μῦθος λέγει Ἁρπαλύκην ταύτην εἶναι, ἣ μιγεῖσα Κλυμένῳ τῷ πατρὶ κατὰ βίαν καὶ ἑψήσασα τὸν υἱὸν Πρέσβωνα παρέθηκεν αὐτῷ, εἶτα εἰς χαλκίδα μετεβλήθη. Ἕτεροι δὲ μυθεύονται, ὡς ἐν Χαλκίδι διάγουσαν ὅτε ἄνθρωπος ἦν, καὶ συνελθοῦσαν τῷ ∆ιΐ, ἀπωρνίθωσεν ἡ Ἥρα. [Ὅτι δὲ ὁμώνυμος λέξις ἡ χαλκίς, οὐκ ἔστιν ἀμφιβαλεῖν. καὶ νῦν μὲν ὀρνέου ἐστὶν ὄνομα, εὕρηνται δὲ καὶ πόλεις οὕτω καλούμεναι, ἡ Συριακή, ἡ Θρᾳκία, ἡ κατὰ Εὔβοιαν, περίπυστος καὶ αὐτή, ὡς ἐν τῷ Καταλόγῳ τῶν νεῶν ὑπεκρούσθη, περὶ ἣν λῆρός ἐστι δείκνυσθαι τόπον μυρρίναις θάλλοντα, ὃς Ἁρπάγιον ἐκαλεῖτο παρὰ τὸ ἐκεῖθεν ἁρπαγῆναι πρὸς ∆ιὸς τὸ Τρωϊκὸν μειράκιον, τὸν Γανυμήδην. ∆όξοι 3.644 δ' ἂν ἴσως καὶ ὁ χαλκισμός-παιδιὰ δέ τις αὕτη καί, ὡς οἱ παλαιοί φασι, κυβείας εἶδος-ἐκ τῆς χαλκίδος παρωνυμεῖσθαι, οὐκ ἔχει δ' οὕτως, ἀλλ' ἦν ὁ χαλκισμὸς ὀρθοῦ νομίσματος θετέον χαλκοῦ στροφὴ καὶ σύντονος περιδίνησις, μεθ' ἣν ἔδει τὸν παίζοντα ἐπέχειν ὀρθῷ τῷ δακτύλῳ τὸ νόμισμα εἰς ὅσον τάχος πρὶν ἢ καταπεσεῖν. καὶ ὁ τοῦτο ἀνύσας ἐκράτει τὸν χαλκισμὸν καὶ ἦν νικητής.] (ῃ. 292) Γάργαρον δέ, τὸ καὶ ἐν ἄλλοις προδηλωθέν, οὐ μόνον ἄκρον Ἴδης, ὡς ἐρρέθη, ἀλλὰ καὶ πόλις Τρωάδος κατὰ τοὺς παλαιούς, ἣν Αἰολικήν τινές φασιν εἶναι, λέγοντες καὶ τὴν μὲν πόλιν θηλυκῶς, ἧς οἱ πολῖται Γαργαρεῖς, οὐδετέρως δὲ τὸ ἀκρωτήριον. ὅτι δὲ Γαργαρεῖς ἔθνους ὄνομα μιγνυμένου ταῖς Ἀμαζόσιν, ἡ αὐτὴ ἱστορία φησί. Περὶ δὲ τὴν ῥηθεῖσαν Αἰολικὴν Γάργαρον τὴν ἐπὶ τῇ ἄκρᾳ τῆς Ἴδης φασὶ ∆ιότιμον τὸν Ἀδραμυτηνὸν διδάσκειν γράμματα. εἰς ὅν, φασίν, Ἄρατος εἶπεν «αἰάζω ∆ιότιμον, ὃς ἐν πέτρῃσι κάθηται, παισὶ Γαργαρέων βῆτα καὶ ἄλφα λέγων», καὶ Γάργαρα ἄκρα. οἱ δὲ τοιοῦτοι στίχοι, καὶ χρῆσίς ἐστι τοῦ οὐδετέρως τὸ ἀκρωτήριον λέγεσθαι, καὶ τοῦ Γαργαρεῖς τοὺς τῆς Γαργάρου πολίτας ὀνομάζεσθαι. Ὅτι δὲ Γάργαρον ἢ Γάργαρα πληθυντικῶς λέγονται διὰ τὴν ἐκεῖ τῶν ὑδάτων ἀνάδοσιν κατὰ ὀνοματοποιΐαν, ὡς πολλῶν ἐκεῖ ἀναβραττομένων καί, ὡς εἰπεῖν, ἀναγαργαριζόντων, καὶ ὅτι γάργαρα διὰ τοῦτο ἁπλῶς