186
ἐπανακρίνει αὐτόν. ὁ δὲ πρὸς αὐτὸν ἐνωμότως ἔφη, ὅτι "πάντα ἅπερ λέγω σοι ἀληθῆ ὑπάρχει. ἀλλὰ καὶ χίλιοι ταξάτοι σὺν τῷ τουρμάρχῃ ἐκεῖ εἰσῆλθον· πᾶσαν δὲ ὕπαρξιν τῶν ἐκεῖσε καὶ τὰς ἀπόρους φαμιλίας ἐξήγαγε τῶν ἐκεῖ." ταῦτα ἀκούσας γράφει τῷ στρατηγῷ, ὅτι "ἐλθὲ ἐγγὺς μοῦ, καὶ εἰρηνεύω μετὰ σοῦ, καὶ πάντα ὡς θέλεις ποιῶ." θεωρήσας δὲ ὁ στρατηγὸς 390 ὅτι ἐπὶ Μασαλαιὸν ἐπλησίασεν, καὶ ὅτι ἐν ἄλλαις πέντε ἡμέραις παρέρχεται τὰς ἐπαρχίας αὐτοῦ, πέμπει πρὸς αὐτὸν δύο ὑπάτους καὶ δηλοῖ αὐτῷ, ὅτι "τὰ γράμματά σου ἐδεξάμην καὶ τὴν προαίρεσίν σου ἀπεδεξάμην, καὶ ἰδοὺ ἔρχομαι πρὸς σέ. ἀλλ' ὡς ἐπίστασαι, στρατηγός εἰμι, καὶ χρήματα καὶ ἄργυρος καὶ λαός μοι ἔχει ἀκολουθῆσαι. πέμψον μοι περὶ ἑκάστου λόγον. καὶ εἰ μέν, καθὼς ἐπιζητῶ ἐξ ὑμῶν, γένηται τὸ πρᾶγμά μου, εὖ καὶ καλῶς, ἐπεὶ κἂν ἀζήμιος καὶ ἄθλιπτος ἐπανελεύσομαι." τῶν οὖν ὑπάτων καταφθασάντων αὐτὸν εἰς Θεοδοσιανά, λέγει πρὸς αὐτοὺς ὁ Μασαλμᾶς· "ᾔδειν ὅτι ἐμπαίζει με ὁ στρατηγὸς ὑμῶν." ἐκεῖνοι δὲ ἔφησαν· "μὴ γένοιτο." τότε πεποιηκὼς ὃν ἐπεζήτησαν λόγον, ἀπολύει αὐτούς. ἐν ὅσῳ οὖν οἱ ὕπατοι μετὰ τοῦ ἐνυπογράφου λόγου πρὸς τὸν στρατηγὸν ἀπήρχοντο, ὁ Μασαλμᾶς πλήθη πολλὰ ἔχων καὶ μὴ δυνάμενος πώποτε στῆναι παραγίνεται εἰς Ἀκροϊνόν. ἰδὼν δὲ ὁ στρατηγός, ὅτι παρῆλθε τὰς ἐπαρχίας αὐτοῦ, ἐπὶ τὴν Νικομήδειαν ἀπέρχεται. περιτυχὼν δὲ τὸν τοῦ Θεοδοσίου υἱὸν χειροῦται τοῦτον μετὰ πάσης τῆς βασιλικῆς ὑπουργίας καὶ τῶν ἐν τέλει ἀνδρῶν τοῦ παλατίου. ὁ δὲ Μασαλμᾶς κατελθὼν εἰς Ἀσίαν ἐκεῖ παρεχείμασεν, καὶ Οὔμαρος ἐν Κιλικίᾳ. ὁ δὲ στρατηγὸς παραλαβὼν τὸν υἱὸν τοῦ βασιλέως καὶ συμβουλευσάμενος τοῖς σὺν αὐτῷ ἔρχεται εἰς Χρυσόπολιν. γνοὺς δὲ Θεοδόσιος τὰ πραχθέντα καὶ βουλευσάμενος Γερμανὸν τὸν πατριάρχην καὶ τὴν σύγκλητον, ἔλαβε λόγον διὰ τοῦ αὐτοῦ πατριάρχου παρὰ Λέοντος τῆς αὐτοῦ ἀβλαβείας καὶ τοῦ ἀσάλευτον φυλάττειν τὴν ἐκκλησίαν, καὶ οὕτως ἐγχειρίζει αὐτῷ τὴν βασιλείαν. Θεοδόσιος δὲ σὺν τῷ υἱῷ αὐτοῦ κληρικοὶ γεγονότες τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς αὐτῶν ἐν εἰρήνῃ διῆξαν. ἐλθὼν δὲ Μασαλμᾶς ἐν τῇ Περγάμῳ ταύτην παρεκάθισε καὶ παραχωρήσει θεοῦ ταύτην παρέλαβεν, ἐκ διαβολικῆς ἐνεργείας. εἰσηγήσεσι γάρ τινος μάγου ἐνέγκαντες οἱ τῆς πόλεως ἔγκυον γυναῖκα πρὸς τὸ τεκεῖν οὖσαν, ταύτην ἀνέτεμον· καὶ λαβόντες τὸ βρέφος καὶ ἐπὶ κακκάβου ἑψήσαντες, εἰς τὴν τοιαύτην θεοβδέλυκτον θυσίαν πάντες οἱ πολεμεῖν βουλόμενοι 391 τὰ μανίκια τῆς δεξιᾶς αὐτῶν χειρὸς κατέβαψαν καὶ ἐντεῦθεν τοῖς ἐχθροῖς παρεδόθησαν. Ῥωμαίων βασιλεὺς Λέων ὁ Ἴσαυρος ἔτη κδʹ. σθʹ. ψθʹ. αʹ. γʹ. γʹ. ιβʹ. Τούτῳ τῷ ἔτει Λέων ἐβασίλευσεν ἐκ τῆς Γερμανικέων καταγόμενος, τῇ ἀληθείᾳ δὲ ἐκ τῆς Ἰσαυρίας. ὑπὸ δὲ Ἰουστινιανοῦ τοῦ βασιλέως σὺν τοῖς γονεῦσι μετοικίζεται ἐν Μεσημβρίᾳ τῆς Θρᾴκης ἐν τῇ πρώτῃ αὐτοῦ βασιλείᾳ· ἐν δὲ τῇ δευτέρᾳ αὐτοῦ βασιλείᾳ ἐρχομένου αὐτοῦ μετὰ τῶν Βουλγάρων, ὑπήντησεν αὐτῷ μετὰ δώρων προβάτων φʹ. θεραπευθεὶς δὲ ὁ Ἰουστινιανὸς σπαθάριον αὐτὸν εὐθέως πεποίηκεν, καὶ ἔσχεν αὐτὸν ὡς γνήσιον φίλον. φθόνῳ δὲ φερόμενοί τινες πρὸς αὐτὸν διέβαλον αὐτὸν ὡς τῆς βασιλείας ὀρεγόμενον. ζητήσεως δὲ γενομένης περὶ τούτου, ὡς συκοφάνται κατησχύνθησαν. ὁ δὲ τοιοῦτος λόγος ἔκτοτε ἤρξατο ὑπὸ πολλῶν λαλεῖσθαι. ὁ οὖν Ἰουστινιανὸς εἰ καὶ προφανῶς βλάψαι τοῦτον οὐκ ἠθέλησεν, ἀλλ' οὖν βρόμος τις αὐτῷ κατ' αὐτοῦ ἐντίθεται, καὶ ἀποστέλλει αὐτὸν ἐν Ἀλανίᾳ μετὰ χρημάτων πρὸς τὸ συγκινῆσαι τοὺς Ἀλανοὺς κατὰ Ἀβασγίας, τῶν Σαρακηνῶν ἐπικρατούντων τήν τε Ἀβασγίαν καὶ Λαζικὴν καὶ Ἰβηρίαν. ὁ δὲ ἀπελθὼν ἐν τῇ Λαζικῇ τὰ μὲν χρήματα ἀπέθετο ἐν τῷ Φάσιδι, ὀλίγους δὲ λαβὼν τῶν ἐντοπίων ἀπῆλθεν εἰς Ἀψιλίαν, καὶ ὑπερβὰς τὰ Καυκάσια ὄρη ἦλθεν ἐν Ἀλανίᾳ. ὁ δὲ Ἰουστινιανὸς θέλων ἀπολέσαι αὐτόν, πέμψας ἐπῆρε τὰ χρήματα ἐκ τοῦ Φάσιδος· οἱ δὲ Ἀλανοὶ τὸν σπαθάριον μετὰ πάσης τιμῆς δεξάμενοι καὶ τῶν λόγων αὐτοῦ ὑπακούσαντες εἰσῆλθον καὶ ᾐχμαλώτευσαν τὴν Ἀβασγίαν. ὁ δὲ τῶν Ἀβασγῶν κύριος