186
καθάπερ ἄμπελον ἐξ Αἰγύπτου μεταγαγὼν, καὶ πᾶσαν κατὰ τὴν ὁδὸν δωρησάμενος εὐκολίαν, ἐν τῇ τῶν Χαναναίων αὐτὸν κατεφύ τευσας γῇ. ιαʹ, ιβʹ. "Ἐκάλυψεν ὄρη ἡ σκιὰ αὐτῆς, καὶ αἱ ἀναδενδράδες αὐτῆς τὰς κέδρους τοῦ Θεοῦ. Ἐξέτεινε τὰ κλήματα αὐτῆς ἕως θαλάσσης· καὶ ἕως ποταμῶν τὰς παραφυάδας αὐτῆς." Ἄμπελον τροπικῶς τὸν λαὸν ὀνομάσας, ἐπέμεινε τῇ τροπῇ· καὶ ὄρη μὲν καλεῖ τὴν τῶν ὁμόρων ἐθνῶν ἰσχύν· σκιὰν δὲ ταῦτα καλύπτουσαν τὴν τοῦ Ἰσραὴλ δυναστείαν τούτοις ἐπιτεθεῖσαν· κέδρους δὲ τοῦ Θεοῦ τοὺς ὑψηλοὺς ἄρχοντας, τοὺς ὑπὸ τοῦ Θεοῦ τὸ ἄρχειν εἰληχότας· ἀναδενδράδας δὲ τὰς κέδρους συγκαλυπτούσας, τὴν Ἰσραηλιτικὴν βασιλείαν περιφανεστέραν τούτων γεγενημένην. Τοῦτο δὲ καὶ ἐπὶ τοῦ μακαρίου ∆αβὶδ, καὶ ἐπὶ τοῦ Σολομῶντος, μεμαθήκαμεν γεγενῆσθαι. Ὁ μὲν γὰρ [μέγας] ∆αβὶδ οὐ μόνον παρὰ τῶν Ἀλλοφύλων, καὶ Ἰδουμαίων, καὶ Ἀμμανιτῶν, καὶ Μωαβιτῶν, ἀλλὰ καὶ παρὰ Σύρων ἑκατέρων, δασμὸν 80.1516 ἐκομίζετο· πρὸς δὲ τὸν Σολομῶντα καὶ ἡ Αἰθιό πων ἔδραμε βασιλίς· οὕτω παρὰ πᾶσιν ἐγένετο πολυθρύλλητος. Κλήματα δὲ τῆς ἀμπέλου, τοῦ λαοῦ λέγει τὸ πλῆθος· παραφυάδας δὲ, τοὺς προσηλύτους, τοὺς ἐκ τῶν ἐθνῶν προσεληλυθότας, καὶ τὴν θείαν ὑποδεξαμένους ἐπίγνωσιν. ∆ιὰ πάντων δὲ τὴν προ τέραν εὐκληρίαν ἐδήλωσε τοῦ λαοῦ. ιγʹ. "Ἱνατί καθεῖλες τὸν φραγμὸν αὐτῆς, καὶ τρυγῶσιν αὐτὴν πάντες οἱ παραπορευόμενοι τὴν ὁδόν;" Τί δήποτε τῆς σῆς αὐτὴν προνοίας ἐγύ μνωσας, καὶ πεποίηκας τοῖς ἀδικεῖν βουλομένοις εὐ χείρωτον; Φραγμὸν δὲ τὴν ἀσφάλειαν κέκληκεν. Ὃ γάρ ἐστιν ἀμπελῶνι φραγμὸς, τοῦτο ἡ τοῦ Θεοῦ πρόνοια τοῖς αὐτῆς ἠξιωμένοις. "Παραπο ρευομένους δὲ ὁδὸν," τοὺς πολεμίους. Καθάπερ γὰρ οἱ ὁδοιπόροι τὴν ἄφρακτον καὶ ἀφύλακτον ἄμπελον τρυγῶσιν ἀδεῶς, καὶ τὸν αὐτῆς ἀφαιροῦνται καρπόν· οὕτως ὁ τῆς θείας γεγυμνωμένος Κηδεμονίας τοῖς ἀδικεῖν ἐθέλουσιν εὐχείρωτος γίνεται. ιδʹ. "Ἐλυμήνατο αὐτὴν ὗς ἐκ δρυμοῦ· καὶ μο νιὸς ἄγριος κατενεμήσατο αὐτήν." Τὰς διαφόρους τῶν Ἀσσυρίων ἐφόδους διὰ τούτων ἐδήλωσε. Σαλμα