184
προφήτης, ἔτι ὢν τριστάτης Ἀχαάβ, τῆς Ἰεζάβελ φονώσης, λέγεται κατακρύψαι υἱοὺς τῶν προφητῶν ἀνὰ πεντήκοντα εἰς δύο σπήλαια, οὓς καὶ διέτρεφεν· ἐνταῦθα δὲ εἰ φωραθείη τις καὶ μόνον ἕνα κεκρυφώς, ἐν κινδύνῳ μεγάλῳ, ἀλλὰ γὰρ κἂν κρύβδην, φεύγων τὴν ἀσεβῆ κοινωνίαν, ἢ εἰκόνα φρουρῶν ἢ βίβλον περιέχουσαν τὰ κατ' αὐτήν. σιγᾷ τὰ τῶν εὐσεβούντων ἔνδον στόματα, ἀνεῖται βλάσφημος γλῶσσα, κωμῳδεῖται τὸ μέγα τῆς οἰκονομίας μυστήριον. ἄρτι, φησί, Κύριος ἐλάλησεν εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ ἐπὶ τοὺς ὁσίους αὐτοῦ, καὶ ἐπὶ τοὺς ἐπιστρέφοντας καρδίαν ἐπ' αὐτόν, ὁ ἐν ἀρχῇ φήσας τοῖς οἰκείοις μαθηταῖς· εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν. ἄρτι, φησίν, ἤρθη ἐκ μέσου βδελύγματα ἑλληνικῆς πολυθεΐας, τοῦ ἀποστόλου ἀρχῆθεν βοῶντος, οὐδὲν εἴδωλον ἐν κόσμῳ· ἄρτι, φησί, κεκάθαρται ἡ ἐκκλησία, ἣν πάλαι ἀπέφηνεν ὁ αὐτὸς ἀπόστολος μὴ ἔχειν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ' εἶναι ἁγίαν καὶ ἄμωμον· ἄρτι, φασί, τὸ φῶς ηὔγασε τοῖς χριστιανοῖς, ἐνισχημένοις ζόφῳ ἀγνοίας, οἷς ἄνωθεν καὶ ἀπ' ἀρχῆς Χριστὸς ἔφησεν, ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα, ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμὲ ἐν τῇ σκοτίᾳ μὴ μείνῃ. ὁρᾶτε, ἀδελφοὶ ἅγιοι, τὴν ἀποστασίαν, ἣν δεῖ πρῶτον ἐλθεῖν, καθά φησιν ὁ ἀπόστολος; ἤδη ἐν ὀφθαλμοῖς ἡμῶν ὁρῶμεν τὰ εἰσόδια τοῦ Ἀντιχρίστου. ἐκλελοίπαμεν, παρανηλώμεθα· ἐξέλιπεν φυσητήρ, ἀπελήλαται πᾶσα ἐλπὶς ὅσον κατὰ ἄνθρωπον. Ἀλλὰ στενάξατε ἐφ' ἡμᾶς, ὦ συμπαθέστατοι, ὡς σύσσωμοι, ὀρέξατε χεῖρα πρεσβευτικὴν ὡς φιλάδελφοι. τῶν αὐτόθι χείρονα τὰ ἡμέτερα βαρβαρίζεται. ὡς Σόδομα ἤδη γεγόναμεν καὶ ὡς Γόμορρα ἤδη ὡμοιώθημεν. διὰ τοῦτο τοιγαροῦν καὶ ἐπεβοησάμεθα τῇ ἁγιωσύνῃ ὑμῶν οἱ ταπεινοὶ ὡς ἐν ἑνὶ στόματι τῶν πάντων ἀδελφῶν καὶ συμπασχόντων· ἴσμεν γὰρ ὅτι ἰσχύει ἡ δικαία ὑμῶν δέησις ἐνεργουμένη, ὡς ἂν τῷ ἐξιλασμῷ αὐτῆς κοπάσῃ ἡ θραῦσις τῆς αἱρετικῆς ῥομφαίας, τοῦ Κυρίου εἰς εἰρηνικὴν ὀρθοδοξίαν ἐπανάγοντος καὶ τὴν καθ' ἡμᾶς ἐκκλησίαν. ἵνα δὲ εἰδῆτε καὶ ὑμεῖς, ὦ σεβάσμιοι, ἐκ μέρους, οἷα τὰ ἀσεβῆ δόγματα τῶν ἀθέων, συναπέστειλα τοῖς γράμμασι ταῦτα ἐν τετραδίοις, ἃ καὶ ἔδοξα ὁ ἀμαθὴς ἀνατρέπειν, προτραπεὶς παρὰ εὐσεβῶν. αἰτῶ δὲ ὑπὸ τῆς θείας ἀγχινοίας ὑμῶν ἐπισκεφθῆναι καὶ συγγνώμην τῶν ἐπωφλημένων δέξασθαί με, λαμβάνεσθαί τε εἰς μνήμην ἐν ταῖς θεοκλινέσιν ὑμῶν προσευχαῖς, καὶ μὴν καὶ συντάττεσθαι ὡς ἔσχατον πάντων μέλος ἐν τῷ πληρώματι τῆς ἁγίας ὑμῶν ἐκκλησίας. 279 {1Τοῖς ἐν τῇ ἁγίᾳ πόλει μονάζουσιν Ἰσαὰκ καὶ Ἀρσενίῳ}1 Ἀγαπητὸν ἡμῖν τοῖς ταπεινοῖς παντὶ πατρὶ τῶν τῆς ἁγίας γῆς προσφθέγγεσθαι, εὐοδωθεῖσιν ἀποστεῖλαι ἕνα τῶν ἀγαπητῶν ἡμῶν ἀδελφῶν ἐν τοῖς αὐτόθι, μὴ ὅτι γε ὑμῖν τοῖς ἁγιωτάτοις πατράσιν, ὧν ἡ ἐπ' ὀλίγον χρόνον συνουσία οὕτως ἐνεφυτεύθη φιλικῶς ἐν τῇ ταπεινῇ ἡμῶν καρδίᾳ, ὡς ἀνεπίληστος εἶναι ταῖς ἀγαθαῖς μνείαις διὰ τὴν ἐν πᾶσι χρηστότητα τῶν τρόπων τε καὶ τῶν λόγων ὑμῶν. οὗ γὰρ ταπεινοφροσύνη, ἐκεῖ πᾶν ἀγαθὸν κατόρθωμα, ἐφ' ᾧ ἡ ἁγία ὑμῶν δυὰς μυρίζουσα οὐ μόνον τηνικαῦτα, ἀλλὰ γὰρ καὶ ἕως νῦν ὀσμὴν εὐωδίας ἡμῖν ἁγιάσματος ἐνίησι. Τοιοῦτοι ὑμεῖς ὑπὲρ πάντας τοὺς ἐξ ἀνατολῆς ἐπιφοιτήσαντας ὤφθητε ἀξιεπαίνετοι, ἀγαθὰ ὑπομνήματα ἐναφήσαντες τοῖς ἀγαπῶσιν ὑμᾶς. οὗ δὲ εἵνεκα ἡ ἀποστολὴ τοῦ ἀδελφοῦ αὐτὸς διδάξει, οἶμαι δὲ οὐδὲ ὑμῖν ἀγνοούμενον, ἔτι οὖσιν ἐν τῷ Βυζαντίῳ τυρβαζομένης τῆς ὑποθέσεως. ἀνῆψε τοιγαροῦν τὴν κατὰ τῶν σεπτῶν εἰκόνων αἱρετικὴν φλόγα ὁ κρατῶν, ὡς ἐμπρῆσαι πᾶσαν τὴν ἐκκλησίαν καὶ ὀλέσαι σχεδὸν πάντα ἄνθρωπον ὑπαχθέντα τῇ ἀσεβείᾳ, ἄλλος τις Ἀχαὰβ ἤ Ναβουχοδονόσωρ γενόμενος· ὃς καθαιρέσει πάσης ἁγίας εἰκόνος τὴν ἑαυτοῦ μόνην προεστήσατο, ἣν οὐχ ὁ βουλόμενος προσκυνεῖν εὐθὺς παραδίδοται τῇ φλογὶ τῶν βασάνων. Τὰ καθ' ἕκαστον λέγειν παρέλκον ἡγοῦμαι, ἐν τοῖς πρὸς τὸν ἁγιώτατον ὑμῶν πατριάρχην γράμμασιν ἐμφερόμενα, ἄλλως τε καὶ τοῦ ἀδελφοῦ δυναμένου ἀπαγγεῖλαι, τοῦτο δὲ παρακαλῶ ὁ ἐλάχιστος ὑμῶν ἀδελφός, διὰ τὴν ἐν Κυρίῳ