185
πεντεκαίδεκα πήχεων προκόψαντος τοῦ πυρός, ἀποκόπτουσιν ̓Ιουδαῖοι τὴν ὀροφήν. οἱ δ' ἀνὰ τὸ ἱερὸν στασιασταὶ καὶ φανερῶς τοῖς ἐπὶ τῶν χωμάτων ἐπετίθεντο στρατιώταις, καὶ μετὰ δόλων ἠμύνοντο. ὑπὸ δὲ τοῦ λιμοῦ απειρόν τι πλῆθος ησαν οἱ θνήσκοντες. πάθη δὲ τοῖς περιοῦσιν ετι συνέβαινε καὶ φρικτὰ διηγήσασθαι καὶ δύσπιστα τοῖς ἀκούουσιν· ων εν διηγήσομαι. Γυνή τις ὑπὲρ τὸν ̓Ιορδάνην διὰ γένος καὶ πλοῦτον οὐκ ασημος εἰς τὰ ̔Ιεροσόλυμα καταφυγοῦσα συνεπολιορκεῖτο. ταύτης πολλάκις ἑαυτῇ τροφὰς ποριζομένης οἱ λῃστεύοντες ἐν τῇ πόλει ταύτας διήρπαζον. ἡ δὲ πρὸς ταῦτα ἀγανακτοῦσα, θυμῷ τε καὶ λιμῷ στρατηγουμένη, ο ην αὐτῇ ὑπομάζιον τέκνον καταθύσασα καὶ ὀπτήσασα, τὸ μὲν εφαγε, τὸ δὲ λοιπὸν εἰς δευτέραν ἐτήρει τροφήν. οἱ δὲ στασιασταί, τῆς κνίσης προσβαλλούσης αὐτοῖς, παρῆσαν εὐθύς, καὶ εἰ μὴ δοίη τὸ παρασκευασθέν, ἀποσφάξειν ἠπείλουν αὐτήν. ἡ δὲ τὰ τοῦ παιδὸς ἀνεκάλυψε λείψανα· κἀκεῖνοι ἐξέστησάν τε πρὸς τὴν θέαν καὶ εφριξαν, καὶ τρέμοντες ὑπεχώρησαν, μόλις ταύτης τέως τῆς τροφῆς παραχωρήσαντες τῇ μητρί. Ηδη δὲ τῶν χωμάτων τετελεσμένων προσήγοντο οἱ κριοί· ηνυον δ' οὐδὲν διὰ τὴν τοῦ τείχους στερρότητα. ετεροι δὲ τοὺς θεμελίους ὑπώρυττον· καὶ οὐδ' ουτως τὸ τεῖχος κατασέσειστο. ἀπογνόντες ουν τῶν αλλων, κλίμακας προσέφερον ταῖς στοαῖς. οἱ δὲ ̓Ιουδαῖοι κωλῦσαι μὲν οὐκ εφθασαν, τοῖς δ' ἀναβᾶσι συμπεσόντες ἐμάχοντο· καὶ ην οὐκ ὀλίγος αὐτῶν φόνος. 2.65 ̔Ο δέ γε Τίτος ὡς ἑώρα τὴν ἐπὶ τῷ ἱερῷ φειδὼ πρὸς βλάβην γινομένην τοῖς στρατιώταις, τὰς πύλας ὑφάπτειν προσέταξε. προσαχθέντος δ' αὐταῖς τοῦ πυρός, τηκόμενος ὁ αργυρος ῳ ἐνεδέδυντο παρεχώρει τῇ φλογὶ τῶν ξύλων ἐφάπτεσθαι, κἀντεῦθεν ἐπελαμβάνετο τῶν στοῶν. τοῖς δ' ̓Ιουδαίοις ὁρῶσι τὸ πῦρ ἐν κύκλῳ μετὰ τῶν σωμάτων παρείθησαν αἱ ψυχαί. ἐκείνην μὲν ουν τὴν ἡμέραν καὶ τὴν ἐπιοῦσαν νύκτα τὸ πῦρ ἐπεκράτει· παρὰ μέρος δέ, οὐχ ὁμοῦ πάντοθεν ισχυσαν ὑφάψαι τὰς στοάς· τῇ δ' ἐπιούσῃ μέρει τῆς δυνάμεως ὁ Τίτος τὸ πῦρ σβεννύειν