185
τοῦ λαοῦ προμηθούμενον δέξασθαί μου τὴν ἱκετείαν ἀντιβολῶ. "Ὁ ὁδηγῶν ὡσεὶ πρόβατον τὸν Ἰωσήφ." Οἷόν τισι λύκοις πε ριπεσόντα τοῖς ἀδελφοῖς, τῶν ἐκείνων ἀπαλλάξας χειρῶν, ἐποδήγησας εἰς Αἴγυπτον, καὶ κρείττονα τῶν ἐπιβουλευσάντων ἀπέφηνας. Οὕτω τὴν εἰς αὐ τοὺς γεγενημένην κηδεμονίαν διεξελθὼν, ἐπὶ τὴν 80.1512 γενικωτέραν ἐξουσίαν μετέβη. "Ὁ καθήμενος ἐπὶ τῶν Χερουβὶμ, ἐμφάνηθι." Ἐπειδὴ γὰρ τούτων μό νων ὁ μέγας Μωσῆς ἐκτυπώματά τινα ἐν τοῖς Ἁγίοις τῶν ἁγίων ἀνέθηκε, καὶ μέσον τούτων τὸ ἱλα στήριον τέθεικε, δι' ἐκείνου δέ τις ἐπιφάνεια θεία τοῖς ἀρχιερεῦσιν ἐγένετο, εἰκότως ἐνταῦθα καὶ τῶν Χερουβὶμ ἐμνημόνευσε, καὶ τὸν τούτοις ἐπι καθήμενον ἐπιφανῆναι ἱκέτευσεν. γʹ. "Ἐναντίον Ἐφραῒμ, καὶ Βενιαμὶν, καὶ Μανασσῆ." Ἐπιφανῆναί σε, φησὶν, ἱκετεύω τῷ σῷ λαῷ. ∆ιὰ γὰρ τῶν εἰρημένων φυλῶν πάντα δεδήλωκε τὸν λαόν. Τούτων δὲ ἐμνημόνευσεν, ἐπειδὴ καὶ τοῦ Ἰωσὴφ ἐποιήσατο μνήμην. Τοῦ δὲ Ἰωσὴφ ὁ μὲν Ἐφραῒμ καὶ ὁ Μανασσῆς παῖδες· ὁ δὲ Βενιαμὶν ἀδελφὸς ὁμομήτριος. "Ἐξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς." Ὡς μακροθυ μοῦντα, καὶ ἡσυχίᾳ χρώμενον, τὸν Θεὸν διανίστη σιν. Ἅπασάν σου τὴν δύναμιν, φησὶ, κίνησον, τὴν ἡμετέραν πραγματευσάμενος σωτηρίαν. [Τοῦτο μὲν, ὡς εἴρηταί μοι ἀνωτέρω, ὁ ἀνδραποδισθεὶς τὸ τηνικαῦτα παρὰ τῶν Ἀσσυρίων λαὸς, τοῦτο δὲ τὰ ἔθνη ἀντιβολεῖ, κηδόμενα τὴν παρὰ τοῦ εὐεργέτου σωτηρίαν· τοῦτο γὰρ θέλει εἰπεῖν ὁ προφητικὸς νοῦς καὶ διὰ τῶν ἑξῆς.] δʹ. "Ὁ Θεὸς τῶν δυνάμεων, ἐπίστρεψον ἡμᾶς." Τῆς δουλείας ἐλευθέρωσον, καὶ τὴν ἐπάνοδον χά ρισαι. [Ὁ μὲν τὴν ἐκ Βαβυλῶνος ἱκετεύων, ὁ δὲ τὴν ἐξ εἰδώλων ἐπιστροφήν.] Εἶτα τοῦ πράγματος διδάσκει τὴν εὐκολίαν. "Καὶ ἐπίφανον τὸ πρόσωπόν σου, καὶ σωθησόμεθα." Ἀρκεῖς γὰρ φαινόμενος λῦσαι τὰς συμφοράς. εʹ. "Κύριε, ὁ Θεὸς τῶν δυνάμεων, ἕως πότε ὀργί ζῃ ἐπὶ τὴν προσευχὴν τῶν δούλων σου;" Μέχρι πότε, ∆έσποτα, τὰς ἐμὰς παραπέμπῃ λιτὰς, ἐπὶ τοῖς ἐμοῖς πλημμελήμασιν ὀργιζόμενος; ∆οῦλον δὲ αὐτοῦ τὸν λαὸν ὀνομάζει. Καὶ γὰρ οἱ ἄλλοι