τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός.» ἆρα οὐκ ἦν ἀγαθὸς ὁ κύριος, οὐκ ἦν χρηστός; ἀλλὰ πρὸς ἐκεῖνον τὸν ἐπερωτήσαντα ἀπεκρίθη· ἐνόμιζε γὰρ αὐτὸν ἐκεῖνος ἄνθρωπον διδάσκαλον εἶναι ὅμοιον πάντων. ὁ δὲ κύριος ἑαυτὸν μετὰ τοῦ γένους Ἀδὰμ ἔθηκεν εἰπών· «οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός», τουτέστιν ὡς σὺ νομίζεις, οὐκ εἰμὶ ἀγαθός, ἀλλ' ὡς οὐκ οἶδας, οὕτως εἰμὶ ἀγαθός. ἀπὸ γὰρ τοῦ γένους Ἀδὰμ οὐδεὶς ἀγαθόςπάντες γὰρ ὑπὸ ἁμαρτίαν γεγόνασινεἷς δὲ ὁ θεὸς ἀναμάρτητος. οὗτος ἐλυτρώσατο τὸ γένος τοῦ Ἀδὰμ ἀπὸ τῆς κατε44.1.2 χούσης αὐτὸ «ἐξουσίας τοῦ σκότους» τοῦ διαβόλου. ἔχει δὲ πάλιν καὶ ἑτέρως νοήματα. «οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός», τουτέστι μόνος ὁ Ἰησοῦς ἀγαθός· χωρὶς γὰρ ἁμαρτίας ἐγεννήθη, ὥσπερ καὶ μόνος ἄνευ κοινωνίας ἀνδρὸς ἐγεννήθη. οὗτος μόνος ἐλεύθερος καὶ ἄπτωτος ἦλθεν εἰς τὸν κόσμον, ἵνα λυτρώσηται τῆς ἁμαρτίας. 44.2.1 Οὗτος γὰρ ἦν «ὁ λόγος» ὁ «ἐν ἀρχῇ», «καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος». «πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν», τουτέστι πᾶν «ὃ γέγονεν ἐν αὐτῷ» ζῇ καὶ κινεῖται, ὅτι πάντων θεός ἐστι καὶ πάντα ζῇ ἐκ τοῦ θεοῦ, καὶ ἕκαστον ἰδίαν ζωὴν κατὰ τὸ μέτρον αὐτοῦ καὶ τὴν ποσότητα ἔχει ἐκ τοῦ θεοῦ· οἷον τὰ πετεινὰ ἰδίαν ζωὴν κέκτηνται, τὰ θηρία, τὰ ἑρπετά, οἱ ἰχθύες, ἕκαστον τῶν ὄντων ζῇ, ἐκ τοῦ θεοῦ ἔχον ζωήν. ἀλλὰ καὶ τὰ κτίσματα, ὁ οὐρανὸς καὶ ἡ γῆ, φυτά, σπέρματα, ἀλλὰ καὶ τὰ ἀόρατα, λέγω δὴ οἱ ἄγγελοι, ἀρχαί, ἐξουσίαι ζῶσιν 44.2.2 ἐκ τοῦ θεοῦ. ὁ θεὸς γάρ ἐστιν ἡ ζωὴ τῶν πάντων. ὁ θεὸς «φῶς» ἐστι «τῶν ἀνθρώπων» καὶ ἐν φωτὶ ἀθανάτῳ ζῶσιν οἱ ἄνθρωποι γεννηθέντες ἄνωθεν ἐκ τοῦ θεοῦ καὶ τέκνα ὄντες θεοῦ. τοῦτο γὰρ τὸ φῶς ἀπὸ τοῦ νῦν ἐλλάμπει καὶ φωτίζει τὰς ψυχὰς τῶν τέκνων τοῦ φωτὸς τῶν ἐκ πνεύματος γεννηθέντων. τοῦτο τὸ φῶς ἐστιν αὐτοῖς ἀνάπαυσις, ζωή, βρῶσις, πόσις, τὰ ἐνδύματα, ὅπλα, τὸ νῖκος, ὁ στέφανος, ἡ χαρά. τοῦτο «τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβε», τουτέστιν ἡ ἁμαρτία οὐκ ἔγνωκεν αὐτὸ οὔτε ἑώρακεν αὐτό, ἢ οἱ ὑπὸ κάλυμμα ὄντες ἄνθρωποι οὐ δύνανται γνῶναι ἢ ἰδεῖν «τὸ φῶς τὸ ἀληθινόν», ὅπερ ἐστὶν ὁ θεός. 44.2.3 Ὥσπερ γὰρ ὁ ἥλιος φαίνει καὶ ἐπὶ τοὺς τυφλοὺς καὶ ἐπὶ τοὺς βλέποντας, ἀλλ' οἱ τυφλοὶ παρὰ τὸ