185
δὲ ἐκ τῶν πυλῶν ἀναχωρήσαντες, ἐκκλησίαν ἐποιοῦντο· καὶ ἐπεὶ ἐφαίνετο αὐτοῖς τὰ πράγματα εἰς τέλος ἥξοντα οὐκ ἀγαθὸν, ἐδέδοκτο διὰ μεγάλου δομεστίκου προσχωρεῖν τῷ βασιλεῖ. καὶ ἐς τὴν ὑστεραίαν πρὸς τῆς πόλεως γενόμενοι τὰς πύλας, ἐπεὶ καὶ ὁ μέγας δομέστικος παρῆν τὸν λόγον ἀπαι 1.523 τῶν, «ἡμεῖς» ἔφασαν «οὐ μεγάλα τινὰ ᾠόμεθα βασιλεῖ προσκεκρουκέναι, οὐδ' οἷα αὐτὸν πρὸς ὀργὴν ἐκκαλέσασθαι τοσαύτην, ὥστε καταψηφίσασθαι ἡμῶν πανωλεθρίαν. Ἀκαρνανίαν γὰρ εἰδότες πολὺν ἤδη χρόνον ὑπὸ τοῖς Ἀγγέλοις ἀγομένην καὶ τῆς Ῥωμαίων παντάπασιν ἡγεμονίας ἀποτετμημένην, νυνὶ δὲ ὁρῶντες βασιλέα καταδουλωσάμενον αὐτὴν, Νικηφόρον τε τὸν παῖδα παντάπασι τὴν ἀρχὴν ἀποστερήσαντα πατρόθεν προσήκουσαν αὐτῷ, ἐκεῖνόν τε ἀδικεῖν οἰόμενοι καὶ αὐτοὺς ἀγνωμοσύνην ὄφλειν τὴν ἐσχάτην, εἰ μὴ πάσῃ δυνάμει συναροίμεθα Νικηφόρῳ πρὸς τὴν κληρονομίαν τοῦ πατρῴου κλήρου, τὸ ἔργον ὑπέστημεν τουτὶ καὶ τὰς πόλεις βασιλέως ἀπεστήσαμεν, οὐδὲ αὐτὸν οἰόμενοι ποιήσεσθαι τοσοῦτον ἐν δεινῷ, εἰ τὴν ἐκ πολλῶν ἤδη βασιλέων μὴ προσοῦσαν τῇ Ῥωμαίων ἡγεμονίᾳ γῆν, καὶ ὑπ' αὐτοῦ ὑφ' ἑτέρου ἄγοιτο, ᾧ μάλιστα προσήκει κατὰ τὴν διαδοχήν. νυνὶ δὲ αὐτὸν ὁρῶντες σφόδρα καθ' ἡμῶν ἐξωργισμένον καὶ πολιορκοῦντα χρόνον ἤδη συχνὸν, ἄλλως τε καὶ τῇ προτεραίᾳ παρὰ σοῦ καί τινων ἑτέρων τῶν φιλίως πρὸς ἡμᾶς διακειμένων δεδιδαγμένοι, ὡς ἐν δεινῷ βασιλεὺς τὴν ἀποστασίαν ἡμῶν ποιεῖται καὶ οὐ παύσεται πολιορκῶν, εἰ μὴ προσχωρήσαιμεν ἑκόντες, ἄχρις ἂν ἢ λιμῷ ἢ ὅπλοις παραστησάμενος ἐκπορθήσῃ, οὐκέτι μένειν ἔγνωμεν ἐπὶ τῶν προτέρων λογισμῶν, οὐδὲ βασιλεῖ καὶ πᾶσιν ὑμῖν οὖσι τηλικούτοις ὅπλα διηνεκῶς ἀνταίρειν, δείσαντες μὴ καὶ ἀνά 1.524 στατον ἀντὶ ἐλευθέρας θήσομεν τὴν πατρίδα καὶ ἡμᾶς αὐτοὺς διαφθεροῦμεν σὺν αὐτῇ. διὸ καὶ τοῦ πρὸς βασιλέα ἤδη ἀποστάντες πολεμεῖν, σφᾶς αὐτούς τε καὶ τὴν πόλιν παραδιδοῦμεν διὰ σοῦ· αὐτὸς δ' ἂν εἰδείης ὅτῳ τρόπῳ διοικησάμενος τὰ καθ' ἡμᾶς ἡμῖν τε καὶ πατρίδι τῆς ἐλευθερίας ἡδίω