184
αὐτοῦ ἀνθρώπους ἄρχοντας ἅμα τοῦ κατασκευασθέντος ὑπ' αὐτοῦ στόλου, καὶ ἐξοπλίσας αὐτοὺς αὐτὸς ἐξῆλθεν ἐν Νικαίᾳ τῇ πόλει, κἀκεῖσε ἑαυτὸν ἠσφαλίσατο. οἱ δὲ ἀντάρται ἀναβαλόντες καὶ συγκινήσαντες ὅλον τὸ θέμα τοῦ Ὀψικίου καὶ τοὺς Γοτθογραίκους, συλλαμβάνονται πλεῖστα μικρά τε καὶ μεγάλα πραγματευτικὰ σκάφη καὶ διά τε γῆς καὶ θαλάσσης ἐν Χρυσοπόλει ἀνέδραμον. τοῦ δὲ τῆς πόλεως στόλου εἰς τὸν λιμένα τοῦ ἁγίου Μάμαντος 386 ὁρμοῦντος, καθ' ἑκάστην ἡμέραν ἐπολέμουν ἀλλήλους ἐπὶ μῆνας ἕξ. τοῦ δὲ τῆς πόλεως στόλου ἐπὶ τὸν τοῦ Νεωρίου τῆς πόλεως λιμένα μεθορμίσαντος, περάσας ὁ Θεοδόσιος τὰ Θρᾳκῷα ἐκράτησε μέρη. προδοσίας δὲ γενομένης, διὰ τῆς πόρτης τοῦ μονοτείχους τῶν Βλαχερνῶν τὴν πόλιν ἔλαβον. οἱ δὲ παράνομοι λαοὶ τοῦ Ὀψικίου ἅμα τῶν Γοτθογραίκων τῇ νυκτὶ εἰς τοὺς οἴκους τῶν πολιτῶν διαδραμόντες μεγίστην εἰργάσαντο ἅλωσιν, μηδενὸς φεισάμενοι· τοὺς δὲ ἐν αὐτῇ ὑπάρχοντας τοῦ Ἀρτεμίου ἄρχοντας ἅμα Γερμανῷ τῷ πατριάρχῃ Κωνσταντινουπόλεως συλλαβόμενοι ἐν Νικαίᾳ ἀπήγαγον πρὸς πίστωσιν Ἀρτεμίου καὶ τῶν σὺν αὐτῷ ὄντων. ὁ δὲ Ἀρτέμιος τούτους θεασάμενος ἀπέγνω ἑαυτοῦ καὶ ἑαυτὸν παρέδωκε λόγον τε ἀπαθείας αἰτησάμενος τὸ μοναδικὸν περιεβάλετο σχῆμα. ὁ δὲ Θεοδόσιος ἀβλαβῆ τοῦτον διατηρήσας ἐν Θεσσαλονίκῃ ἐξώρισεν. ἐβασίλευσε δὲ Φιλιππικὸς μὲν ἔτη βʹ καὶ μῆνας θʹ, Ἀρτέμιος δὲ ἔτος αʹ καὶ μῆνας γʹ. Λέων δέ, τῶν ἀνατολικῶν στρατηγὸς ὤν, Ἀρτεμίου ὑπερμαχῶν οὐχ ὑπετάγη Θεοδοσίῳ· εἶχε δὲ συμπνέοντα αὐτῷ καὶ συντρέχοντα Ἀρτάυασδον Ἀρμένιον, τῶν Ἀρμενιάκων στρατηγόν, ᾧκαὶ συνέθετο δοῦναι τὴν ἑαυτοῦ θυγατέρα εἰς γυναῖκα· ὃ καὶ πεποίηκεν.
