186
συλλέξεις, καὶ τὸν ἀμπελῶνά σου οὐκ ἐπανατρυγήσεις, οὐδὲ ῥάγας τοῦ ἀμπελῶνός σου συλλέξεις. Τῷ πτωχῷ καὶ τῷ προσηλύτῳ ἀφέσεις αὐτά.»
ΤΙΤΛ. ΙΓʹ. -Περὶ θηρευτῶν.
«Ἐὰν συναντήσῃς νοσσιὰν ὀρνέου ἐν τῇ ὁδῷ ἐπὶ παντὶ δένδρῳ, καὶ ἡ μήτηρ θάλπῃ ἐπὶ τῶν νεοσσῶν, ἢ ἐπὶ τῶν ὠῶν, οὐ λήψῃ τὴν μητέρα μετὰ τῶν τέκνων. Ἀποστολῇ ἀποστελεῖς τὴν μητέρα, τὰ δὲ παιδία λήψῃ ἑαυτῷ, ἵνα εὖ σοι γένηται, καὶ πολυήμερος ἔσῃ.»
ΣΤΟΙΧΕΙΟΝ Ι. ΤΙΤΛ. Αʹ. -Περὶ ἰαμάτων ὑπὸ Κυρίου καὶ προφητῶν γινομένων. «Παρεγένετο Νεεμὰν σὺν τοῖς ἅρμασιν αὐτοῦ, καὶ ἔστη ἐπὶ τῆς θύρας τοῦ
οἴκου Ἑλισαιέ. Καὶ ἐπέστειλεν πρὸς αὐτὸν Ἑλισαιὲ ἄγγελον, λέγων· Πορευθεὶς λοῦσαι ἐν τῷ Ἰορδάνῃ ἑπτάκις, καὶ ἐπιστρέψει ἡ σάρξ σου ἐπὶ σοὶ, καὶ καθαρισθήσῃ. Καὶ ἐθυμώθη Νεεμὰν, καὶ εἶπεν· Ἰδοὺ Ἔλεγον, ἐξελεύσεται πρός με καὶ ἐπικαλέσεται ἐν ὀνόματι Κυρίου τοῦ Θεοῦ αὐτοῦ, καὶ ἐπιθήσει τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸ λεπρὸν, καὶ ἐπισυνάξει αὐτὸ ἀπὸ τῆς σαρκός μου. Οὐκ ἀγαθὸς Ἀρβάνα καὶ Φαρφὰδ ποταμοὶ ∆αμασκοῦ ὑπὲρ τὸν Ἰορδάνην, καὶ ὑπὲρ πάντα τὰ ὕδατα Ἰσραήλ; οὐχὶ πορευθεὶς λούσομαι ἐν αὐτοῖς, καὶ καθαρισθήσομαι; Καὶ προσῆλθον οἱ παῖδες αὐτοῦ καὶ εἶπον αὐτῷ· Πάτερ, εἰ μέγαν λόγον ἐλάλησεν πρὸς σὲ ὁ προφήτης, οὐκ ἂν ἐποίησας; 96.53 καθότι εἶπεν πρὸς σὲ, Λοῦσαι, καὶ καθαρίσθητι; Καὶ κατέβη Νεεμὰν, καὶ ἐβαπτίσατο ἐν τῷ Ἰορδάνῃ ἑπτάκις κατὰ τὸ ῥῆμα τοῦ ἀνθρώπου τοῦ Θεοῦ.» «Ἦν Ἡσαΐας ἐν τῇ αὐλῇ, καὶ ῥῆμα Κυρίου ἐγένετο πρὸς αὐτὸν, λέγων· Ἐπίστρεψον, καὶ ἐρεῖς πρὸς Ἐζεκίαν ἡγούμενον τοῦ λαοῦ· Τάδε λέγει Κύριος ὁ Θεὸς ∆αβὶδ πατρός σου· Ἤκουσα τῆς προσευχῆς σου, καὶ εἶδον τὰ δάκρυά σου· ἰδοὺ ἐγὼ ἰάσομαί σε ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ, καὶ ἀναβήσῃ εἰς τὸν οἶκον Κυρίου, καὶ προσθήσω ἐπὶ τὰς ἡμέρας σου ἔτη δεκαπέντε, καὶ ἐκ χειρὸς βασιλέως Ἀσσυρίων ῥύσομαί σε, καὶ τὴν πόλιν ταύτην.» «Μεταβαίνοντι αὐτῷ ἀπὸ τοῦ ὄρους, ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί. Καὶ ἰδοὺ λεπρὸς προσελθὼν προσεκύνει αὐτῷ, λέγων· Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι. Καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ, λέγων· Θέλω, καθαρίσθητι. Καὶ εὐθέως ἐκαθαρίσθη.» «Εἰσελθόντι αὐτῷ εἰς Καπερναοὺμ, προσῆλθεν αὐτῷ ἑκατοντάρχης, παρακαλῶν αὐτὸν, καὶ λέγων· Κύριε, ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικὸς, δεινῶς βασανιζόμενος. Καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν. Καὶ ἀποκριθεὶς ὁ ἑκατόνταρχος, ἔφη· Κύριε, οὐκ εἰμὶ ἱκανὸς, ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· ἀλλὰ μόνον εἰπὲ λόγον, καὶ ἰαθήσεται ὁ παῖς μου. Καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν, ἔχων ὑπ' ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ· Πορεύθητι, καὶ πορεύεται· καὶ ἄλλῳ, Ἔρχου, καὶ ἔρχεται· καὶ τῷ δούλῳ μου, Ποίησον τοῦτο, καὶ ποιεῖ. Ἀκούσας δὲ ὁ Ἰησοῦς, εἶπεν[τοῖς ἀκολουθοῦσιν]· Ἀμὴν λέγω ὑμῖν, οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον. Καὶ εἶπεν τῷ σοι.» «Ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν Πέτρου, εἶδε τὴν πενθερὰν αὐτοῦ πυρέσσουσαν· καὶ ἥψατο τῆς χειρὸς αὐτῆς, καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός.» «Παράγοντι τῷ Ἰησοῦ ἠκολούθησαν αὐτῷ δύο τυφλοὶ κράζοντες καὶ λέγοντες· Ἐλέησον ἡμᾶς, Κύριε, υἱὸς ∆αβίδ. Λέγει αὐτοῖς ὁ Ἰησοῦς· Πιστεύετε, ὅτι δύναμαι τοῦτο ποιῆσαι; Λέγουσιν αὐτῷ· Ναὶ, Κύριε. Τότε ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν λέγων· Κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν. Καὶ ἀνεῴχθησαν αὐτῶν οἱ ὀφθαλμοί. Αὐτῶν δὲ ἐξερχομένων, ἰδοὺ προσήνεγκαν αὐτῷ ἄνθρωπον κωφὸν δαιμονιζόμενον· καὶ ἐκβληθέντος τοῦ δαιμονίου, ἐλάλησεν ὁ κωφός.» «Μεταβὰς ὁ Ἰησοῦς ἐκεῖθεν, ἦλθεν εἰς τὴν συναγωγὴν αὐτῶν. Καὶ ἰδοὺ