15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
γενέσεις ἐργάζεται. καὶ μή τις ἐπιφυέσθω ἐριστικῶς, ὅτι οὗτος ὁ λόγος συναΐδια τῷ θεῷ ποιεῖ τὰ ποιήματα· ἐγὼ γὰρ καὶ τούτοις οὐκ χρόνου τὴν γένεσιν δίδωμι, οἷς δὴ τὸν αἰῶνα συντάττω, κἀκείνου δὲ οὐκ ἀφαιροῦμαι τὸ θεωρεῖν· ἃ δὲ πρὸ τῆς τοῦ παντὸς ὑπάρξεως ἐθεώρη σεν, αὐτῷ ἂν ᾖ δῆλα τῷ μόνῳ θεῷ. ἐνάγει δέ με πρὸς τὸν λόγον καὶ ὁ μέγας Βασίλειος, «πρεσβυτέραν τινὰ κατάστασιν» τοῦ παρόντος κόσμου ἀποφαινόμενος, ἐν ᾗ δεδημιουργῆσθαι τὰς ὑπερκειμένας τάξεις θεολογεῖ. κἂν τοῦτον δέ τις ἀναιροίη τὸν λόγον, ἀλλὰ τό γε τοὺς λόγους ἔχειν τῶν μελλόντων συστῆναι «τὸν ἐπὶ πάντων θεὸν» οὐκ ἄν τις ἀντείποι νοῦν ἔχων, τοῦτο δ' ἄντικρύς ἐστι τὸ θεωρεῖν· οὐ γὰρ ὥσπερ ἡ φύσις τοὺς λόγους ἔχει τῶν γινομένων ἀνεπαισθήτως, οὕτω δὴ καὶ θεὸς ἀνεννόητος τῶν ἐσομένων ἐστίν, ἀλλὰ προθεωρῶν πάντα ἀρρήτως καὶ ὑπερουσίως, οἶδεν ἐν τίνι μέρει χρόνου τάδε ἢ τάδε γενήσεται. πολὺ γοῦν κάλλιον ἀπὸ τοῦ καθόλου τὸν λόγον κατασκευάζειν ἢ ἀπὸ τῶν μερικῶν παραδειγμάτων πιστοῦσθαι τὸ πρόβλημα. Ἀλλ' ἐγὼ μὲν ἴσως οὐκ ἀδέκαστος δικαστὴς τὰ ἑαυτοῦ θεωρῶν, ὁ κατὰ τὸν εἰρηκότα τοῖς ἐμοῖς «ἀμβλωθριδίοις γεννήμασιν» ὡς χρυσοῖς ἐνατενί ζων ἀγάλμασιν. ἐφ' ἑτέροις οὖν δικασταῖς εὐθυνέσθω τὸ κύημα· κἂν μὲν ὡραῖον φανῇ, μετὰ τῶν «σφυρηλάτων ἐν Ὀλυμπίᾳ σταθήσεται» καὶ ταῖς Φειδίου τέχναις εὐφυῶς ἀντιστήσεται· εἰ δὲ μὴ καλὸν μηδὲ ἄρτιον, ὑπὸ τὰς «Αἰγυπτίων» κρυβήσεται «σύριγγας» βαθεῖ σκότῳ ἐπηλυγαζόμενον.
