185
θάλασσα δεθῶσιν ταῖς 96.49 χρείαις διὰ τῆς ἐπιμιξίας, εἰς ἓν ἔλθῃ τῷ ἀνθρώπῳ, τὰ τοσοῦτον ἀλλήλων διεστηκότα κατὰ τὴν φύσιν. Τί δὲ θάλασσα καὶ γῆ πράως ἀλλήλαις ἐπιμιγνύμενα, καὶ διαδόντα χρηστῶς, καὶ ἀντιλαμβάνοντα, καὶ φιλανθρώπως τὸν ἄνθρωπον τρέφει, καὶ τῷ ἀνθρώπῳ τὰ παρ' ἑαυτῶν χορηγοῦντα πλουσίως καὶ φιλοτίμως. Οἱ καταβαίνοντες εἰς θάλασσαν ἐν πλοίοις, αὐτοὶ εἶδον τὰ θαυμάσια Κυρίου ἐν τῷ βυθῷ. Ποῖα θαυμάσια; Πέλαγος ἄχρι νεφῶν ἀνοιδαῖνον, γῆν ἐν μέσοις ὕδασιν ὑπολάμπουσαν, τὸ σκάφος ἀπὸ μετεώρου κρεμάμενον κύματος, καὶ νῦν μὲν καθάπερ κρημνοῖς τοῖς κοιλώμασι τῶν ὑδάτων ἐνολισθαῖνον, νῦν δὲ κορυφουμένου τοῦ κύματος ἀνασφενδονούμενον εἰς ἀέρα. Ταρασσομένη θάλασσα ταῖς ἐμβολαῖς τῶν πνευμάτων ἐκ πυθμένος, καὶ ὠθουμένη βιαίως τῆς ψάμμου τοὺς ὅρους οὐχ ὑπερβάλλεται. Ὅριον γὰρ ἔθου, φησὶν, ὃ οὐ παρελεύσεται. Ἀλλ' ὅταν ἐκ πελάγους κυλιόμενον διαδράμῃ τὸ κῦμα, καὶ παφλάζον κοιλανθῇ, καὶ βρυχώμενον, καὶ εὐθὺς ἀνακλᾶται καὶ ἀνελίττεται, καὶ ὥσπερ ἐπὶ κεφαλῆς παλαιόμενον ὑποκύπτει αἰδοῖ καὶ δέει, καὶ εἰς ἑαυτὸ διαλύεται, καὶ ὁροθέσιον οὐχ ὑποτρέχει τῆς ψάμμου. Ὢ τοῦ θαύματος! τὴν μεγάλην καὶ φοβερὰν θάλασσαν ἡ εὔριπος ψάμμος ἀποτειχίζει, καὶ γῆ λεπτὴ, καὶ χνοώδης ἡ ὑπὸ τῶν πνευμάτων τῇδε κἀκεῖσε διαχεομένη, μαινομένοις κύμασι γίνεται χαλινός. Ἄξιον θαυμάσαι θάλασσαν, δι' ἧς τὰς ἀντιδόσεις τῶν ἀγαθῶν αἱ χῶραι ἀλλήλαις ἀντεκτείνουσιν, καὶ τὰ μὲν ἐνδέοντα λαμβάνουσιν, ὧν δὲ ἀργοῦσι, περιουσίαν ἀναπέμπουσι.
ΤΙΤΛ. Ιʹ. -Περὶ θυγατέρων.
