185
τῆς εἰρήνης, τὰ καλὰ καὶ συμφέροντα, χριστιανὰ τὰ τέλη, τὴν ἑσπέραν καὶ τὴν νύκτα εἰρηνικὴν καὶ ἀναμάρτητον, καὶ πάντα τὸν χρόνον τῆς ζωῆς ἡμῶν ἀκατάγνωστον αἰτησώ μεθα· ἑαυτοὺς καὶ ἀλλήλους τῷ ζῶντι Θεῷ διὰ τοῦ Χριστοῦ αὐτοῦ παραθώμεθα. Καὶ ὁ ἐπίσκοπος ἐπευχόμενος λεγέτω· Ὁ ἄναρχος Θεὸς καὶ ἀτελεύτητος, ὁ τῶν ὅλων ποιητὴς διὰ Χριστοῦ καὶ κηδεμών, πρὸ δὲ πάντων αὐτοῦ Θεὸς καὶ Πατήρ, ὁ τοῦ Πνεύματος Κύριος καὶ τῶν νοητῶν καὶ αἰσθητῶν βασιλεύς, ὁ ποιήσας ἡμέραν πρὸς ἔργα φωτὸς καὶ νύκτα εἰς ἀνάπαυσιν τῆς ἀσθενείας ἡμῶν· «Σὴ γάρ ἐστιν ἡ ἡμέρα καὶ σή ἐστιν ἡ νύξ, σὺ κατηρτίσω φαῦσιν καὶ ἥλιον». Aὐτὸς καὶ νῦν, δέσποτα φιλάνθρωπε καὶ πανά γαθε, εὐμενῶς πρόσδεξαι τὴν ἑσπερινὴν εὐχαριστίαν ἡμῶν ταύτην. Ὁ διαγαγὼν ἡμᾶς τὸ μῆκος τῆς ἡμέρας καὶ ἀγαγὼν ἐπὶ τὰς ἀρχὰς τῆς νυκτός, φύλαξον ἡμᾶς διὰ τοῦ Χριστοῦ σου· εἰρηνικὴν παράσχου τὴν ἑσπέραν καὶ τὴν νύκτα ἀναμάρτητον καὶ ἀφαντασιάστον καὶ καταξίωσον ἡμᾶς τῆς αἰωνίου ζωῆς διὰ τοῦ Χριστοῦ σου, δι' οὗ σοι δόξα, τιμὴ καὶ κράτος ἐν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας· ἀμήν. Καὶ ὁ διάκονος λεγέτω· Κλίνατε τῇ χειροθεσίᾳ Καὶ ὁ ἐπίσκοπος εὐχόμενος λεγέτω· Θεὲ πατέρων καὶ Κύριε τοῦ ἐλέους, ὁ τῇ σοφίᾳ σου κατασκευάσας ἄνθρωπον, τὸ λογικὸν ζῷον τὸ θεοφιλὲς τῶν ἐπὶ γῆς, καὶ δοὺς αὐτῷ τὸ τῶν ἐπὶ γῆς χθονὸς ἄρχειν, καὶ καταστήσας γνώμῃ σῇ ἄρχοντας καὶ ἱερεῖς, τοὺς μὲν πρὸς ἀσφάλειαν τῆς ζωῆς, τοὺς δὲ πρὸς λατρείαν ἔννομον· αὐτὸς καὶ νῦν ἐπικάμφθητι, Κύριε παντοκράτορ, καὶ ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τοὺς δούλους σου, τοὺς κάμψαντας αὐχένα καρδίας αὐτῶν, καὶ εὐλόγησον αὐτοὺς διὰ Χριστοῦ, δι' οὗ ἐφώτισας ἡμᾶς φῶς γνώσεως καὶ ἀπεκάλυψας ἡμῖν σαυτόν, δι' οὗ σοὶ καὶ ἡ ἐπάξιος ὀφείλεται προσκύνησις παρὰ πάσης λογικῆς καὶ ἁγίας φύσεως ἐν Πνεύματι ἁγίῳ τῷ παρακλήτῳ εἰς τοὺς αἰῶνας· ἀμήν. Καὶ ὁ διάκονος λεγέτω· Προέλθετε ἐν εἰρήνῃ. Ὡσαύτως καὶ ὄρθρου ὁ διάκονος μετὰ τὸ ·ηθῆναι τὸν ὀρθρινὸν καὶ ἀπολῦσαι αὐτὸν τοὺς κατηχουμένους καὶ χειμαζομένους καὶ βαπτιζομένους καὶ τοὺς ἐν μετανοίᾳ καὶ τὴν ὀφειλομένην ποιήσασθαι προσφώνησιν, ἵνα μὴ πάλιν λέγωμεν τὰ αὐτά, ἐπιφερέτω μετὰ τὸ Σῶσον αὐτούς, ὁ Θεός, καὶ ἀνάστησον ἐν τῇ χάριτί σου· Aἰτησώμεθα παρὰ τοῦ Κυρίου τὰ ἐλέη αὐτοῦ καὶ τοὺς οἰκτιρμούς, τὸν ὄρθρον τοῦτον καὶ τὴν ἡμέραν εἰρηνικὴν καὶ