τὴν πρὸς βασιλέα δουλείαν ἀποδείξεις.» ἐπαινέσας δὲ αὐτοὺς ὁ μέγας δομέστικος ἐπὶ τοῖς εἰρημένοις, «εἰ μὲν μὴ πρὸς τέλος» ἔφη «συνετὸν ἡ ἀπολογία κατέληγεν ὑμῖν, εἶχον ἂν αὐτὸς, ὥσπερ καὶ τῇ προτεραίᾳ, διὰ πολλῶν οὐκ ἀδικοῦντα ἀποφαίνειν βασιλέα, ἀλλὰ πρότερόν τε ὑπὸ τῶν Ἀγγέλων ἀδικούμενον πολὺν ἤδη χρόνον Ἀκαρνανίας ἀπεστερηκότων, καὶ νῦν ὑφ' ὑμῶν ἀφισταμένων οὐ δικαίως, ἀλλὰ πᾶν ὁτιοῦν ὑφίστασθαι δικαίων ὄντων, ὅτι τοσούτων ἀναλωμάτων καὶ πόνων αἴτιοι κατέστητε αὐτῷ. ἐπεὶ δὲ εὖ ποιοῦντες τῆς ἀκαίρου φιλονεικίας καὶ τῆς οὐδένα νοῦν ἐχούσης ἐνστάσεως ἀπέστητε καὶ προσκεχωρήκατε βασιλεῖ ἑκόντες ὄντες, χάριτας ὑμῖν ἐγὼ καὶ ὑπὲρ ὑμῶν αὐτῶν ὁμολογῶ πολλάς· ἑνὸς μὲν, ὅτι βασιλεῖ προσεχωρήσατε καὶ οὐ τῇ ἀρχαίᾳ ἐνεμείνατε ἐνστάσει, ὑφ' ἧς ἴσως κἂν ἀπώλεσθε· δευτέρου δὲ, ὅτι δι' ἐμοῦ, ὡς ἂν ἔχω καθαρὰν τὴν ἡδονὴν καὶ σώσας αὐτὸς καὶ βασιλεῖ προσαγαγών· τρίτου δὲ, ὅτι τὰ δέοντα καὶ σφίσιν αὐτοῖς καὶ πατρίδι βουλευσάμενοι λυσιτελοῦντα, καὶ ἑαυτοὺς σεσώκατε 1.525 καὶ πατρίδα· ὧν τὰ σῶστρα ὑμῖν ὀφείλειν αὐτὸς ὁμολογῶ, διὰ τὴν εὐμένειαν τὴν πρὸς ὑμᾶς πάνθ' ὅσα πρὸς ὑμᾶς ἥκει ἀγαθὰ λογιζόμενος διαφέρειν ἐμαυτῷ.» Τοιαῦτα καὶ ἕτερ' ἄττα πολλῆς γέμοντα πρᾳότητος καὶ χάριτος πρὸς αὐτοὺς διαλεχθεὶς, ἅμα Βασιλίτζῃ τῷ τῆς πόλεως ἄρχοντι καὶ τοὺς ἄλλους ὅσοι ἦσαν ἐν λόγῳ παραλαβὼν, ἤγαγεν ὡς βασιλέα· συγγνώμης τε ἐφ' οἷς ἀπέστησαν τυχόντες καὶ πολλῶν ἑτέρων εὐεργεσιῶν, ἐπανελθόντες καὶ ἀναπετάσαντες τὰς πύλας, εἰσεδέξαντο βασιλέα καὶ τὴν ἄλλην στρατιὰν, τὴν πόλιν παραδόντες. βασιλεὺς δὲ καὶ πρότερον μὲν ἐκεκάκωτο τὰ σπλάγχνα καὶ διέκειτο πονήρως ὑπ' αὐτῶν, τότε δὲ ἐκ τῆς κακοπαθείας τῆς κατὰ τὴν στρατείαν, μάλιστα δὲ καὶ διὰ τῶν ἀέρων τὴν ἀήθειαν, παρὰ πάντα τὸν τῆς πολιορκίας χρόνον ἐνόσει· καὶ ἡ ἄλλη δὲ πᾶσα στρατιὰ διαῤῥοίαις κατεχόμενοι καὶ πυρετοῖς καὶ κεφαλῶν ἀλγήμασιν ἔπασχον κακῶς καὶ ὀλίγοι ἦσαν οἱ διαφυγόντες τὸ κακόν· ἐτεθνήκει δὲ οὐδεὶς ὑπὸ νόσου, εἰ