187
ποηφάγοις χλόην, καὶ τοῖς μὲν κρέα, τοῖς δὲ σπέρματα, ἡμῖν δὲ σῖτον πρὸς τροφὴν πρόσφορον καὶ κατάλληλον καὶ ἕτερα διάφορα, τὰ μὲν πρὸς χρῆσιν, τὰ δὲ πρὸς ὑγείαν, τὰ δὲ πρὸς τέρψιν. Ἐπὶ τούτοις οὖν ἅπασιν ὑμνητὸς ὑπάρχεις τῆς εἰς πάντας εὐεργεσίας διὰ Χριστοῦ, δι' οὗ σοὶ δόξα, τιμὴ καὶ σέβας ἐν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας· ἀμήν. Ἐπὶ δὲ τῶν ἐν Χριστῷ ἀναπαυσαμένων μετὰ τὸ προσφωνῆσαι τὰ τῆς πρώτης εὐχῆς, ἵνα μὴ πάλιν λέγωμεν, ὁ διάκονος προσθήσει καὶ ταῦτα· Καὶ ὑπὲρ τῶν ἀναπαυσαμένων ἐν Χριστῷ ἀδελφῶν ἡμῶν δεηθῶμεν, ὑπὲρ τῆς κοιμήσεως τοῦδε ἢ τῆσδε δεηθῶ μεν, ὅπως ὁ φιλάνθρωπος Θεὸς προσδεξάμενος αὐτοῦ τὴν ψυχὴν παρίδῃ αὐτῷ πᾶν ἁμάρτημα ἑκούσιον καὶ ἀκούσιον, καὶ ἵλεως καὶ εὐμενὴς γενόμενος κατατάξῃ εἰς χώραν εὐσεβῶν ἀνειμένων εἰς κόλπους Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ μετὰ πάντων τῶν ἀπ' αἰῶνος εὐαρεστησάντων καὶ ποιησάντων τὸ θέλημα αὐτοῦ, ἔνθα ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγ μός. Ἐγειρώμεθα· ἑαυτοὺς καὶ ἀλλήλους τῷ ἀϊδίῳ Θεῷ διὰ τοῦ ἐν ἀρχῇ Λόγου παραθώμεθα. Καὶ ὁ ἐπίσκοπος λεγέτω· Ὁ τῇ φύσει ἀθάνατος καὶ ἀτελεύτητος, παρ' οὗ πᾶν ἀθάνατον καὶ θνητὸν γέγονεν, ὁ τὸ λογικὸν ζῷον τὸν ἄνθρωπον τὸν κοσμοπολίτην θνητὸν ἐκ κατασκευῆς ποιήσας καὶ ἀνά στασιν ἐπαγγειλάμενος, ὁ τὸν Ἐνὼχ καὶ τὸν Ἠλίαν θανάτου πεῖραν μὴ ἐάσας λαβεῖν· ὁ Θεὸς Ἀβραὰμ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακὼβ οὐχ ὡς νεκρῶν ἀλλ' ὡς ζώντων Θεὸς εἶ· ὅτι πάντων αἱ ψυχαὶ παρὰ σοὶ ζῶσιν καὶ τῶν δικαίων τὰ πνεύματα ἐν τῇ χειρί σού εἰσιν, ὧν οὐ μὴ ἅψηται βάσανος· πάντες γὰρ οἱ ἡγιασμένοι ὑπὸ τὰς χεῖράς σού εἰσιν· αὐτὸς καὶ νῦν ἔπιδε ἐπὶ τὸν δοῦλόν σου τόνδε, ὃν ἐξελέξω καὶ προσελάβου εἰς ἑτέραν λῆξιν, καὶ συγχώρησον αὐτῷ, εἴ τι ἄκων ἢ ἑκὼν ἐξήμαρτεν, καὶ ἀγγέλους εὐμενεῖς παρά στησον αὐτῷ· καὶ κατάταξον αὐτὸν ἐν τῷ κόλπῳ τῶν πατριαρχῶν καὶ τῶν προφητῶν καὶ τῶν ἀποστόλων καὶ πάντων τῶν ἀπ' αἰῶνός σοι εὐαρεστησάντων, ὅπου οὐκ ἔνι λύπη καὶ ὀδύνη καὶ στεναγμός, ἀλλὰ χῶρος εὐσεβῶν ἀνει μένος καὶ γῆ εὐθέων σοὶ ἀνακειμένη καὶ τῶν ἐν αὐτῇ ὁρώντων τὴν δόξαν τοῦ Χριστοῦ σου, δι' οὗ σοὶ δόξα, τιμὴ καὶ σέβας, εὐχαριστία καὶ προσκύνησις ἐν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας· ἀμήν. Καὶ ὁ διάκονος λεγέτω· Κλίνατε καὶ εὐλογεῖσθε. Καὶ ὁ ἐπίσκοπος εὐχαριστείτω ὑπὲρ αὐτῶν λέγων τάδε·