Κόσμου ἔτη σηʹ. Τῆς θείας σαρκώσεως ἔτη ψηʹ. Ῥωμαίων βασιλεὺς Θεοδόσιος ἔτος αʹ. αʹ. Ἀράβων ἀρχηγὸς Σουλεϊμὰν ἔτη γʹ. βʹ. Κωνσταντ. ἐπίσκοπος Γερμανὸς ἔτη ιεʹ. βʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰωάννης ἔτη λʹ. ιαʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσε Μασαλμᾶς κατὰ Κωνσταντινουπόλεως καὶ προέπεμψε Σουλεϊμὰν μετὰ στρατοῦ διὰ ξηρᾶς, Οὔμαρον δὲ διὰ θαλάσσης. αὐτὸς δὲ ὀπίσω αὐτῶν μετὰ πολλῆς ἀποσκευῆς πολεμικῆς ἧκεν. Σουλεϊμὰν δὲ καὶ Βάκχαρος ἐπὶ τὸ Ἀμώριον φθάσαντες γράφουσι πρὸς Λέοντα, τὸν στρατηγὸν τῶν ἀνατολικῶν, ὅτι 387 "οἴδαμεν, ὅτι ἡ βασιλεία τῶν Ῥωμαίων σοι ἁρμόζει, ἐλθὲ οὖν πρὸς ἡμᾶς, καὶ ἂς λαλήσωμεν τὰ πρὸς εἰρήνην." θεωρήσας οὖν ὁ Σουλεϊμὰν τὸ Ἀμώριον στρατὸν μὴ ἔχον καὶ πρὸς τὸν στρατηγὸν ἐν ἔχθρᾳ διακείμενον διὰ τὴν πρὸς Ἀρτέμιον συμμαχίαν, παρεκάθισεν αὐτό, βουλόμενος ἐκεῖ ἐκδέξασθαι καὶ τὸν Μασαλμᾶν. ἅμα δὲ ἐπλησίασε τῇ πόλει, ἤρξαντο οἱ Σαρακηνοὶ εὐφημεῖν τὸν στρατηγὸν Λέοντα βασιλέα, παρακαλοῦντες καὶ τοὺς ἔσω τὸ αὐτὸ ποιεῖν. ἰδόντες δὲ οἱ τοῦ Ἀμωρίου, ὅτι οἱ Σαρακηνοὶ πόθῳ αὐτὸν εὐφήμουν, εὐφήμησαν καὶ αὐτοί. γνοὺς δὲ ὁ στρατηγὸς ὅτι ταξάτων καὶ ἀρχόντων οὐκ ὄντων μέλλει ἀπολέσθαι τὸ Ἀμώριον, δηλοῖ τῷ Σουλεϊμάν, ὅτι "ἐὰν θέλῃς ἵνα ἔλθω πρός σε καὶ τὰ πρὸς εἰρήνην λαλήσωμεν, διὰ τί παρακαθέζῃ τὴν πόλιν;" ὁ δὲ πρὸς αὐτόν· "ἐλθέ, καὶ ἀναχωρῶ." καὶ λαβὼν ὁ στρατηγὸς λόγον παρ' αὐτοῦ μετὰ τριακοσίων καβαλλαρίων παραγίνεται πρὸς αὐτόν. ἰδόντες δὲ αὐτὸν οἱ Ἀγαρηνοί, φορέσαντες τὰ λωρίκια καὶ τὰ κατάφρακτα αὐτῶν ὑπήντησαν αὐτῷ, καὶ ἠπλήκευσεν ἀπὸ ἡμίσεως μιλίου τοῦ φωσάτου αὐτῶν. ἐπὶ τρισὶ δὲ ἡμέραις προερχομένου αὐτοῦ πρὸς αὐτούς, ἐλάλουν τὰ πρὸς εἰρήνην καὶ τοῦ ἀναχωρῆσαι αὐτοὺς τῆς πόλεως. οἱ δὲ ἔφασκον, ὅτι "στοίχησον τὴν εἰρήνην, καὶ τότε ἀναχωροῦμεν." γνοὺς δὲ ὁ στρατηγὸς ὅτι βούλονται αὐτὸν κρατῆσαι, ἐκάλεσεν ἐκ τῶν ἐμφανῶν Σαρακηνῶν πλείστους εἰς δεῖπνον, καὶ ἐσθιόντων αὐτῶν ἀπέστειλε Σουλεϊμὰν τρισχιλίους Σαρακηνοὺς λωρικάτους κυκλῶσαι καὶ φυλάττειν αὐτὸν πρὸς τὸ μὴ διαδρᾶσαι. ἡ δὲ βίγλα γνοῦσα ἐδήλωσεν αὐτῷ, ὅτι "πλῆθος Σαρακηνῶν κύκλῳ ἡμῶν ἵστανται