187
ἄνθρωπος ἦν τὴν χεῖρα ἔχων ξηράν. Τότε λέγει τῷ ἀνθρώπῳ· Ἔκτεινον τὴν χεῖρά σου, καὶ ἐξέτεινεν, καὶ ἀποκατεστάθη ὑγιὴς ὡς ἡ ἄλλη.» «Προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας. Καὶ παρεκάλουν αὐτὸν, ἵνα μόνον ἅψωνται τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ. Καὶ ὅσοι ἥψαντο, διεσώθησαν.» «Ἰδοὺ γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα,» καὶ τὰ λοιπά. «Προσῆλθον αὐτῷ ὄχλοι πολλοὶ ἔχοντες μεθ' ἑαυτῶν χωλοὺς, τυφλοὺς, κωφοὺς, 96.56 κυλλούς. Καὶ ἔῤῥιψαν αὐτοὺς παρὰ τοὺς πόδας Ἰησοῦ, καὶ ἐθεράπευσεν αὐτούς.» «Προσῆλθεν αὐτῷ ἄνθρωπος γονυπετῶν αὐτὸν, καὶ λέγων· Κύριε, ἐλέησόν μου τὸν υἱὸν, ὅτι σεληνιάζεται, καὶ πολλάκις πίπτει εἰς τὸ πῦρ, καὶ πολλάκις εἰς τὸ ὕδωρ. Καὶ εἶπεν ὁ Ἰησοῦς· Φέρετέ μοι αὐτὸν ὧδε. Καὶ ἐπετίμησεν αὐτῷ, καὶ ἐξῆλθεν ἀπ' αὐτοῦ τὸ δαιμόνιον.» «Ἰδοὺ δύο τυφλοὶ καθήμενοι παρὰ τὴν ὁδὸν, καὶ ἔκραξαν λέγοντες· Ἐλέησον ἡμᾶς, Κύριε, υἱὲ ∆αβίδ. Καὶ ἐφώνησεν αὐτοὺς, καὶ εἶπεν· Τί θέλετε ποιήσω ὑμῖν; Λέγουσιν αὐτῷ· Κύριε, ἵνα ἀνεωχθῶσιν ἡμῶν οἱ ὀφθαλμοί. Σπλαγχνισθεὶς δὲ ὁ Ἰησοῦς, ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν, καὶ ἀνέβλεψαν.» «Ἦν ἄνθρωπος, καὶ εἶχεν τριάκοντα ὀκτὼ ἔτη ἐν τῇ ἀσθενείᾳ αὑτοῦ· καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· Θέλεις ὑγιὴς γενέσθαι;» καὶ τὰ ἑξῆς. «Ταῦτα εἰπὼν, ἔπτυσεν χαμαὶ, καὶ ἐποίησε πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ἐνέχρισεν ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ, καὶ εἶπεν αὐτῷ· Ὕπαγε, νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλοάμ. Καὶ νιψάμενος ἦλθε βλέπων.» «Ἰδοὺ ἀνὴρ Ἰάειρος πεσὼν παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, παρεκάλει αὐτὸν εἰσελθεῖν εἰς τὸν οἶκον αὐτοῦ, ὅτι θυγάτηρ μονογενὴς ἦν αὐτῷ ὡς ἐτῶν δώδεκα, καὶ αὕτη ἀπέθνησκεν. Ἐν δὲ τῷ ὑπάγειν αὐτὸν γυνὴ οὖσα ἐν ῥύσει αἵματος, ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ, καὶ παραχρῆμα ἔστη ἡ ῥύσις τοῦ αἵματος αὐτῆς.» «Ἔτι λαλοῦντος, ἐπορεύθη τις ἀπὸ τοῦ ἀρχισυναγώγου, λέγων αὐτῷ, ὅτι Τέθνηκεν ἡ θυγάτηρ σου· μὴ σκύλλε τὸν διδάσκαλον. Καὶ ἐλθὼν εἰς τὴν οἰκίαν, καὶ κρατήσας τῆς χειρὸς αὐτῆς, ἐφώνησε λέγων· Ἡ παῖς, ἐγείρου. Καὶ ἐπέστρεψεν τὸ πνεῦμα αὐτῆς.» «Ἰδοὺ γυνὴ ἔχουσα πνεῦμα ἀσθενείας ἔτη δεκαπέντε, καὶ ἦν συγκύπτουσα, καὶ μὴ δυναμένη ἀνακύψαι εἰς τὸ παντελές. Εἶπεν δὲ αὐτῇ ὁ Ἰησοῦς· Γύναι, ἀπολέλυσαι τῆς ἀσθενείας σου· καὶ παραχρῆμα ἀνωρθώθη.» «Ἦν ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ, καὶ ἀνέκραξεν λέγων· Ἔα, τί ἡμῖν καὶ σοὶ, Ἰησοῦ Ναζαρηνέ; Ἦλθες ἀπολέσαι ἡμᾶς. Καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς· Φιμώθητι, καὶ ἔξελθε ἀπ' αὐτοῦ. Καὶ ἐξῆλθεν ἀπ' αὐτοῦ.» «Ἔρχονται πρὸς αὐτὸν παραλυτικὸν φέροντες, καὶ ἀπεστέγασαν τὴν στέγην, καὶ χαλῶσι τὸν κράββατον ἐφ' ᾧ ὁ παραλυτικὸς κατέκειτο. Ἰδὼν δὲ ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν, λέγει τῷ παραλυτικῷ· Ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου. Ἔγειρε, καὶ ἆρον τὸν κράββατόν σου, καὶ περιπάτει. «Ἦλθεν ὁ Ἰησοῦς εἰς τὴν χώραν τῶν Γαδαρηνῶν, καὶ ὑπήντησεν αὐτῷ ἐκ τῶν μνημείων ἄνθρωπος ἐξερχόμενος ἐν πνεύματι ἀκαθάρτῳ. Ἰδὼν δὲ τὸν Ἰησοῦν μακρόθεν, ἔδραμεν καὶ προσεκύνησεν αὐτὸν, καὶ κράξας φωνῇ μεγάλῃ λέγει· Τί ἐμοὶ καὶ σοὶ, υἱὲ τοῦ Θεοῦ τοῦ Ὑψίστου; Ὁρκίζω σε τὸν Θεὸν, μή με βασανίσῃς. Καὶ ἐπηρώτησεν αὐτόν· Τί ὄνομά σοι; Καὶ λέγει αὐτῷ· Λεγεὼν ὄνομά μοι. Καὶ 96.57 παρεκάλουν αὐτὸν, ἵνα μὴ ἐξαποστείλῃ αὐτοὺς ἔξω τῆς χώρας. Ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων βοσκομένη, καὶ παρεκάλουν αὐτὸν οἱ δαίμονες λέγοντες· Πέμψον ἡμᾶς εἰς τοὺς χοίρους, ἵνα εἰς αὐτοὺς εἰσέλθωμεν. Καὶ ἐπέτρεψεν αὐτοῖς ὁ Ἰησοῦς. Καὶ ἐξελθόντα τὰ πνεύματα τὰ ἀκάθαρτα, εἰσῆλθον εἰς τοὺς χοίρους· ἦσαν δὲ δισχίλιοι.» «Φέρουσι δὲ αὐτῷ κωφὸν μογίλαλον καὶ παρακαλοῦσιν αὐτὸν, ἵνα ἐπιθῇ αὐτῷ τὴν χεῖρα. Καὶ ἔβαλε τοὺς δακτύλους αὐτοῦ εἰς τὰ ὦτα αὐτοῦ, καὶ ἥψατο τῆς γλώσσης αὐτοῦ, καὶ ἰάθη εὐθέως.» «Φέρουσιν αὐτῷ τυφλὸν, καὶ ἔθηκε τὰς χεῖρας αὐτοῦ ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ ἀνέβλεψεν.» «Εἶπε Πέτρος· Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι· ὃ δὲ ἔχω, τοῦτό σοι δίδωμι· Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ περιπάτει. Καὶ παραχρῆμα ἐστερεώθησαν αὐτοῦ αἱ βάσεις, καὶ τὰ σφυρὰ, καὶ περιεπάτει.» «∆ιὰ τῶν χειρῶν τῶν ἀποστόλων ἐγένετο σημεῖα καὶ τέρατα ἐν τῷ λαῷ