187
ἄλλων ὄντα. καταστάντων δὲ εἰς λόγους, τοιαῦτα πρὸς αὐτὸν ὁ μέγας δομέστικος διειλέχθη· «οὐδένα οἴομαι τῶν πάντων, εἰ μὴ παντάπασι ἀπεστέρηται φρενῶν, μὴ πρός τι τέλος ἀποβλέποντα ὁτῳδήποτε ἐπιχειρεῖν. διὸ τήν τε ἀποστασίαν πρῶτον καὶ τὴν ἐπὶ τῇ πολιορκίᾳ νῦν δοκοῦσαν μεγαλοψυχίαν οὐκ ἄλλου του ἕνεκα ἑλέσθαι ὑμᾶς νομίζω ἢ ὥστε Νικηφόρῳ τῷ τοῦ δεσπότου παιδὶ εἰς τὴν ἀρχὴν καὶ ὑμῖν αὐτοῖς εἰς εὐπραγίαν ὠφέλειάν τινα ἐργάσασθαι. σκεψώμεθα δὴ ἐπ' ἀμφοτέρων· κἂν μέν τινα ἐκ τῶν εἰργασμένων ἢ ἐξ ὧν αὐτοὶ ἐλπίζετε δυνώμεθα εὑρεῖν, ταῦτα πράττειν ἐξ ὧν ἂν εἰς πέρας ἔλθοι τὰ βεβουλευμένα· ἂν δ' ἐναντίως ἔχοντα ἢ αὐτοὶ ὑπονοῆτε, μὴ μόνον μὴ ἀφίστασθαι 1.529 τῶν μὴ ὀρθῶς ἐχόντων, ἀλλὰ καὶ ἐμοὶ πείθεσθαι παραινοῦντι τὰ συνοίσοντα. ὑμεῖς τοίνυν βασιλέως ἀποστάντες οὐδὲν εἰς ὑμᾶς ἀγνωμονήσαντος, προσεχωρήσατε τοῖς Ταραντίνοις οὐχ ἁπλῶς οὐδὲ ἀλόγως, ἀλλ' οἰόμενοι τῇ ἐκείνων συμμαχίᾳ Ἀκαρνανίαν δυνήσεσθαι ὑπάγειν ἑαυτοῖς. τοῦτο δὲ οὐδὲ ὀλίγου δεῖ τοῦ εἶναι δυνατόν. αὐτοὶ γὰρ ἀφ' ἑαυτῶν ἰδίᾳ κινούμενοι πλεονεξίᾳ πολλάκις Ἀκαρνᾶσι στρατῷ μεγάλῳ ἐπεστράτευσαν καὶ τὴν χώραν ἐκάκωσαν ὅσα μάλιστα ἐξῆν· πόλεως δὲ οὐδεμιᾶς ἠδυνήθησαν κύριοι γενέσθαι, οὔτε ὅπλοις βιασάμενοι οὔτε πολιορκίᾳ ἀναγκάσαντες ὁμολογίᾳ παραδοῦναι, ἀλλ' ἀνεχώρησαν ὧν ἦγον ἀποβαλόντες οὐκ ὀλίγους, πλὴν εἰ μὴ ὧν αὐτοῖς ἑκόντες οἱ Ἀκαρνανίας ἄρχοντες παρεχώρησαν, Βοντίτζης καὶ Ναυπάκτου καὶ Βοθρεντοῦ, ὥστε ἔχειν αὐτοὺς συμμάχους πρὸς τὸν πρὸς βασιλέα Ῥωμαίων πόλεμον. οἳ οὖν Ἀκαρνᾶσι μόνοις πολεμοῦντες οὐδὲν ἠδυνήθησαν ἀνύσαι πλέον, τίς ἐλπὶς περιγενέσθαι νῦν καὶ βασιλέως παρόντος ἅμα στρατιᾷ, ὃς πρότερόν τε καὶ νῦν ῥᾷον ἐξαρκεῖ Ἀκαρνᾶσιν ὁμοῦ καὶ Ταραντίνοις πολεμεῖν; οὐ μὴν ἀλλ' οὐδὲ ὑμῖν ἐλπὶς Ἀκαρνάνων τινὰς συναποστῆναι· καὶ οἳ γὰρ πρότερον Ῥώγιοι καὶ Ἀρταῖοι συναπέστησαν, καλῶς περὶ σφῶν αὐτῶν βουλευσάμενοι τὰ δέοντα, βασιλεῖ τὰς πόλεις παραδόντες προσεχώρησαν καὶ σφίσι τε αὐτοῖς αἴτιοι