185
ἀγάπην ἀνοῖξαι τῷ γραμματηφόρῳ σπλάγχνα οἰκτιρμοῦ εἴς τε προσέλευσιν καὶ προσκύνησιν τῆς ἁγίας κορυφῆς καὶ εἰς ὅ τι ἄλλο χρὴ τὸ φιλάδελφον ὑμῶν δοκιμάζειν· ἐπιφέρεται γὰρ καὶ ἑτέρας ἐπιστολὰς πρὸς ἕτερα πρόσωπα, καὶ μέντοι καὶ σύγγραμμα ἡμῶν τῶν ἀμαθῶν. ὡς οὖν σύσσωμοι καὶ συμμέτοχοι τῆς ταπεινώσεως ἡμῶν, μᾶλλον δὲ ὡς τοῦ θεοῦ θεραπευταὶ καὶ τοῦ κοινοῦ κηδεμόνες καὶ προσβλέψαι καταξιώσατε τὸν ἀδελφὸν καὶ εἰσδέξασθαι καὶ τροποφορῆσαι ἐν παντὶ τρόπῳ, ὡς ἂν θεοῦ εὐδοκοῦντος πάλιν ἀναπεμφθείη πρὸς ἡμᾶς. τὸ δὲ ἀποσταλὲν ἡμῖν γράμμα ὑμῶν ἀπεδεξάμεθα καὶ ἔγνωμεν δι' ἣν αἰτίαν ἀπάραντες ἐκ Κωνσταντινουπόλεως οὐκ εὐωδώθητε ἀπελθεῖν εἰς δύσιν. 280 {1Νικήτᾳ ἡγουμένῳ}1 Οἷα τὰ συμβεβηκότα τῇ ἁγιωσύνῃ σου κατὰ τὰς ἐμὰς ἁμαρτίας τὸ πρὶν ἐγνωκὼς οὐ μικρὸν ἐστέναξα, ἀλλὰ καὶ μεγάλως ἀπωδυράμην, δάκρυον ἀγάπης ἀποστάξας ἀποφθέγματά τε θρηνητικὰ μελῳδήσας ὁ τάλας. τί γὰρ φίλου συμφορᾶς ἀνιαρώτερον; ὁποῖα δὲ τὰ δεύτερα εὐδοκίᾳ θεοῦ, τοῦ μὴ ἐάσαντος φροῦδα γενέσθαι σου τὰ πάλαι ἀγωνίσματα διὰ τῆς καλλίστης ἀναπαλαίσεως, αὖθις ἀκουτισθεὶς ἔνθους γέγονα, εὐχαριστήσας Κυρίῳ τῷ στρέψαντι τὸν κοπετὸν εἰς χαρὰν πᾶσι τοῖς εὐσεβοῦσιν· οὐδὲ γὰρ εἰς βραχὺ τὸ λυπηρόν, ἐξ οὗ ἤλπιζον κράτος διὰ τὴν ἐνοῦσαν ἀρετήν, ἐντεῦθεν πρόσκομμα εὑρηκέναι. Ἀλλ' εὖγε, γενναῖε, ὅτι τῆς ἥττης περιφανεστέραν ἐργάζῃ τὴν νίκην, δι' ἧς ἐγνώρισέν σε τρόφιμον αὖθις ἡ τοῦ θεοῦ ἐκκλησία, ἐγκαταριθμήσασά σε τῷ καταλόγῳ τῶν ἑαυτῆς ὁμολογητῶν· τοιαύτη γὰρ ἡ τοῦ θεοῦ φιλανθρωπία, καὶ τοῖς εὐδρομοῦσι φιλοδωροῦσα καὶ τοὺς παλινδρομοῦντας καταστηριζομένη. φεῦ τῆς κακῆς συνεδρίας εἴτουν συνοδίας· ἐντεῦθεν γὰρ οἶδ' ὅτι εἵλω, τιμιώτατέ μοι. καί γε προύλεγον τὸν σκινδαλμὸν ἐκ τῶν προγεγονότων στοχαζόμενος· τοιοῦτος γὰρ ὁ τῶν πάντων προύχων. ὁ γὰρ πάλαι τὰς εὐαγγελικὰς παραβάσεις οἰκονομίας τιθέμενος, καὶ ταῦτα μετὰ διωγμῶν, αὐτὸς καὶ τὴν νῦν κοινωνίαν τῶν αἱρετικῶν, καί γε ἐν προύπτῳ, ἐξ ἧς ἡ κατὰ ἄρνησιν Χριστοῦ, τῆς τε Θεοτόκου καὶ οὑτινοσοῦν ἁγίου διὰ τῶν οἰκείων εἰκόνων ἐν οὐδενὶ τῶν ὀλεθρίων ἔθετο, συλλαβὼν καὶ συλλαμβανόμενος διὰ τοῦ κατ' αὐτὸν ὑποδείγματος ἀεὶ τοὺς ἀστυφελίκτους. καὶ εἰκότως· πῶς γὰρ ὁ ἐπὶ τοῖς πρώτοις ἀσεβήμασι μὴ καταγνοὺς ἑαυτοῦ ἐν τοῖς μεταγενεστέροις ἀγωνίσμασιν ἔμελλε θεῷ παριστᾶν ἑαυτὸν ἀκατάσειστον καὶ μὴ ἠσεβηκέναι; ∆ιὸ ἐρωτῶ σε καὶ παρακαλῶ, πάτερ μου, ἐν ὁμολογίᾳ ἀθετήσεως τῶν τότε πολυτρόπως πραχθέντων τὴν ἄρτι θείαν ὁμολογίαν διάνυε, εὐχόμενος ὑπὲρ ἐμοῦ τοῦ ἁμαρτωλοῦ. 281 {1Ἀρσενίῳ μοναχῷ}1 Ἐδεξάμην τὰ γράμματα τῆς ἀγάπης σου, ἃ κατανοήσας ἐμμελῶς ἐστέναξα μὲν ἐπὶ τῇ γεγενημένῃ δραματουργίᾳ, μᾶλλον δὲ ὑποπτώσει τῶν δοκούντων εἶναί τι, ὑφ' ἧς εἵλω καὶ ὁ σὸς πατήρ, ἐμὸς δὲ ὁμόψυχος ἀδελφός· οὗ καὶ ὑπὲρ τοὺς ἄλλους ἤλγυνέν με ἡ πρὶν ἧττα ὡς νῦν ηὔφρανεν ἡ ἀναμάχησις μάλα. ἐπῄνεσα δὲ λίαν τὸ διαπονητικόν σου, ἀδελφέ, περὶ τὸν αὐτὸν καθηγεμόνα, ὅτι ὡς ἀληθῶς μαθητοῦ ἀληθινοῦ ἀγαπήματα καὶ τέκνου ἀψευδοῦς ἀποκλαύματα τὰ ἐγκάρδια καὶ ἔμπυρα ῥήματα τῆς ἐξηγορίας σου· καὶ γὰρ τῷ ὄντι θάνατος ψυχῆς ἡ σύμπτωσις καὶ σωματοποίησις τῆς χριστομάχου αἱρέσεως καὶ ἡ ἅπαξ κοινωνία αὐτῆς τῷ ἑαλωκότι καὶ ταῦτα μετὰ ἔνστασιν γενναίαν, καὶ τοῦτο ἐν βαθμῷ καί γε ἱερατικῷ καὶ ἡγουμενικῷ. Εἰκότως οὖν, πανσύνετε, ἀπεκλαύσω, εὐεπιγνώστως ἐλεεινολογήσω, ὡς ᾑμαγμένην ἐσθῆτα ὁρῶν τὴν πατρῴαν δυσημερίαν, μᾶλλον δὲ θηριοβρωσίαν νοητήν, ἐκεῖνα οἷον φθεγγόμενος, "4θηρίον πονηρὸν ἥρπασεν οὐ τὸν Ἰωσήφ, ὃν πάλαι θρηνῶν ἦν Ἰακώβ, ἀπεμ-ποληθέντα ὑπὸ τῶν ἀδελφῶν ἐν πλάσματι τοῦ ὑποδειχθέντος χιτῶνος, ἀλλὰ τὸν ἐμὸν πατέρα, θηρίον ἀνθρωπόμορφον Ἰωσήφ, ὁ εἰθισμένως θηρεύων τοὺς ὁμογνωμονοῦντας ταῖς ἐκείνου ἀσεβείαις, ἀλλ' οὐκ οἰκονομίαις"5. ἐκεῖνος, ἀδελφέ, καὶ τὰ πάλαι εἷλεν ἐν ταῖς τοῦ εὐαγγελίου