186
ἐνθουσιώντων οιός τε ην κατασχεῖν καὶ τὸ πῦρ ἐπεκράτει, παρελθὼν μετὰ τῶν ἡγεμόνων ἐθεάσατο τοῦ θεοῦ τὸ αγιον καὶ τὰ ἐν αὐτῷ. τῆς δὲ φλογὸς οὐδέπω διικνουμένης εισω, τοὺς δὲ περὶ τὸν ναὸν νεμομένης οικους, ετι δύνασθαι σωθῆναι τὸ εργον οἰόμενος, αὐτός τε παρακαλεῖν ἐπειρᾶτο τοὺς στρατιώτας τὸ πῦρ σβεννύειν καί τινα τῶν περὶ αὐτὸν ξύλοις παίοντα τοὺς ἀπειθοῦντας ἐκέλευσεν ειργειν. οἱ δὲ νικώμενοι τῷ θυμῷ καὶ τῷ πρὸς ̓Ιουδαίους μίσει, ουτε τῇ πρὸς Τίτον αἰδοῖ ἀνεκόπτοντο ουτε φόβῳ τῷ τοῦ κωλύοντος. τοὺς δὲ πολλοὺς καὶ ἐλπὶς παρέθηγεν ἁρπαγῆς, μεστὰ χρη2.67 μάτων ειναι τὰ ενδον δοξάζοντας. εφθη δέ τις καὶ εἰς τοὺς στροφέας τῆς πύλης πῦρ ἐμβαλών· καὶ φλογὸς ενδοθεν ἐκφανείσης ἐξάπινα, οι τε ἡγεμόνες ἀνεχώρουν καὶ ὁ Τίτος αὐτός, καὶ τοὺς ὑφάπτοντας οὐδεὶς ετι ἐκώλυεν. ̔Ο μὲν ουν ναὸς ουτως τὸ πῦρ ἐδέξατο, τῶν ἐν αὐτῷ τελουμένων ἐναγῶς καθαρτήριον η τῶν τελούντων αὐτὰ κολαστήριον. θαυμάσειε δ' αν τις οτι καὶ μὴν ὁ αὐτὸς καὶ ἡμέρα συνέπεσε τῷ ἐμπρησμῷ τοῦ ναοῦ, καθ' ην καὶ ὁ πρότερος ὑπὸ Βαβυλωνίων κατεφλέγη ναός. καὶ ἀπὸ μὲν τῆς πρώτης οἰκοδομῆς ην Σολομὼν ἐποιήσατο μέχρι τῆς ἱστορουμένης νῦν καθαιρέσεως, η γέγονεν ετει δευτέρῳ τῆς Οὐεσπασιανοῦ μοναρχίας, ετη γίνεται χίλια ἑκατὸν καὶ τριάκοντα καὶ μῆνες ἑπτὰ ἡμέραι τε πεντεκαίδεκα· ἀπὸ δὲ τῆς υστερον, ητις ετει δευτέρῳ τῆς Κύρου βασιλείας ηρξατο γίνεσθαι, μέχρι τῆς τελευταίας ἁλώσεως ετη ἑξακόσια καὶ τριάκοντα καὶ ἐννέα καὶ ἡμέραι πέντε καὶ τεσσαράκοντα. Καιομένου δὲ τοῦ ναοῦ τῶν μὲν προσπιπτόντων ην ἁρπαγή, τῶν δὲ καταλαμβανομένων σφαγή. οὐδαμοῦ δὲ ἡ γῆ ἐκ τῶν νεκρῶν διεφαίνετο, ἀλλὰ σωροῖς οἱ στρατιῶται σωμάτων ἐπεμβαίνοντες ἐπὶ τοὺς φεύγοντας εθεον. τὸ μὲν ουν λῃστρικὸν πλῆθος ὠσάμενοι τοὺς ̔Ρωμαίους διεξέπεσον εἰς τὴν πόλιν, τοῦ δημοτικοῦ δὲ τὸ περιλειφθὲν εἰς τὴν εξω στοὰν κατέφυγε. τῶν δ' ἱερέων τινὲς ἐπὶ τὸν τοῖχον ἀναχωρήσαντες, οντα τὸ ευρος ὀκτάπηχυν, εμενον. δύο