«Ἐὰν γυνὴ εὔξηται εὐχὴν, καὶ ὁρίσηται ὁρισμῷ ἐν τῷ οἴκῳ πατρὸς αὐτῆς ἐν τῇ νεότητι αὐτῆς, καὶ ἀκούσῃ ὁ πατὴρ αὐτῆς τὰς εὐχὰς αὐτῆς, καὶ τοὺς ὁρισμοὺς αὐτῆς, οὓς ὡρίσατο κατὰ τῆς ψυχῆς αὐτῆς, καὶ παρασιωπήσῃ αὐτῆς ὁ πατὴρ, καὶ στήσονται πᾶσαι αἱ εὐχαὶ αὐτῆς, μενοῦσιν αὐτῇ. Ἐὰν δὲ ἀνανεύων ἀνανεύῃ ὁ πατὴρ αὐτῆς πάσας τὰς εὐχὰς αὐτῆς, καὶ τοὺς ὁρισμοὺς οὓς ὡρίσατο, οὐ στήσονται· καὶ Κύριος καθαριεῖ αὐτὴν, ὅτι ἀνένευσεν ὁ πατὴρ αὐτῆς.» «Θυγατέρες σοι εἰσίν; πρόσεχε τῷ σώματι αὐτῶν, καὶ μὴ ἱλαρώσῃς πρὸς αὐτὰς τὸ πρόσωπόν σου. Ἐκδίδου θυγατέρα, καὶ ἔσῃ τετελεκὼς ἔργον μέγα, καὶ ἀνδρὶ συνετῷ δώρησαι αὐτήν.» «Θυγάτηρ πατρὶ, ἀπόκρυφος ἀγρυπνία, καὶ ἡ μέριμνα αὐτῆς ἀφιστᾷ ὕπνον.» «Ἐπὶ θυγατρὶ ἀδιατρόπῳ στερέωσον φυλάκην.» «Θυγάτηρ ἐπ' ἐλαττώσει γίνεται. Θυγάτηρ φρονί 96.52 μη κληρονομήσει ἄνδρα αὐτῆς, καὶ ἡ καταισχύνουσα, εἰς λύπην γεννήσαντος. Πατέρα καὶ ἄνδρα καταισχύνει ἡ θρασεῖα, καὶ ὑπὸ ἀμφοτέρων ἀτιμασθήσεται.» «Βούλομαι τὰς νεωτέρας γαμεῖν, τεκνογονεῖν, οἰκοδεσποτεῖν.»
ΤΙΤΛ. ΙΑʹ. -Περὶ τοῦ μὴ θαῤῥεῖν τινι ὡς ἔτυχεν.
«Μὴ καταπιστεύετε ἐν φίλοις, μηδὲ ἐλπίζετε ἐπὶ ἡγουμένοις. Ἀπὸ τῆς συγκοίτου σου, φύλαξον τοῦ ἀναθέσθαι αὐτῇ, τὶ ποιῶν. ∆ιότι υἱὸς ἀτιμάζει πατέρα, καὶ θυγάτηρ ἐπανέστηκεν ἐπὶ μητέρα αὐτῆς, νύμφη ἐπὶ τὴν πενθερὰν αὐτῆς. Ἐχθροὶ ἀνδρὸς πάντες οἱ ἐν τῷ οἴκῳ αὐτοῦ.» «Ἕκαστος ἀπὸ τοῦ πλησίον αὐτοῦ φυλάξασθε, καὶ ἐπ' ἀδελφῆς μὴ πεποίθετε· ὅτι πᾶς ἀδελφὸς πτέρνῃ πτερνιεῖ, καὶ πᾶς φίλος δολίαν πορεύεται· ἕκαστος τῶν ἀδελφῶν αὐτοῦ καταπαίζεται.» «Ἐνώπιον ἀλλοτρίου μὴ ποιήσῃς κρυπτόν· οὐ γὰρ οἶδας τί τέξεται. Παντὶ ἀνθρώπῳ μὴ ἔκφαινε καρδίαν σου, ἵνα μὴ ὀνειδίσῃ σε.» «Μὴ συμβολεύου μετὰ τοῦ ὑποβλεπομένου σε· ἀπὸ τῶν ζηλούντων ἔγκρυψον βουλήν σου. Μὴ παντὶ ἀνθρώπῳ ἔκφαινε καρδίαν σου.»
ΤΙΤΛ. ΙΒʹ. -Περὶ θερισμοῦ καὶ τρυγητοῦ.
«Ἐκθεριζόντων ὑμῶν τὸν θερισμὸν τῆς γῆς ὑμῶν, οὐ συντελέσετε τὸν θερισμὸν ὑμῶν τοῦ ἀγροῦ τοῦ ἐκθερίσαι, καὶ τὰ ἀποπίπτοντα τοῦ θερισμοῦ σου οὐ