κελεύσας καὶ παρὰ τὰς πύλας ὁδοποιεῖν εἰς εὐμαρεστέραν τῶν ταγμάτων ανοδον, αὐτὸς εξ τοὺς κορυφαιοτάτους τῶν ἡγεμόνων προσκαλεσάμενος περὶ τοῦ ναοῦ ἐβουλεύετο. τοῖς μὲν ουν ἐδόκει τῷ τοῦ πολέμου κεχρῆσθαι νόμῳ καὶ μή τινος φείδεσθαι, τινὲς δὲ παρῄνουν, εἰ μὲν πολεμοῖεν ἐπιβάντες αὐτοῦ ̓Ιουδαῖοι, καταφλέγειν, φρούριον γὰρ καταφλεγήσεσθαι, οὐκέτι ναόν, εἰ δὲ μὴ τοῦτο, σώζειν. ὁ δὲ Τίτος οὐδ' αν ἐπιβάντες ἐπ' αὐτοῦ πολεμῶσιν ̓Ιουδαῖοι εφησεν ἀντὶ τῶν ἀνδρῶν τοῖς ἀψύχοις ἐπάγειν τὴν αμυναν οὐδὲ καταφλέξειν τηλικοῦτον εργον· ̔Ρωμαίοις γὰρ εσεσθαι πρὸς βλάβην φθαρέν, ωσπερ καὶ κόσμον τῆς ἡγεμονίας, εἰ σώζοιτο. Τῷ μὲν ουν Τίτῳ σκοπὸς ην τῇ ἐπιούσῃ ἡμέρᾳ μετὰ πάσης ἐμβαλεῖν τῆς δυνάμεως καὶ τὸν ναὸν περικατασχεῖν, τοῦ δὲ αρα πάλαι ὁ θεὸς φθορὰν κατεψήφιστο. οἱ γὰρ στασιασταὶ ἐπιτίθενται τοῖς φύλαξι τοῦ εξω ἱεροῦ, οἱ δὲ πλήθει τε τῶν ἐκτρεχόντων καὶ θυμοῖς ἡττώμενοι ἐνεδίδοσαν. καὶ ὁρῶν 2.66 ταῦτα Τίτος ανωθεν ἐκ τῆς ̓Αντωνίας, ἐπαμύνει μετὰ τῶν ἐπιλέκτων ἱππέων. καὶ ̓Ιουδαῖοι τὴν εφοδον οὐχ ὑπέμειναν, ἀλλ' εἰς τὸ ενδον συνεκλείσθησαν ἱερόν. ὑποχωρήσαντος δὲ Τίτου πρὸς ὀλίγον λωφήσαντες οἱ στασιασταὶ πάλιν ̔Ρωμαίοις ἐπιτίθενται. καὶ τρεψάμενοι αὐτοὺς οἱ ̔Ρωμαῖοι μέχρι τοῦ ναοῦ παρῆλθον. καί τις τῶν στρατιωτῶν ἐκ τῆς φλεγομένης υλης μέρος ἁρπάσας, καὶ ὑφ' ἑτέρου ἀνακουφισθεὶς στρατιώτου, ἐνίησι τὸ πῦρ θυρίδι χρυσῇ. αἰρομένης δὲ τῆς φλογὸς ̓Ιουδαίων μὲν ἐγείρεται κραυγή, καὶ συνέθεον πρὸς τὴν αμυναν, Τίτος δὲ γνοὺς εθει πρὸς τὸν ναὸν κωλύσων τὸ πῦρ, καὶ τῇ φωνῇ καὶ τῇ δεξιᾷ διεσήμαινε τοῖς μαχομένοις τὸ πῦρ σβεννύειν. ουτε δὲ βοῶντος ηκουον ουτε τῆς χειρὸς προσεῖχον τοῖς νεύμασι. τὰ δὲ τάγματα εἰσιόντα καὶ τῷ ναῷ πλησιάζοντα τῶν μὲν τοῦ Τίτου παραγγελμάτων προσεποιοῦντο μηδὲ ἀκούειν, τοῖς πρὸ αὐτῶν δὲ πῦρ ἐνιέναι παρεκελεύοντο. ἀμηχανία δ' ην τοῖς στασιασταῖς, ἀπειρηκόσι πρὸς αμυναν, καὶ φόνος πανταχοῦ καὶ τροπή. Τίτος γε μὴν ὡς ουτε τὰς ὁρμὰς τῶν στρατιωτῶν