186
παραβάσεσιν οὐκ ὀλίγους, ἐκεῖνος καὶ νῦν ἐπὶ ἀθετήσει τῆς Χριστοῦ εἰκόνος τὴν κοινωνίαν οἰκονομίαν δογματίσας τοὺς ἀνόμως πεισθέντας συγκατέπτωσε. Καὶ τοιοῦτος μὲν αὐτός, σὺ δὲ μεμακαρισμένος, καὶ θρηνήσας, καὶ ἄμφω τὼ χεῖρε συνανελκύσας τὸν πατέρα καὶ εἰς τὴν αὐτὴν ὁμολογίαν πάλιν καθιδρύσας· οὕτω γὰρ ἔχει. καὶ χαῖρε, ὅτι ζῶν ἐστιν ἐν Κυρίῳ, κἂν τεθνήκει πρῶτον· πατάξει γάρ, φησίν, καὶ μοτώσει καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσει. τίς ταῦτα; ὁ Λάζαρον τετραήμερον ἐγείρας ἐκ τάφου καὶ τὸν σὸν νῦν δ' αὖ καὶ ἐμὸν πατέρα ζωοποιήσας. γήθου, γήθου καὶ μηκέτι κλαῖε Μαρθαϊτικά, ἐφ' ὅσον οἷόν τε καὶ ἀπὸ τοῦ δεῦρο βοηθῶν αὐτῷ, ᾧτινι καὶ ἐπέστειλα. 282 {1Σεργίῳ ὑπάτῳ τοῦ ἀερικοῦ}1 Πάλαι ἂν ἐπέστειλα τῇ εὐγενείᾳ σου, δεδιδαγμένος μὴ ἀτονεῖν τοῦ φιλικοῦ καθήκοντος, ἀλλ' ἡ τῶν πραγμάτων μεταβολὴ ὑπενάρκησέ μου τὴν χεῖρα, μή πως ἀπευκτὸς ὦ καὶ τοῖς ἄγαν φίλοις, ἀλλοιωθεῖσιν οὐ τὴν καλὴν ἀλλοίωσιν καὶ ἧς ἔργον οὐκ ἐκ τοῦ κατόπιν εἰς τὸ πρόσω φέρεσθαι, ἀλλὰ τὴν ἐναντίαν καὶ πρὸς τὸ ἐναντίως καθυπάγεσθαι. ἐπεὶ δὲ οὐ τῶν τοιούτων ὁ τοσοῦτος τὴν ἀρετήν, πέπεικα ἐμαυτὸν ἐπὶ τὸ γράφειν ἐλθεῖν. καὶ δὴ διὰ τῆσδε τῆς γραφίδος προσφθέγγομαί σε τὸν ἐμὸν δεσπότην καὶ διαφερόντως ἐραστήν, οὗ πολλὴ μὲν ἡ γνῶσις, πατρόθεν δὲ ἠργμένη ἡ εὐσέβεια, καὶ οὗ τὸ συστέλλειν ἑαυτὸν τῶν πολλῶν καὶ θεῷ συγγίνεσθαι μᾶλλον ἐράσμιον, ὀλίγα δὲ φροντίζειν Καίσαρος καὶ τῶν περὶ Καίσαρα ἰδιώτατον. πῶς οὖν, ὦ φιλότης (παρρησιάσεται γὰρ ὁ λόγος), ὁ τηλικοῦτος ἐν τοῖς ὁρωμένοις ὑπήχθης; ἀρκετὸν γὰρ ἐν τοσούτῳ δηλῶσαι τὸ προκείμενον, αἰδοῖ τῆς περιεπούσης σε τιμιότητος. Ἀλλὰ φεῦ τῆς ὀλισθηρᾶς φύσεως τῶν ἀνθρώπων· ταῦτα μὲν ὁ καιρὸς τοῖς κατὰ καιρὸν τὰς πίστεις μεταμείβουσιν, ἀλλ' οὐ παγίοις καὶ περὶ τοῦ αὐτοῦ ὡσαύτως ἀεὶ ἔχουσι. σὲ δὲ ὅμως εὔχομαι ὁ ταπεινὸς τοῖς ἐν μέσῳ ἐγκαλινδούμενον ὀλίγα μὲν τοῖς κατὰ βίον κύμασιν ἁλμυροῖς ῥαντίζεσθαι, ἄσπιλον δὲ ὁμοῦ καὶ ἄμωμον τὸν τῆς ὀρθοδοξίας χιτῶνα διατηρεῖν. 