ποιητικώτερον τὰ πολλά, ὅθεν καὶ ψαμμακοσιογάργαρα ὁ Κωμικὸς τὰ πάνυ πολλὰ ἔφη, δηλοῦσιν οἱ παλαιοί. Ὁ δὲ Γεωγράφος λέγει καί, ὅτι Γάργαρον ἐπ' ἄκρας κεῖται, ποιούσης τὸν ἰδίως Ἀδραμυτηνὸν λεγόμενον κόλπον, τὸν κλειόμενον 3.645 ὑπό τε τοῦ δεῖνος τόπου καὶ τῆς ἄκρας ἐφ' ᾗ τὰ Γάργαρα, καὶ προσαγορευομένης Πυρρᾶς ἄκρας. οὗ πλάτος ἀπὸ ἄκρας, φησίν, ἐπὶ ἄκραν δίαρμα ἑκατὸν εἴκοσι σταδίων. ἐντὸς δὲ αὐτοῦ πόλις, ἧς ὑπέρκειται ὄρος, ὃ καλοῦσιν Ἀλεξάνδρειαν, ὅπου τὰς θεὰς κριθῆναί φασιν ὑπὸ τοῦ Πάριδος. Καὶ ὅρα τὴν τοιαύτην Ἀλεξάνδρειαν, οὐκ ἂν τῷ μεγάλῳ Ἀλεξάνδρῳ παρωνυμουμένην, ἀλλὰ τῷ ἅρπαγι Πάριδι. Ὅτι δὲ ἐν τῷ ῥηθέντι Ἀτραμυτηνῷ κόλπῳ πολλοὶ τῶν Λελέγων ᾤκουν, προδεδήλωται. Ἰστέον δὲ καὶ ὅτι τὸ «Γάργαρον, ἄκρον Ἴδης» σαφέστερον πέφρασται τοῦ «Ἴδην Λεκτόν». (ῃ. 294) Ὅτι ὡς εἶδε τὴν Ἥρανὁ Ζεύς, «ὥς μιν ἔρως πυκινὰς φρένας ἀμφεκάλυψεν, οἷον», ἀντὶ τοῦ ὥσπερ, ὅτε πρώτιστον «μιγέσθην φιλότητι, εἰς εὐνὴν φοιτῶντε φίλους λήθοντε τοκῆας». Ὅτι δὲ ἡ τῶν στοιχείων θέσις ἀέρος τε καὶ τοῦ ἀνωτέρω αἰθέρος τοῖς τοιούτοις λόγοις ἐμφαίνεται, καὶ ὡς λεληθότως ἐξ ἀναλόγου τινὸς γάμος τῇ τοιαύτῃ αὐτῶν συναφείᾳ ἐμφαντάζεται, πολλαχοῦ δεδήλωται. Ἄλλως δέ γε τὸ μὴ ἀναφανδὸν τούτους εἰς εὐνὴν φοιτᾶν τὴν ἀρχήν, ἀλλὰ φίλους λήθοντε τοκῆας, αἴνιγμά ἐστι τοῦ καὶ πρὶν ἢ εὐκόσμως διακεκρίσθαι τὰ στοιχεῖα καὶ τὴν οἰκείαν τάξιν λαχεῖν, οὕτω μὲν προῳκειῶσθαι τὸν ∆ία τῇ Ἥρᾳ, δυνάμει μέντοι ὡς τὰ πολλά, ὅπερ ὁ μῦθος λήθην καλεῖ, ὡς οἷον ἐπίκρυψίν τινα καὶ κλοπήν, ὡς ὕστερον ἔσχον κατὰ φύσιν ταχθέντα, ἤγουν τοῦ τὴν μὲν ὑποκεῖσθαι, τὸν δὲ ὑπερκεῖσθαι. μετὰ γάρ τοι τὴν εὐκοσμίαν καὶ τὴν ταρτάρωσιν τῶν 3.646 ἠλληγορημένων Τιτάνων φανερὰ ἡ ὁμιλία καὶ ἐμφανῶς ἐναργὴς ἡ τοῦ ∆ιὸς καὶ τῆς Ἥρας, ἣν ὁ παλαιὸς λόγος οὐκέτι εἰς κρυφαῖον, ἀλλὰ πᾶσι δῆλον γάμον θεωρεῖ. Καλῶς δὲ τὴν δύναμιν ὁ μῦθος εἰς τὸ λανθάνειν μετέλαβε. κοινὸν γάρ πως ἐν ἀμφοῖν ποτε τὸ μὴ εἶναι. οὔτε γὰρ ἡ κατὰ τὸ εἶναί τι δύναμις [ἀεὶ] ἐνέργεια ἐστίν,