ἐγένοντο εὐπραγίας. πολλῶν γὰρ ἐπέτυχον τῶν βασιλέως εὐεργεσιῶν καὶ τοῖς πολίταις τοῖς αὐτῶν. ὡς μὲν οὖν εἰ καὶ ἥξουσι Ταραντῖνοι, 1.530 ὀλίγα ἢ οὐδὲν λυσιτελήσουσιν ὑμῖν, δέδεικται ἡμῖν· ὅτι δὲ οὐδὲ ἥξουσι τὴν ἀρχὴν, αὐτόθεν ἤδη πειράσομαι κατάδηλον ποιεῖν. πᾶς γὰρ ὁστισοῦν ἰδίων ἕνεκα ἐγκλημάτων ἢ ἑτέροις συμμαχῶν ἁπτόμενος πολέμου, ἐν ἀρχαῖς μὲν μάλιστα καὶ χρήμασι καὶ ὅπλοις ἐῤῥωμένος ἔχεται προθύμως· ἐὰν δὲ ἅπαξ καὶ δὶς ἐπιχειρήσας σφαλῇ, ἀμβλύνεται. πριγκίπισσα τοιγαροῦν, ὡς αὐτοί τε οἴεσθε καὶ ἡμεῖς οὐκ ἂν ἔξαρνοι γενοίμεθα, προθύμως τοῦ ὑπὲρ ὑμῶν πολέμου ἁπτομένη ἐν ἐνιαυτῷ μάλιστα, ᾧ πολεμεῖσθε ὑφ' ἡμῶν, παρασκευαζομένη, νῦν τὰς δέκα ταύτας πέπομφε τριήρεις, οἳ οὐχ ὅτιγε ὑμῖν, ἀλλ' οὐδὲ ἑαυτοῖς ἀμύνειν οἷοί τέ εἰσιν. ἐμοῦ γὰρ παρὰ θάλασσαν ἐστρατοπεδευμένου, οὔτε ἀπέβησαν οὔτε ἀποβῆναι οἷοί τέ εἰσιν, ἀλλ' ὀλίγον ἀπεοίκασιν ἀψύχων. λείπεται δὴ οὖν κεναῖς χερσὶ πρὸς τὴν πέμψασαν ἐπανελθεῖν. ἐκείνη δὲ ὁρῶσα ὡς οὐκ ὀλίγων τινῶν ἀναλωμάτων οὐδὲ φαύλης πραγματείας ὁ πρὸς βασιλέα δεῖται πόλεμος, ἀποσχήσεται ἐπιχειροῦσα ἀδυνάτοις· ὑμῖν δὲ ἐρήμοις τῆς ἐκεῖθεν βοηθείας λειπομένοις οὐδὲν ἄλλο λείπεται ἢ σφᾶς αὐτοὺς ἐν ἀνδραπόδων μοίρᾳ παραδοῦναι ἐνδείᾳ πιεσθέντας καὶ δούλους καὶ ἀναστάτους γενέσθαι, ἢ πολιορκουμένους ἐνταῦθα ἀπολέσθαι πανδημεὶ ἐν φρουρίῳ πνιγηρῷ καὶ πλήρει δυσωδίας κατακεκλεισμένους. ἔξεστιν οὖν συνορᾷν τὴν ὠφέλειαν, ἧς αὐτοί τε καὶ Νικηφό 1.531 ρος ὁ ὑμῶν δεσπότης ἀπολαύσεται ἐκ τῆς ἀποστασίας. εἰ δ' ἄρα καὶ συγχωρήσαιμεν παρασκευῇ μεγάλῃ Ταραντίνους ἐκ τῆς οἰκείας ὁρμηθέντας ἐνθάδε ἥκειν, ἄδηλον μὲν εἰ καὶ οὕτω δυνήσονται ἡμᾶς Ἀκαρνανίας ἐξελάσαι, οἳ οὐδὲ πρὸς μόνους Ἀκαρνᾶνας, καίτοι γε πολλάκις ἐπιχειρήσαντες, ἴσχυσαν χωρὶς ζημίας ἀπαλλάξαι πολεμοῦντες. εἰ δ' ἄρα καὶ τοῦτο δοίημεν, τὸ ἡμῶν αὐτοὺς ὀφθέντας κρείττους παραστήσασθαι τὰς πόλεις, τότε γε ὑμῖν τὰ πράγματα οὐδεμιᾶς βέλτιον ἕξει δυσπραγίας. ἀνάγκη γὰρ ὑμᾶς αὐτοῖς