283 {1Ναυκρατίῳ τέκνῳ}1 Βραχέσι συλλαβαῖς ἀμείβομαί σου, τέκνον ἠγαπημένον, τοὺς πλείστους λόγους τῶν ἐγκωμίων, οὓς ἐπαΐω, δεδιὼς σφόδρα μὴ ὢν τοιοῦτος, ἀλλ' οἷος ὁ ἐρριμμένος ἐν τριοδίᾳ διὰ νεκρότητα ἁμαρτημάτων, οὔτε λόγῳ οὔτε ἔργῳ εὐηρεστηκὼς πώποτε τῷ θεῷ μου. εἴη δ' ἂν τῆς ὑμετέρας εὐχῆς ἔργον ἄρξασθαί με ἀπὸ τοῦ δεῦρο θεοσεβεῖν ἐν τῷ κτήσασθαί με καινὴν καρδίαν, μισοῦσαν καὶ βδελυττομένην τὴν ὡς ἀληθῶς μυσαρὰν ἁμαρτίαν καὶ ἀγαπῶσαν τὴν μόνην ἐφετὴν καὶ ἐρασμιωτάτην ἀρετήν, ἥτις ἐστὶν ὁ θεός. Σὺ δέ, ὦ παῖ καλέ, νῆφε ἐν πᾶσιν, ἔργον ποιῶν εὐαγγελιστοῦ διὰ τῆς καλλίστης σου διακονίας· οἶδα γάρ σε διατεινόμενον ὧδε κἀκεῖ καὶ φροντίζοντα πολλῶν ὡς οἰκονόμον θεοῦ. εἰ καὶ βρέμει ἀπειλῆς ὁ κρατῶν, μὴ πτοοῦ· οὐ γὰρ ἔδωκεν ἡμῖν ὁ θεὸς πνεῦμα δειλίας, ἀλλὰ δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ. εἰ καὶ τοῖς σημείοις οὐκ εἴκουσιν οἱ ὑπεναντίοι, μὴ θαυμάσῃς, ἀλλὰ μακροθύμει· οὔτε γὰρ ἐκεῖνοι ἄλλως εἰς τὸ ἀναπληρῶσαι αὐτῶν τὰς ἁμαρτίας εἴκουσιν οὔτε οἱ τοῦ θεοῦ εἰς τὸ κομίσασθαι τὴν μισθαποδοσίαν· δι' ἐλπίδος γὰρ καὶ πίστεως καὶ ὑπομονῆς πάντες οἱ ἅγιοι εἰλήφασι τὰς ἐπαγγελίας· ὥστε μὴ ζήτει καιροὺς καὶ προθεσμίας λήξεως τῶν κακῶν· τότε λωφήσουσιν, ὁπόταν συμφέρον ἡμῖν. διὸ τὸν προκείμενον ἡμῖν ἀγῶνα τρέχωμεν, ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Χριστόν· ὅς, πέποιθα, τελειώσειεν ἡμῶν τὸν δρόμον, ἱλεούμενος ἱκεσίαις πατρικαῖς σὺν πάσαις ἁγίων. Προσειπὲ τοὺς ἀδελφοὺς πάντας, ἐξαιρέτως τὸ ˉδ, τὸ ˉθ, τὸ ˉλ. οἱ σὺν ἐμοὶ πλεῖστά σε προσαγορεύουσιν. 284 {1Τῷ αὐτῷ}1 Εἰ καὶ οὐκ ἐδεξάμεθά σου γράμματα, τέκνον ἠγαπημένον, διὰ τοῦ ἀδελφοῦ Θεοδούλου, ἀγνοίᾳ σου ἀπάραντος καὶ ὡς ἐπ' ἄλλης ὁδοῦ, ἀλλ' οὖν ἡμεῖς καλῶς ἔχειν ἐνομίσαμεν ἐπιστεῖλαί σοι, γνωρίζοντες ὅτι χάριτι Χριστοῦ ὑγιαίνομεν σωματικῶς. εἴη δὲ καὶ κατὰ ψυχὴν ἐρρῶσθαι ἡμᾶς τοὺς ταπεινοὺς διὰ τῆς ὑμῶν δεήσεως καὶ ἐπικλήσεως τοῦ μακαρίου μου πατρός, ὅτι οὐκ