185
ἐγυμνώθη. ̓Εξῇ. ἀντὶ τοῦ δυνατὸν ὑπάρχει. καὶ ἐξῆν. epsilon.778 ̓Εξήρετο. ἠρώτα. ̓Εξηρεύξατο. ἐξήνεγκεν. ̓Εξῃρημένην. ὑπερβάλλουσαν. ̓Εξήνυσα. ἐτελείωσα, ἐπλήρωσα. ̓Εξηκόντισεν. ὑπερέβαλλεν. ̓Εξηγόρασασ. ἠλευθέρωσας. ̓Εξηγήσασθαι τοῦ διηγήσασθαι διαφέρει. διηγήσασθαι μὲν γάρ ἐστιν εἰπεῖν ἁπλῶς, α τὶς αὐτὸς ἐπίσταται· ητοι πρὸς ἀγνοοῦντα τοὺς ἀκροωμένους λέγων, η καὶ πρὸς εἰδότα. τὸ δὲ ἐξηγήσασθαι, αμα λέγειν περὶ ων ἀγνοοῦσιν οἱ ἀκούοντες, καὶ διδάσκοντες αὐτοὺς περὶ ων πυνθάνονται. ̓Εξηγρόμην. ἐξηγειρόμην. κᾳτ' εγωγ' ἐξηγρόμην. ̓Εξήκει. παρῴχηκε. Ξενοφῶν· ὁ δὲ χρόνος epsilon.779 ἐξήκει. καὶ αυθις· ὁ δὲ συνεῖδεν ἐξήκειν τοῦ χρησμοῦ τὴν φήμην. ̓Εξῆκον. ἀντὶ τοῦ ὑπερέχον. καὶ ἑώρων φάσμα τὸ μέγεθος ἐξῆκον, πέρα καὶ ἀνωτέρω τοῦ ἱστοῦ. ̓Εξήκοντοσ. παρερχομένου. ἐξήκοντος τοῦ χρόνου, ουπερ ἐντὸς εδει ἐπανιέναι πρὸς τὸν σφῶν αρχοντα. ̓Εξηλιασμένων. κεκαυμένων. ̓Εξήλικασ. ἐξέβαλες. ἐξέωσας. ̓Αριστοφάνης· ἀλλ', ω μέλ', ἐξήλικας ἐμέ γ' ἐκ τῶν ἐμῶν. ̓Εξῆλθεν. ἐξέβη. ἐτελέσθη. οτι Ζήνωνι, παρ' ην ειχε δόξαν, ἐξῆλθε τὸ μάντευμα. ̓Εξημεροῖ. πραΰνει. ̓Εξήμβλωσεν. ἐξέτρωσεν. καὶ ἐξήμβλωκας ἀντὶ τοῦ ἀτελῆ ἐποίησας. ̓Εξηνθισμέναι. ανθεσι κεκοσμημέναι. αι καθήμεθ' ἐξηνθισμέναι. ̓Εξήπαφεν. ἐξηπάτησεν. epsilon.780 ̓Εξῄρηνται. ἐκβέβληνται. ̓Εξητάσθησ. ἀντὶ τοῦ ωφθης, η ὡράσθης. ουτως ∆ημοσθένης. ̓Εξηονήθην σὺν τῷ ἰῶτα κατὰ τὴν ἀλήθειαν. οθεν καὶ ἀϊόνες οἱ αἰγιαλοὶ διὰ τὸ καταιονοῦσθαι ὑπὸ τῶν κυμάτων ηγουν καταβρέχεσθαι. αἰονήματα γὰρ τὰ καταντλήματα φασίν. ̓Εξηυλημένα καὶ παρηυλημένα. αἱ παλαιαὶ γλωσσίδες τῶν αὐλῶν καλοῦνται. καὶ κατὰ μεταφορὰν πάντα τὰ παλαιὰ καὶ τὰ τετριμμένα. ̓Εξιάλλειν. ἐκβάλλειν. ̓Εξίδισεν. ἀπεπάτησεν. ̓Αριστοφάνης· οὐκ αν ἐξίδισεν εἰς θοιμάτιον. ο ἐστιν ἱμάτιον. ̓Εξίησιν. ἐξέρχεται. καὶ ἐξίη ἐπὶ μέλλοντος. ̓Εξικμασμένη. ἐξηραμμένη. ἰκμάδα καὶ ὑγρότητα μὴ εχουσα. αλλως τε ἐν ξηρᾷ χώρᾳ ὑπὸ τοῦ θέρους ἐξικμασμένῃ δεινῶς ἐσπάνισεν υδατος. epsilon.781 ̓Εξίλλειν. ἐκφεύγειν. ̓Εξιλεώσονται. ἐξευμενίσονται. ̓Εξιλάσωμαι. δυσωπήσω. Εξιθι. εξελθε. ̓Εξικέσθαι. παραγενέσθαι. η ἐν καταλήξει γενέσθαι. ̓Εξικνούμενον. προερχόμενον. ̓Εξιστάμενοσ. παραχωρῶν. ὀνόματος μόνου καὶ σχήματος τῷ ̓Ιουλιανῷ ἐξιστάμενος. ̓Εξίστασθαι. διαχωρίζεσθαι. ὁ δὲ, οσοι τῆς στάσεως ἐναγεῖς, ἐκέλευσεν ἐξίστασθαι. ̓Εξίστησιν. ἐκπλήττει. ουτε δέος ἐξίστησιν αὐτοὺς ουτε δαπάναι ουτε πόνοι. ̓Εξιστορήσαντεσ. ἀναζητήσαντες, διηγησάμενοι. τούτους οἱ Ελληνες ἐξιστορήσαντες, α ἐβούλοντο πυθέσθαι ἀπὸ τῆς Ξέρξου στρατιᾶς, ἀποπέμπουσι δεδεμένους. ̓Εξιχνεύει. ἐξερευνᾷ. epsilon.782 ̓Εξιχωρίζεσθαι. ἐκπιέζεσθαι. τὸν ἰχῶρα ἐκβάλλειν. καὶ εἰς γάρον οιον ἐξιχωρίζεσθαι. ̓Εξομολογοῦμαι. εὐχαριστῶ. καὶ κατὰ συνήθειαν ἀνθρωπίνην, ἀντὶ τοῦ χάριν ὁμολογῶ ηγουν δοξάζω σε. ὡς τὸ, ἐξομολογοῦμαί σοι, πάτερ. εθος γὰρ τοιοῦτον τῇ θεοπνεύστῳ γραφῇ τὸ τῆς ὁμολογήσεως ονομα κατὰ τοιόνδέ τινα δέχεσθαι τρόπον. ̓Εξομηρευσάμενοσ. καλῶς διοικήσας. τὴν δὲ πόλιν ἐξομηρευσάμενος ἠσφαλίσατο φρουρᾷ. καὶ ἀντὶ τοῦ συμφωνήσας. καὶ ἐξομηρευσάμενοι ἀντὶ τοῦ ὁμογνώμονας ποιήσαντες. ἐξομηρευσάμενοι δὲ τῷ τοιούτῳ τρόπῳ τοὺς πλείους τῶν δυναστῶν, ἐνέβαινον εὐθαρσῶς εἰς τὸν πόλεμον. ̓Εξομόσασθαι. οἱ μαρτυρήσειν τισὶν ἐν δικαστηρίῳ ὑπισχνούμενοι, εἰ μετὰ ταῦτα μὴ βούλοιντο καταμαρτυρεῖν, ωμνυον μηδὲν ἐπίστασθαι. καὶ τοῦτο ἐστὶν ἐξομόσασθαι. epsilon.783 ̓Εξομόσαιτο. παντελῶς ἀρνήσαιτο. δημοσίᾳ δὲ κᾳν ἐξομόσαιτο τοῦ ειναι τῆς Κότυος. ̓Εξονομήνῃσ. ἐξ ὀνόματος ειπῃς. ̓Εξοργιεῖν. εἰς ὀργὴν ἐμβαλεῖν. ταῦτα δὲ επραξεν ὁ Καῖσαρ, οὐχ οτι καταπλήξειν αὐτὸν, ἀλλ' οτι ἐξοργιεῖν, κᾀκ τούτου πρόφασιν τοῦ πολέμου λήψεσθαι. ̓Εξορχησάμενοσ. ἀντὶ τοῦ φυγὼν καὶ ἀποδράς. ουτως ∆ημοσθένης. ̓Εξουθενῶ σε. ἀντὶ τοῦ οὐδενός σε λογίζομαι. ̓Εξοχετευόμενα. ἐκρέοντα. ̓Εξομόσασθαι. τὸ μεθ' ορκου ἀπαρνήσασθαι πρᾶξιν τινὰ διὰ νόσον η πρόφασιν ἑτέραν τινά. ουτως ∆ημοσθένης. ̓Εξοιστρουμένην. μανεῖσαν. καὶ ἐξοιστρηθεὶς ἀντὶ