185
καβαλλάριοι." ἐλθὼν δὲ εἷς ἐξ αὐτῶν καβαλλάριος ὀνόματι Ζοῦβερ, ἔστη ἔμπροσθεν λέγων, ὅτι "δοῦλος ἔφυγε κλέψας χρῆμα πολύ, καὶ δι' ἐκεῖνον ἐκαβαλλικεύσαμεν." ὁ δὲ στρατηγὸς τὴν τέχνην τῆς ἀπάτης αὐτῶν ἐγνωκὼς ἔφη πρὸς αὐτούς· "μὴ περισπασθῆτε. ὅπου γὰρ δήποτε ἂν ἀπέλθῃ ἐν τοῖς κάστροις ἡμῶν, εὑρίσκομεν αὐτόν." λυπηθεὶς 388 δὲ ἠδυνήθη κρυπτῶς δι' ἀνθρώπου αὐτοῦ δηλῶσαι τοῖς τοῦ Ἀμωρίου, ὅτι "φοβήθητε τὸν θεόν, μὴ προδώσητε ἑαυτούς. ἰδοὺ γὰρ πλησιάζει καὶ ὁ Μασαλμᾶς." καὶ ἐξέρχεται ὁ ἐπίσκοπος πρὸς αὐτόν, καὶ ταῦτα αὐτὰ λαλεῖ αὐτῷ. γνοὺς δὲ ὁ Σουλεϊμάν, ὅτι ἐξῆλθε πρὸς αὐτὸν ὁ ἐπίσκοπος, πέμπουσι πρὸς τὸν στρατηγόν, ὅτι "δὸς ἡμῖν τὸν ἐπίσκοπον." ὁ δὲ περιστατηθεὶς ἔκρυψεν αὐτὸν εἰπὼν ἑνὶ τῶν ἀνθρώπων αὐτοῦ, ὅτι "ἡμῶν ὁμιλούντων, ἔνδυσον αὐτὸν ἑτέραν στολὴν καὶ ὡς διὰ ξύλα ἢ ὕδωρ ἀπόλυσον αὐτὸν πορευθῆναι εἰς τὰ ὄρη." ἐνισταμένων δὲ τῶν Σαρακηνῶν περὶ τοῦ ἐπισκόπου, λέγει ὁ στρατηγός· "οὐκ ἔστιν ὧδε, πλὴν ἀπέλθετε πρὸς τὸν ἀμηρᾶν, καὶ ἔρχομαι κἀγώ, καὶ περὶ πάντων λαλοῦμεν." αὐτοὶ δὲ λογισάμενοι, ὅτι εἰσερχομένου αὐτοῦ εἰς τὸν ἀμηρᾶν ἐν μέσῳ αὐτῶν κρατοῦσιν αὐτόν, ἀφῆκαν αὐτόν. καβαλλικεύσας δὲ σὺν διακοσίοις ἀνθρώποις αὐτοῦ, ὡς δῆθεν κυνηγῶν, ἔδωκεν ἐπὶ τὰ ἀριστερά. οἱ οὖν συνόντες αὐτῷ Σαρακηνοὶ λέγουσιν αὐτῷ. "ποῦ ἀπέρχῃ;" ὁ δὲ εἶπεν, ὅτι "εἰς τὰ λιβάδια θέλω μεταπληκεῦσαι." οἱ δὲ εἶπον, ὅτι "ἡ βουλή σου οὐκ ἔστιν ἀγαθή, καὶ οὐκ ἐρχόμεθα μετὰ σοῦ." τότε λέγει ὁ στρατηγὸς τοῖς ἰδίοις αὐτοῦ, ὅτι "λόγον ἡμῖν δόντες κρατῆσαι ἡμᾶς ἠθέλησαν, καὶ δι' ἡμῶν τοὺς Χριστιανοὺς ἀπολέσαι· ἐκ τῶν ἀνθρώπων ἡμῶν ἢ τῶν ἀλόγων τῶν ἀπομεινάντων οὐδένα κρατοῦσιν." καὶ πορευθεὶς μίλια δέκα ἠπλήκευσεν. τῇ δὲ ἐπαύριον πέμπει τὸν δομέστικον τῶν στρατόρων αὐτοῦ, καὶ δηλοῖ αὐτοῖς, ὅτι "λόγον μοι ἐδώκατε, καὶ δόλῳ κρατῆσαί με ἠθελήσατε· διὰ τοῦτο ἀνεχώρησα." ὁ δὲ Μασαλμᾶς ὑπερβὰς ἦν τὰς κλεισούρας, ὁ δὲ Σουλεϊμὰν τοῦτο οὐκ ἔγνω. ἐστασίασαν δὲ οἱ ἀμηραῖοι καὶ ὁ λαὸς κατὰ τοῦ Σουλεϊμάν, ὅτι "τί παρακαθεζόμεθα τὰ τείχη καὶ οὐ κουρσεύομεν;" καὶ ἐκτρέψαντες τὰς τένδας ἀνεχώρησαν. ὁ δὲ στρατηγὸς Νικαίαν τὸν τουρμάρχην μετὰ ωʹ στρατιωτῶν εἰσήνεγκεν εἰς τὸ Ἀμώριον ἐκβαλὼν καὶ τὰ πλεῖστα γυναικόπαιδα. καὶ ἀπέρχεται αὐτὸς 389 εἰς Πισιδίαν. τοῦ δὲ Μασαλμᾶ ἐλθόντος εἰς Καππαδοκίαν, ἀπογνόντες ἑαυτῶν οἱ Καππάδοκες ἐξῆλθον πρὸς αὐτὸν παρακαλοῦντες αὐτὸν λαβεῖν αὐτούς. ἀκούων δὲ ὁ Μασαλμᾶς τὴν ἔχθραν, ἣν εἶχε Θεοδόσιος ὁ βασιλεὺς πρὸς τὸν στρατηγόν, βουλόμενος τοῦτον δελεάσαι καὶ εἰρηνεῦσαι μετ' αὐτοῦ καὶ δι' αὐτοῦ τὴν Ῥωμανίαν ὑποτάξαι, λέγει αὐτοῖς· "οὔκ ἐστε τοῦ στρατηγοῦ;" οἱ δὲ εἶπον· "ναί." "ποιεῖτε, εἴ τι ποιεῖ ἐκεῖνος;" ὅτι "ναί." τότε λέγει αὐτοῖς· "ἀπέλθετε ἐν τοῖς κάστροις ὑμῶν, καί τινα μὴ φοβηθῆτε." καὶ παρήγγειλε τὸν λαὸν αὐτοῦ τοῦ μὴ πραιδεῦσαι ἐν πάσαις ταῖς ἐπαρχίαις τοῦ στρατηγοῦ. ταῦτα γνοὺς ὁ στρατηγὸς καὶ ἐννοηθείς, ὅτι ὁ Σουλεϊμὰν δηλοῖ τῷ Μασαλμᾷ, ὅτι ἀφῆκεν αὐτὸν καὶ ἀνεχώρησεν, ἀπέστειλε γράμματα πρὸς τὸν Μασαλμᾶν, ὅτι "ἐγγύς σου ἐβουλόμην ἐλθεῖν· ἀλλ' ὁ Σουλεϊμάν, ἀπελθόντος μου πρὸς αὐτόν, ἠβουλήθη κρατῆσαί με, καὶ νῦν φοβοῦμαι ἐλθεῖν πρὸς σέ." λέγει οὖν ὁ Μασαλμᾶς τῷ ἀνθρώπῳ τοῦ στρατηγοῦ· "οἶδα ὅτι ἐμπαίζει με ὁ στρατηγὸς διὰ τὸ ὅλως μὴ πραιδεῦσαί με τὰς ἐπαρχίας αὐτοῦ." λέγει αὐτῷ ὁ ἄνθρωπος τοῦ στρατηγοῦ· "οὐκ ἔστιν οὕτως· ἀλλ' ἐν ἀληθείᾳ σοι γράφει." τότε ἐρωτᾷ· "τὸ Ἀμώριον πῶς ἐστὶν ἐγγὺς αὐτοῦ;" ἔφη· "καλῶς, καὶ ἐν ὑποταγῇ αὐτοῦ." ὀξυνθεὶς δὲ ὕβρισεν αὐτόν, εἰπών· "τί ψεύδῃ;" ἐκεῖνος εἶπεν, ὅτι "ὡς εἶπον, οὕτως ἐστίν, καὶ ταξάτους ἔβαλε μετὰ καὶ τουρμάρχου ἐν αὐτῷ· καὶ ἐξήγαγε τὰς περισσὰς φαμιλίας." θλῖψιν οὖν μεγάλην δεξάμενος περὶ τούτου ὁ Μασαλμᾶς καὶ θυμωθεὶς ἐδίωξεν αὐτόν. βουλὴν γὰρ εἶχε διὰ τοῦ καλοκαιρίου λαβεῖν αὐτὸ καὶ ἐκδέξασθαι τὸν στόλον, καὶ οὕτω ἐπὶ τὴν Ἀσίαν κατελθεῖν καὶ χειμάσαι. πάλιν οὖν ζητήσας τὸν ἄνθρωπον τοῦ στρατηγοῦ