γε μὴν τῶν ἐπισήμων ῥίψαντες ἑαυτοὺς εἰς τὸ πῦρ συγκατεφλέγησαν τῷ ναῷ. ̔Ρωμαῖοι δὲ ματαίαν τὴν 2.68 ἐπὶ τοῖς πέριξ τοῦ ναοῦ φειδὼ κρίναντες, ηδη αὐτοῦ φλεγομένου, πᾶσιν ἐπῆγον τὸ πῦρ· τὸ δὲ καὶ τῶν γαζοφυλακίων ἐπιλαμβάνεται, ἐν οις απειρον μὲν πλῆθος τεθησαύριστο χρημάτων, απειροι δ' ἐσθῆτες πολυτελεῖς καὶ αλλα κειμήλια. απας γὰρ ὁ ̓Ιουδαίων πλοῦτος πανταχόθεν ἐκεῖ σεσώρευτο, τῶν κεκτημένων ἀποτιθεμένων ταῦτα ἐκεῖ ὡς ἐπ' ἀσφαλοῦς ταμιείου. Απειρον δέ τι πλῆθος διεφθάρη δημοτικόν, οις αιτιος ἀπωλείας ἐγένετό τις ψευδοπροφήτης, κηρύξας τοῖς ἐν τῇ πόλει ὡς ὁ θεὸς ἐπὶ τὸ ἱερὸν ἀναβῆναι κελεύει, δεξομένους τὰ σημεῖα τῆς σωτηρίας. πολλοὶ δὲ τοιοῦτοι παρὰ τῶν τυράννων ταῦτα λέγειν καθίεντο, ιν' ηττον αὐτομολοῖεν· δι' ων ὁ δείλαιος οχλος παραβουκολούμενος τοῖς ἐναργέσι σημείοις ὡς ἐμβρόντητοι οὐκ ἐπίστευον. πολλὰ δὲ σημεῖα γεγόνασιν. εστη μὲν γὰρ ὑπὲρ τὴν πόλιν αστρον ῥομφαίᾳ παραπλήσιον, καὶ κομήτης φανεὶς παρετάθη ἐπ' ἐνιαυτόν. καὶ φῶς πρὸ τοῦ πολέμου ποτὲ τὸν ναὸν καὶ τὸν βωμὸν περιέλαμψεν, ὡς δοκεῖν ἡμέραν ειναι λαμπράν, παραμεῖναν ἐπὶ ἡμίσειαν ωραν. καὶ βοῦς εἰς θυσίαν ἀναχθεῖσα ετεκεν αρνα. ἡ δὲ ἀνατολικὴ πύλη τοῦ ἐνδοτέρω ναοῦ χαλκῆ ουσα καὶ στιβαρά, ὡς μόλις ὑπὸ ἀνδρῶν εικοσιν ἀνοίγνυσθαί τε καὶ κλείεσθαι, καὶ μοχλοὺς καὶ καταπῆγας εχουσα βαθυτάτους, ωφθη νύκτωρ αὐτομάτως ἠνεῳγμένη. ἐδήλου δὲ λυομένην τὴν τοῦ ναοῦ ἀσφάλειαν, καὶ τοῖς πολεμίοις ἐσομένην τὴν εισοδον εὐμαρῆ. καὶ φάσμα τι δαιμόνιον αλλοτε ωφθη πρὸ ἡλίου δυσμῶν, αρματα κατὰ πᾶσαν τὴν χώραν διιόντα μετέωρα, καὶ φάλαγγες ενοπλοι διᾴττουσαι τῶν νεφῶν. κατὰ δὲ τὴν τῆς πεντηκοστῆς ἑορτὴν εἰς τὸ ενδον ἱερὸν οἱ ἱερεῖς παρ2.69 ελθόντες κινήσεως ῃσθοντο καὶ κτύπου· ειτα φωνῆς ηκουσαν λεγούσης Μεταβαίνωμεν ἐντεῦθεν. πρὸ δὲ τεσσάρων ἐνιαυτῶν τοῦ πολέμου, ἐν τῇ τῆς σκηνοπηγίας ἑορτῇ, ̓Ιησοῦς τις ἀγροῖκος ἀνὴρ ἐλθὼν εἰς τὴν ἑορτὴν βοᾶν ηρξατο Φωνὴ ἀπὸ ἀνατολῆς, φωνὴ ἀπὸ