1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

187

Ἀναβάντες οὖν κατέβαλον τὸν δίκαιον, καὶ ἤρξαντο λιθάζειν αὐτόν. ἐν ᾗ καταβληθεὶς οὐκ ἀπέθανεν, ἀλλὰ στραφεὶς ἔθηκε τὰ γόνατα λέγων· παρακαλῷ κύριε θεὲ πάτερ, ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασι τί ποιοῦσιν. οὕτως δὲ καταλιθοβολούντων αὐτὸν εἷς τῶν ἱερέων τῶν υἱῶν Ῥηχάβ, υἱοῦ Ῥαχαείμ, τῶν μαρτυρουμένων ὑπὸ Ἱερεμίου, ἔκραξε λέγων· παύσασθε, τί ποιεῖτε; εὔχεται ὑπὲρ ἡμῶν ὁ δίκαιος. καὶ λαβών τις ἀπ' αὐτῶν εἷς τῶν γναφέων τὸ ξύλον, ἐν ᾧ ἀποπιέζει τὰ ἱμάτια, ἤνεγκε κατὰ τῆς κεφαλῆς τοῦ δικαίου. καὶ οὕτως ἐμαρτύρησε· καὶ ἔθαψαν αὐτὸν ἐπὶ τῷ τόπῳ παρὰ τῷ ναῷ, καὶ ἐπ' αὐτοῦ στήλη μένει παρὰ τῷ ναῷ. μάρτυς οὗτος ἀληθὴς Ἰουδαίοις τε καὶ Ἕλλησι γεγένηται, ὅτι Ἰησοῦς ὁ Χριστός ἐστι. καὶ εὐθὺς Οὐεσπασιανὸς πολιορκεῖ αὐτούς. 413 Ταῦτα μὲν Ἡγήσιππος τῶν τοῦ καθ' ἡμᾶς ὀρθοῦ λόγου ἀξιόπιστος συγγραφεὺς ὀρθῶς ἱστορεῖ, ᾧ καὶ Ἰώσηππος οὐκ ἀπᾴδοντα συμφωνεῖ γράφων ταύτην γενέσθαι τὴν αἰτίαν τῆς κατὰ Οὐεσπασιανὸν ἁλώσεως Ἰουδαίων. Ἰωσήππου περὶ τῶν αὐτῶν Ταῦτα δὲ συμβέβηκεν Ἰουδαίοις κατ' ἐκδίκησιν Ἰακώβου τοῦ δικαίου, ὃς ἦν ἀδελφὸς Ἰησοῦ τοῦ λεγομένου Χριστοῦ, ἐπειδήπερ δικαιότατον αὐ τὸν ὄντα Ἰουδαῖοι ἀπέκτειναν. Ὁ δὲ νεώτερος Ἄνανος, ὃν τὴν ἀρχιερωσύνην εἴπαμεν παρειληφέναι, θρασὺς ἦν τὸν τρόπον καὶ τολμητὴς διαφερόντως. αἵρεσιν δὲ μετῄει τὴν Σαδδουκαίων, οἵπερ εἰσὶ περὶ τὰς κρίσεις ὠμοὶ παρὰ πάντας τοὺς Ἰουδαίους, καθὼς ἤδη δεδηλώκαμεν. ἅτε δὴ τοιοῦτος ὢν ὁ Ἄνανος, νομίσας ἔχειν καιρὸν ἐπιτήδειον διὰ τὸ τεθνάναι μὲν Φίστον, Ἀλβῖνον δὲ ἔτι κατὰ τὴν ὁδὸν ὑπάρχειν καθίζει συνέδριον κριτῶν καὶ παραγαγὼν εἰς αὐτὸ τὸν ἀδελφὸν Ἰησοῦ τοῦ Χριστοῦ λεγόμενον, Ἰάκωβος ὄνομα αὐτῷ, καί τινας ἑτέρους, ὡς κατὰ παρανομησάντων κατηγορίαν ποιησάμενος, παραδέ δωκε καταλευσθησομένους. ὅσοι δὲ ἐδόκουν ἐπιεικέστατοι τῶν κατὰ τὴν πόλιν εἶναι καὶ τὰ περὶ τοὺς νόμους ἀκριβεῖς, βαρέως ἤνεγκαν ἐπὶ τούτῳ, καὶ πέμπουσι πρὸς τὸν βασιλέα κρύφα παρακαλοῦντες αὐτὸν ἐπιστεῖλαι τῷ Ἀνάνῳ μηκέτι τοιαῦτα πράττειν· μηδὲ γὰρ τὸ πρῶτον ὀρθῶς αὐτὸν πεποιηκέναι· τινὲς δὲ ἐκ τῶν κατὰ τὸν Ἀλβῖνον ὑπαντιάζουσιν ἀπὸ τῆς Ἀλεξανδρείας ὁδοιποροῦντι, καὶ διδάσκουσιν ὡς οὐκ ἐξὸν ἦν Ἀνάνῳ χωρὶς τῆς αὐτοῦ γνώμης καθίσαι συνέδριον. Ἀλβῖνος δὲ πεισθεὶς τοῖς λεγομένοις γράφει μετ' ὀργῆς τῷ Ἀνάνῳ λή ψεσθαι παρ' αὐτοῦ δίκας ἀπειλῶν. καὶ ὁ βασιλεὺς Ἀγρίππας διὰ τοῦτο τῆς ἀρχιερωσύνης ἀφελόμενος αὐτὸν ἄρξαντα μῆνας τρεῖς Ἰησοῦν τὸν Ἰδαμμαίου κατέστησε.