80 Εἰς τὸ εὐαγγελικὸν ῥητὸν τὸ «ἀπ' ἄρτι ἐγὼ οὐ μὴ πίω ἀπὸ τοῦ γεννήματος τῆς ἀμπέλου»
Ἐπειδὴ πρὸς τῷ πέρατι γέγονε τῆς μετὰ τοῦ σώματος ἐν τῷ βίῳ διαγω γῆς,
συμπεραίνεται ἑαυτῷ καὶ ξύμπασαν τοῦ σώματος τὴν διοίκησιν καὶ τὴν σωματικὴν ἑαυτῷ ἀπαγορεύει τροφήν, καὶ «ἀπ' ἄρτι» μέν φησι «μη κέτι πιεῖν ἀπὸ τοῦ γεννήματος τῆς ἀμπέλου» ταύτης, ὕστερον δέ ποτε σπάσαι τοῦ νάματος καινοτέρῳ πόσεως τρόπῳ καὶ συμπιεῖν τοῦτο τοῖς μαθηταῖς. πρὸ δὲ τῆς κατὰ μέρος τούτου τοῦ λογίου συνεξετάσεως ὁ λόγος καὶ τοῦτο ζητεῖ· διὰ τί νῦν τὸ μὲν τῆς ἀμπέλου γέννημα νῦν μὲν ἑαυτῷ ἀπαγορεύει, εἰς ἄλλην δὲ ζωὴν ἀποτίθεται, οὐδὲν δὲ τοιοῦτο περὶ τοῦ ἄρτου φησίν, ἄμφω δὲ κοινὰ πρὸς ὑπόστασιν τῷ ῥέοντι σώματι; Τοῦτο γοῦν πρῶτον λύσαντες, οὕτω δὴ καὶ πρὸς τὰ λοιπὰ βαδιούμεθα ἄπορα. ἔστι δὲ λύσιν ἐπενεγκεῖν τῷ λόγῳ τὴν μὲν ἱστορικωτέραν, τὴν δὲ θεολογικωτέραν καὶ κρείττονα. ἱστόρηται γὰρ ὁ κύριος μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν μέρος τι ἀπολαβὼν τοῦ μελισσείου κηρίου ἐδηδοκέναι, μὴ μέντοι γε καὶ πόματι χρήσασθαι· δι' ὃν μέν τινα λόγον τοῦτο πεποίηκε, κατιόντες ἐροῦμεν, ὅτι δ' οὕτως ἐγένετο, ἡ ἱστορία διασαφεῖ. ὡς οὖν μέλλων αὖθις μὲν φαγεῖν, μὴ μέντοι πιεῖν, τούτου μὲν τοῦ μέρους οὐκ ἐμνημόνευσε, τὸν δὲ οἶνον μόνον ἐς ἄλλην ζωὴν τεταμίευται νῦν ἀποθέμενος. Ἡ δὲ μυστικωτέρα λύσις αὕτη, ὡς αἱ τοῦ σώματος αὗται τροφαί τε καὶ πόσεις ἀναλογίαν ἔχουσι πρὸς τὰς ἐν ψυχῇ, δεῖ γὰρ καὶ ταύτην τὸ μέν τι φαγεῖν νοητῶς, τὸ δὲ καὶ πιεῖν. καὶ ὥσπερ τῶν προσφερομένων τῷ σώματι τὰ μὲν γεωδέστερα πέφυκε καὶ παχύτερα, τὰ δὲ εὐροώτερα καὶ λεπτότερα, οὕτω δὴ καὶ τῶν ὑποστηριζόντων τὴν τῆς ψυχῆς οὐσίαν νοητῶν θεαμάτων τὰ μὲν εὔχυτά πώς εἰσι καὶ λεπτά, δι' ὁλῆς αὐτῆς εὐθὺς ἀκαμάτως διαφοιτῶντα, τὰ δὲ ταπεινότερα καὶ οὐκ εὐθὺς τρέφοντα. ἐπεὶ δὲ ἐν ἀπορρήτοις αὐτοῖς ὁ κύριος τῶν θείων μετεδίδου νοήσεων, νῦν μὲν ἀμυδρῶς πως καὶ παχυτέρως, νῦν δὲ ὑψηλῶς καὶ θεωρητικῶς, ἡ δὲ τοιαύτη μετάδοσις κοινή πως ἀμφοῖν ἦν, τῷ τε κυρίῳ καὶ τοῖς μαθηταῖς (οὐδὲν γὰρ ἧττον