ἑρμηνευταὶ, Ἐπὶ τὴν προσευχὴν τοῦ λαοῦ σου, ἀντὶ τοῦ, δούλου σου, τεθείκασιν. ʹ. "Ψωμιεῖς ἡμᾶς ἄρτον δακρύων· καὶ πο τιεῖς ἡμᾶς ἐν δάκρυσιν ἐν μέτρῳ." Ὁ χρόνος ἐν ταῦθα ἐνήλλακται· καὶ γὰρ οἱ ἄλλοι ὡς γεγενημένα ταῦτα εἰρήκασιν· "Ἐψώμισας ἡμᾶς ἄρτον δακρύων, καὶ ἐπότισας ἡμᾶς μετὰ δακρύων μέτρῳ." Λέγει δὲ, ὅτι Καὶ τὴν τροφὴν ἡμῶν, καὶ τὸ πόμα δάκρυσι συνεκέρασας· ὀδυρόμενοι γὰρ καὶ στένοντες μετα λαγχάνομεν τῆς ἀναγκαίας τροφῆς. Τοῦτο δὲ πε ποίηκεν ἀντιμετρήσας ταῖς ἁμαρτίαις τὴν τιμω ρίαν. Τοῦτο καὶ ὁ Κύριος· "Ὧ μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν." Τοῦτο καὶ Ζαχαρίας εἶδεν ὁ προφήτης τὸ μέτρον, τῆς Βαβυλῶνος προ 80.1513 θεσπίζων τὸν ὄλεθρον. ∆ύο γὰρ ἔφησε θεᾶσθαι γυναῖκας, ἔποπος μὲν ἐχούσας πτερὰ, τὸ δὲ μέ τρον φερούσας, καὶ τοῦτο προσταχθείσας εἰς Βαβυ λῶνα κομίσαι. ∆ιὰ τούτων δὲ διδασκόμεθα τῆς θείας ψήφου τὸ δίκαιον. ζʹ. "Ἔθου ἡμᾶς εἰς ἀντιλογίαν τοῖς γείτοσιν ἡμῶν, καὶ οἱ ἐχθροὶ ἡμῶν ἐμυκτήρισαν ἡμᾶς." Ἐπονείδιστοι γεγόναμεν καὶ τοῖς γειτονεύουσιν ἔθνεσιν, ἀεὶ τὴν πρὸς ἡμᾶς ἐσχηκόσι δυσμένειαν· [ἀλλ' ὅμως οὐκ ἀπέστημέν σου· τοῦτο γὰρ διὰ τῶν ἑξῆς ἔφη]. ηʹ. "Κύριε, ὁ Θεὸς τῶν δυνάμεων, ἐπίστρεψον ἡμᾶς· καὶ ἐπίφανον τὸ πρόσωπόν σου, καὶ σωθησό μεθα." Τῇ σῇ τοίνυν ἐπιφανείᾳ σκέδασον τὸ ζοφῶδες νέφος τῶν συμφορῶν, καὶ τὴν ἐπάνοδον χάρισαι· [τοῦτο μὲν ὁ λαὸς ἀντιβολῶν· τοῦτο δὲ καὶ τὰ ἔθνη· ἐπιφάνειαν λέγων τὴν ἔνσαρκον παρουσίαν.] ∆υνατὸς γὰρ εἶ, καὶ τῶν δυνάμεων Κύριος. [Τότε μὲν ἀοράτως ἐκείνους ἐκ τῆς αἰχμαλωσίας ἀνακα λούμενος, τὰ δὲ ἔθνη τῇ σῇ οἰκονομίᾳ περιποιησά μενος.] Εἶτα τὰς παλαιὰς εὐεργεσίας διέξεισι, τῆς ὁμοίας ἀπολαῦσαι προμηθείας ἀντιβολῶν. θʹ, ιʹ. "Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας, ἐξέβαλες ἔθνη, καὶ κατεφύτευσας αὐτήν. Ὡδοποίησας ἔμ προσθεν αὐτῆς· καὶ κατεφύτευσας τὰς ῥίζας αὐ τῆς, καὶ ἐπλήρωσε τὴν γῆν." Σὺ, ∆έσποτα, τὴν ἄδικον τῶν Αἰγυπτίων κατέλυσας δυναστείαν· σὺ τὰ τῶν Χαναναίων ἔθνη πανωλεθρίᾳ παρέδωκας, καὶ τὸν σὸν λαὸν