414 ΚΟΣΜΟΥ ΕΤΗ ΕΦΞΓ Τῆς θείας σαρκώσεως ἔτη ξγʹ Τὰ ὑπόλοιπα τοῦ

Νέρωνοσ Νέρων πρῶτος κατὰ Χριστιανῶν κινήσας διωγμὸν πρὸς τῷ τέλει τῆς αἰσχίστης ζωῆς καὶ βασιλείας αὐτοῦ, καθ' ὃν Πέτρος καὶ Παῦλος ἐμαρ τύρησαν οἱ θεῖον ἀπόστολοι, πολλοὺς καὶ ἄλλους Χριστιανῶν ἀνεῖλε, πλείονας ἐκδιώξας. Νέρων τοὺς θείους ἀποστόλους Πέτρον καὶ Παῦλον ἀνελών, πολλούς τε Χριστιανῶν διαφθείρας καὶ πλείονας διώξας, ἐπὶ τούτοις κιθαρῳδίαις καὶ τραγῳδίαις κατά τε Ῥώμην καὶ τὴν Ἑλλάδα πομπεύων, Ἰσθμίοις καὶ Πυθίοις καὶ Ἠλείοις καὶ Ἀκτίοις ἐστεφανοῦτο κήρυξιν ἅρματι πωλικῷ καὶτῷ τελείῳ καὶ δεκαπώλῳ· μεταθέμενος καὶ τὴν ὀλυμπιάδα κατὰ σκηνῆς αἰσχρῶς ἑαυτὸν ὑπεδείκνυ. Τότε καὶ τὸν Ἰσθμὸν ἠβουλήθη διορύξαι πρὸς τὸ γενέσθαι νῆσον τὴν Πελοπόννησον. Οὗτος εἰς Ῥώμην ἐπανελθὼν ἐκ τῆς Ἑλλάδος ἐκεῖθεν πάλιν εἰς Ἄργοςφεύγει πειρασθεὶς ἐπαναστάσεως καὶ ὑπό τινος τῶν οἰκετῶν βιαίως ἀναι ρεῖται, ὡς δὲ ἕτεροι, ἑαυτὸν διαχειρισάμενος τέθνηκεν. Οὐεσπασιανὸς ὑπατικὸς ἀνὴρ δυνατὸς ὑπὸ Νέρωνος κατὰ Ἰουδαίων ἀποστάντων πεμφθεὶς καὶ δυσὶ πολέμοις τούτους τρεψάμενος ἀπέκλεισεν. Ἰώσηππος δὲ στρατηγῶν Ἰουδαίων μόλις περισωθεὶς θεσπίζει τῷ Οὐεσπασιανῷ τὰ τῆς Νέρωνος τελευτῆς καὶ τῆς αὐτοῦ βασιλείας. Νέρων υἱοθετήθη μὲν τῷ πρὸ αὐτοῦ