νασὰρ γὰρ καὶ Σεναχηρεὶμ τὰς ἄλλας ἐξεπόρθησαν πόλεις· ὁ δὲ Ναβουχοδονόσορ, τὴν Ἱερουσαλὴμ πο λιορκήσας, τοὺς τὸν θάνατον διαφυγόντας ἐξηνδρα ποδίσατο. Καὶ ἐπειδὴ ἄμπελον τὸν Ἰσραὴλ προσηγόρευσεν, εἰκότως ὗν ἄγριον ὠνόμασε τὸν τούτου πολέμιον· διαφερόντως δὲ τόδε τὸ θηρίον ἀμπέλων ἐπίβουλον. Μονιὸν δὲ ἄγριον καλεῖ, τὸν καθ' ἑαυτὸν διάγοντα σῦν, ὃς τῶν ἄλλων ἐστὶν ἀγριώτερος, ἅτε δὴ καὶ τὴν πρὸς αὐτοὺς κοινω νίαν ἀποστρεφόμενος. Ἐπειδὴ τοίνυν καὶ ὁ Ναβου χοδονόσορ τῶν ἄλλων βασιλέων θηριωδέστερος ἦν, εἰκότως αὐτὸν ὠνόμασε μονιὸν ἄγριον. ιεʹ, ιʹ. "Ὁ Θεὸς τῶν δυνάμεων, ἐπίστρεψον δὴ, καὶ ἐπίβλεψον ἐξ οὐρανοῦ, καὶ ἴδε· καὶ ἐπίσκεψαι τὴν ἄμπελον ταύτην. Καὶ κατάρτισαι αὐτὴν, ἣν ἐφύτευσεν ἡ δεξιά σου." Ἱκετεύω σε τοίνυν τὸν δυνατὸν ∆εσπότην, ἰδεῖν ἄνωθεν τῆς ἀμπέλου τὴν λώβην, καὶ θεραπείας ἀξιῶσαι τὸ πάθος. Ἡ σὴ γὰρ αὐτὴ πρόνοια τὴν προτέραν ἔδωκεν εὐκληρίαν. ∆εξιὰν δὲ καλεῖ τὴν Πρόνοιαν. "Καὶ ἐπὶ Υἱὸν ἀν θρώπου, ὃν ἐκραταίωσας ἑαυτῷ." Ἐνταῦθα τὴν ἐκεῖθεν βλάστησιν τοῦ ∆εσπότου διδάσκει Χριστοῦ. Ἱκετεύει γὰρ ἐπιμελείας ἀξιωθῆναι τὴν ἄμπελον, διὰ τὸν ἐξ αὐτῆς ληφθησόμενον ναὸν, ὃν Υἱὸν ἀν θρώπου σαφῶς προσηγόρευσεν. Οὕτω καὶ ὁ Κύριος 80.1517 ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις, καίτοι Θεὸς ὢν ὁμοῦ καὶ ἄνθρωπος, Υἱὸν ἀνθρώπου ἑαυτὸν ὀνομάζει, ἀπὸ τῆς ὁρωμένης φύσεως τὴν προσηγορίαν τιθείς. ∆ι δάσκει τοίνυν ὁ προφητικὸς λόγος, τοὺς δορυαλώτους γεγενημένους ἱκετεῦσαι τὸν τῶν ὅλων Θεὸν, φειδώ τινα τῆς ἀμπέλου ποιήσασθαι διὰ τὴν ἐκεῖθεν φυο μένην σωτήριον ῥίζαν. Οὕτω γὰρ ἑαυτὸν καὶ ὁ Κύριος ὀνομάζει λέγων· "Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινὴ, ὑμεῖς τὰ κλήματα, καὶ ὁ Πατήρ μου ὁ γεωργός ἐστιν." Ὡς γὰρ ἄνθρωπος, ἄμπελός ἐστιν· ὡς δὲ Θεὸς, καὶ γεωργὸς, σπείρων σπέρμα καλὸν ἐν τῷ ἀγρῷ αὑτοῦ. Ἐπειδὴ γὰρ ἐκ ταύτης ἐβλάστησε τῆς ἀμπέλου, τῆς ἀχρήστου γεγενη μένης, καὶ ἀκάνθας ἀντὶ βοτρύων τῷ γεωργῷ προσ ενεγκούσης, αὐτὸς ἀληθινὴ