187
δύσεως, φωνὴ ἀπὸ τῶν τεσσάρων ἀνέμων, φωνὴ ἐπὶ ̔Ιεροσόλυμα καὶ τὸν ναόν, φωνὴ ἐπὶ νυμφίους καὶ νύμφας, φωνὴ ἐπὶ πάντα τὸν λαόν. καὶ περιῄει τὴν πόλιν ταῦτα κεκραγὼς μεθ' ἡμέραν καὶ νύκτωρ. παιόμενος δὲ διὰ τὸ κακόφημον, ὁ δὲ οὐδὲν ετερον η τὰς αὐτὰς ἐβόα φωνάς. ἀναχθεὶς δὲ καὶ πρὸς τὸν τῆς χώρας ἐπιτροπεύοντα τότε ̔Ρωμαῖον, καὶ καταξανθεὶς μάστιξιν, ουθ' ἱκέτευσεν ουτ' ἐδάκρυσεν, ἀλλὰ τὴν φωνὴν ὀλοφυρτικῶς παρακλίνων πρὸς ἑκάστην πληγὴν Αἰαῖ ̔Ιεροσολύμοις ἐβόα, μέχρι καταγνοὺς μανίαν αὐτοῦ ὁ ̓Αλβῖνος, ουτος γὰρ ἐπετρόπευε τότε, ἀπέλυσεν αὐτόν. ὁ δ' εκτοτε μέχρι τοῦ πολέμου Αἰαῖ ̔Ιεροσολύμοις ἐθρήνει. ἐν δὲ ταῖς ἑορταῖς μάλιστα τὴν σκυθρωπὴν ἐκεκράγει κληδόνα. καὶ τοῦτ' ἐποίει ἐπὶ ετη ἑπτὰ καὶ μῆνας πέντε, μέχρις ου κατὰ τὴν πολιορκίαν περιιὼν ἐπὶ τοῦ τείχους Αἰαῖ πάλιν τῇ πόλει καὶ τῷ ναῷ καὶ τῷ λαῷ διαπρυσίως ἐβόα. ὡς δὲ τελευταῖον προσέθηκεν Αἰαῖ κἀμοί, λίθος ἐκ τοῦ πετροβόλου πλήξας αὐτὸν εκτεινε. ̔Ρωμαῖοι δὲ τῶν μὲν στασιαστῶν καταπεφευγότων εἰς τὴν πόλιν, καιομένου δὲ τοῦ ναοῦ καὶ τῶν πέριξ ἁπάντων, κομίσαντες τὰς σημαίας εἰς τὸ ἱερὸν μετὰ μεγίστων εὐφημιῶν τὸν Τίτον ἀπέφηναν αὐτοκράτορα. ουτω δὲ ταῖς ἁρπαγαῖς οἱ στρατιῶται πάντες ἐχρηματίσαντο ωστε κατὰ τὴν Συρίαν πρὸς 2.70 ημισυ τῆς πάλαι τιμῆς τὸν σταθμὸν τοῦ χρυσίου πιπράσκεσθαι. Οἱ δὲ ἀνὰ τὸν τοῖχον τοῦ ναοῦ, ὡς ειρηται, ἀνελθόντες ἱερεῖς, ἐπὶ πέντε ἡμέραις προσκαρτερήσαντες καὶ λιμώξαντες, κατέβησαν ἱκετεύοντες τυχεῖν σωτηρίας. ὁ δὲ Τίτος καὶ τὸν τῆς συγγνώμης καιρὸν παρελθεῖν εφησε, καὶ τοῦ ναοῦ οἰχομένου καὶ τοὺς ἱερεῖς συναπολέσθαι αὐτῷ δεῖν εἰπὼν κολασθῆναι τοὺς ανδρας ἐκέλευσεν. Οἱ δὲ περὶ τοὺς τυράννους διαδρᾶναι μὴ ἰσχύοντες προσκαλοῦνται τὸν Τίτον εἰς λόγους. καὶ ος ηκε, καὶ τὴν ἀπόνοιαν αὐτοῖς ἐξωνείδισε, καὶ ῥίψασι τὰ οπλα καὶ παραδοῦσι τὰ σώματα χαρίζεσθαι τὴν ζωὴν ἐπηγγέλλετο. καὶ οἱ λῃσταὶ δεξιὰν μὲν μὴ δύνασθαι παρ' αὐτοῦ λαβεῖν εφησαν, ὀμωμοκότες μηδέποτε τοῦτο