184
ἁμαρτημάτων μνησθῆναι, κρύψαι δὲ τὴν παροῦσαν εὐσέβειαν. "Ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου, Κύριε, ὅτι ἐπτωχεύσαμεν σφόδρα. [θʹ] Βοήθησον ἡμῖν ὁ Θεὸς ὁ σωτὴρ ἡμῶν." Ὄρεξον ὅτι τάχιστα τὴν ἄμαχόν σου ῥοπήν· πάσης γὰρ ἔρημοι προνοίας γεγόναμεν· σὲ δὲ μόνον ἐπίκουρον ἔχομεν καὶ σω τῆρα. "Ἕνεκεν τῆς δόξης τοῦ ὀνόματός σου, Κύριε, ῥῦσαι ἡμᾶς· καὶ ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν ἕνεκεν τοῦ ὀνόματός σου." Οὐδαμοῦ τῆς σφετέ ρας μνημονεύουσιν ἀρετῆς, ἀλλὰ διὰ τὸ θεῖον ὄνομα τῆς θείας ἐπικουρίας ἀντιβολοῦσι τυχεῖν· ἡμῶν γὰρ, φησὶ, κακοπραγούντων, κατὰ τοῦ σοῦ ὀνόματος ἡ βλασφημία χωρεῖ. Ἀντιβολοῦμεν τοίνυν, παριδεῖν μὲν σὲ τὰ πλημμελήματα· μετα βαλεῖν δὲ τὰς συμφορὰς, καὶ τὴν σὴν δύναμιν ὑπο δεῖξαι τοῖς ἀγνοοῦσι. ιʹ. "Μήποτε εἴπωσι τὰ ἔθνη, Ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν;" Οἱ δὲ ἄλλοι ἑρμηνευταὶ ὡς γεγενη μένον τοῦτο εἰρήκασιν· Εἰς τί λέγει τὰ ἔθνη, Ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν; Τοῦτό με, φησὶν, ἀνιᾷ, τοῦτό με κεντεῖ πάσης ἀκίδος ὀξύτερον, τὸ ὑπὸ τῶν ἐθνῶν κατὰ σοῦ τὴν βλασφημίαν τολμᾶσθαι, καὶ ἐπιτωθάζοντας λέγειν, Ποῦ ἐστιν ὁ Θεὸς ὑμῶν, ὃν λέγετε μαστιγῶσαι τὴν Αἴγυπτον, διῃρηκέναι τὴν θάλατταν, [ὑμῖν δὲ δωρῆσαι διάβασιν, καὶ τ' ἄλλα πάντα δεδρακέναι] τὰ μεγάλα καὶ πολυθρύλ λητα; "Καὶ γνωσθήτω ἐν τοῖς ἔθνεσιν ἐνώπιον τῶν ὀφθαλμῶν ἡμῶν ἡ ἐκδίκησις τοῦ αἵματος τῶν δούλων σου, τοῦ ἐκκεχυμένου." Ἀντιβολοῦμεν τοίνυν, τού τους μὲν τῖσαι τῆς μιαιφονίας ποινὴν, τοὺς δὲ ἄλλους ἅπαντας ἰδεῖν σὺν ἡμῖν τὴν δικαίαν σου ψῆφον, καὶ τὴν ὑπὲρ τῶν ἀνῃρημένων σοῦ θεραπόντων ὀργήν. ιαʹ. "Εἰσελθέτω ἐνώπιόν σου ὁ στεναγμὸς τῶν πεπεδημένων· κατὰ τὴν μεγαλωσύνην τοῦ βραχίονός σου περιποίησαι τοὺς υἱοὺς τῶν τεθανατωμένων." Ἀπιδεῖν ἱκετεύω σε καὶ εἰς τοὺς ἔτι μὲν περιόν τας, δεσμὰ δὲ περικειμένους, καὶ προσδεχομένους τὸν θάνατον, καὶ μὴ πανωλεθρίαν τοῦ ἡμετέρου κατα ψηφίσασθαι γένους· ἀλλὰ τῶν ἀνῃρημένων περισῶ 80.1509 σαι τοὺς παῖδας, καὶ νεολαίαν ἐξ αὐτῶν κατα στῆσαι. ιβʹ. "Ἀπόδος τοῖς γείτοσιν ἡμῶν ἑπταπλασίονα εἰς τὸν κόλπον αὐτῶν τὸν ὀνειδισμὸν αὐτῶν, ὃν ὠνείδισάν σε, Κύριε." Πολλαπλασίαν τοῖς ὁμόροις τῆς βλασφημίας τὴν τιμωρίαν ἐπάγαγε. Οὐ γὰρ ὡρισμένον ἀριθμὸν διὰ τῶν εἰρημένων ἐδήλωσεν, ἀλλὰ μεγίστην αὐτοῖς ἐπαχθῆναι τιμωρίαν ἐξ ῄτησε. Τοιοῦτο καὶ τὸ, "Στεῖρα ἔτεκεν ἑπτὰ," ἀντὶ τοῦ πολλά. Τὸν δὲ κόλπον εἴρηκεν, ἐκ μεταφορᾶς τῶν ἐν τῷ κόλπῳ τι φερόντων, καὶ ἀσφαλῶς συν εχόντων, ὥστε μηδὲν ἐκπεσεῖν· ἀντὶ τοῦ, Πλήρωσον αὐτοὺς συμφορῶν ἐπικειμένων διηνεκῶς. ιγʹ. "Ἡμεῖς δὲ λαός σου, καὶ πρόβατα νομῆς σου· ἀνθομολογησόμεθά σοι, ὁ Θεὸς, εἰς τὸν αἰῶνα· εἰς γενεὰν καὶ γενεὰν ἐξαγγελοῦμεν τὴν αἴνεσίν σου." Ἡμεῖς δὲ οἱ λαὸς σὸς χρηματίσαντες, καὶ ποίμνιον ὀνομαζόμενοι σὸν, ἐνδελεχῶς σοι τοὺς ὕμνους προσοίσομεν· καὶ τὰς ὑπὲρ τῆς εὐεργεσίας ὁμολογήσομεν χάριτας· καὶ ἀναγράπτους ταύτας πεποιηκότες, τοῖς ἐσομένοις ἀνθρώποις προσοίσομεν τὴν τούτων διήγησιν· τὸ μέντοι ἀνθομολογησόμεθα, ἀντὶ τοῦ ἐξομολογησόμεθα εἴρηκε· τὴν εὐχα ριστίαν δὲ τὸ ὄνομα δηλοῖ.
ΕΡΜΗΝ. ΤΟΥ ΟΘʹ ΨΑΛΜΟΥ. αʹ. "Εἰς τὸ τέλος, ἐν ὕμνοις· ὑπὲρ τῶν ἀλλοιω θησομένων. Μαρτύριον τῷ
Ἀσάφ. Ψαλμὸς ὑπὲρ τοῦ Ἀσσυρίου." Μεταβολήν τινων πραγμάτων ὁ παρὼν προλέγει ψαλμός· ἡ γὰρ ἀλλοίωσις τοῦτο δηλοῖ, καὶ μαρτύρεται· διὰ τοῦτο καὶ μαρτύριον πρόσκειται. Προθεσπίζει δὲ ἡ χάρις τοῦ Πνεύμα τος τὸν τῶν Ἰουδαίων ἀνδραποδισμὸν, καὶ τὴν ἐν Βαβυλῶνι δουλείαν. Ἐσχημάτισται δὲ εἰς εὐχὴν ὁ ψαλμὸς τῷ Θεῷ τῶν ὅλων, ὡς ὑπ' αὐτῶν ἐκείνων προσφερομένην. ∆ιδάσκει γὰρ αὐτοὺς ἡ προφητικὴ χάρις, ὁποίοις δεῖ τὸν Θεὸν ἱλεώσασθαι ῥήμασι, καὶ εἰς ἔλεον διεγεῖραι. Προλέγει δὲ καὶ τὴν ἐσομένην πᾶσιν ἀνθρώποις διὰ τοῦ ∆εσπότου Χριστοῦ σω τηρίαν. βʹ. "Ὁ ποιμαίνων τὸν Ἰσραὴλ, πρόσχες." Σὲ, ∆έσποτα, τὸν ποιμένος δίκην