ποιήσειν, εξοδον δὲ ᾐτοῦντο μετὰ γυναικῶν καὶ τέκνων, καὶ καταλείψειν τὴν πόλιν αὐτῷ. ἠγανάκτησε πρὸς ταῦτα ὁ Τίτος, καὶ μήτε αὐτομολεῖν ετι τινὰ σφῶν ἐκέλευσε μήτε δεξιᾶς ἐλπίζειν τυχεῖν, φείσεσθαι γὰρ οὐδενός, μάχεσθαι δὲ καὶ σώζειν ὡς δύναιντο ἑαυτούς. τοῖς δὲ στρατιώταις ἐμπιπρᾶν τὴν πόλιν καὶ διαρπάζειν ἐκέλευσεν· οἱ δὲ τὸ πῦρ ἐνίεσαν πανταχοῦ. οἱ στασιασταὶ δὲ ἐπὶ τὴν βασιλικὴν οἰκίαν ὁρμήσαντες, εἰς ην δι' ὀχυρότητα πολλοὶ τὰς κτήσεις ἀπέθεντο, τούς τε ̔Ρωμαίους ἀπ' αὐτῆς τρέπονται καὶ τὸ συνηθροισμένον αὐτόθι τοῦ δήμου πᾶν φονεύσαντες, εἰς ὀκτακισχιλίους καὶ τετρακοσίους ἀριθμουμένους, τὰ χρήματα διήρπασαν. τῇ δ' ἑξῆς ̔Ρωμαῖοι τρεψάμενοι τοὺς λῃστὰς ἐκ τῆς κάτω πόλεως, τὰ μέχρι τοῦ Σιλωὰμ πάντα ἐνέπρησαν. καιομένην δὲ τὴν πόλιν ὁρῶντες οἱ στασιασταί, ἱλαροῖς τοῖς προσώποις ευθυμοι τὴν τελευτὴν προσδέ2.71 χεσθαι ελεγον. ουτε δὲ παραδοῦναι ἑαυτοὺς ὑπέμενον ουτε πολεμεῖν ̔Ρωμαίοις οιοί τε ησαν, σκιδνάμενοι δὲ κατὰ τὰ εμπροσθεν τῆς πόλεως, ει τινας αὐτομολεῖν ἐθέλοντας ευρισκον, ἀπέσφαττον. καὶ οὐδεὶς ἐν τῇ πόλει τόπος γεγύμνωτο, ἀλλ' απας η λιμοῦ νεκρὸν ειχεν η στάσεως. εθαλπε δὲ τούς τε τυράννους καὶ τὸ σὺν αὐτοῖς λῃστρικὸν ἐλπὶς ἐσχάτη τῶν ὑπονόμων, εἰς ους εἰ καταφύγοιεν, οὐ προσεδόκων ἐρευνηθήσεσθαι· ἀναζευξάντων δὲ τῶν ̔Ρωμαίων ἐθάρρουν προελθεῖν τε καὶ ἀποδρᾶναι. τὸ δὲ ην αρα ονειρος· ουτε γὰρ τὸν θεὸν ουτε ̔Ρωμαίους λήσειν εμελλον. ην δὲ καὶ πρὸς ἀλλήλους ἐν ταῖς ἁρπαγαῖς πόλεμος αὐτοῖς. Καῖσαρ δέ, ὡς ἀμήχανον ην τὴν ανω πόλιν ἑλεῖν χωμάτων ατερ, ουσαν περίκρημνον, διανέμει τοῖς εργοις τὴν δύναμιν. Κατὰ ταύτας ουν τὰς ἡμέρας οἱ τῶν ̓Ιδουμαίων ἡγεμόνες πέμψαντες ανδρας πέντε πρὸς Τίτον ἱκέτευον δοῦναι αὐτοῖς δεξιάν. ὁ δὲ καὶ τοὺς τυράννους ἐνδώσειν ἐλπίσας ἀποσπασθέντων τῶν ̓Ιδουμαίων κατανεύει τὴν σωτηρίαν αὐτοῖς. καὶ ὁ Σίμων γνοὺς τὴν γνώμην αὐτῶν, τοὺς μὲν πέντε τοὺς ἐντυχόντας τῷ Τίτῳ αὐτίκα ἀναιρεῖ, τοὺς δ' ἡγεμόνας συλλαβὼν ειργνυσιν·