15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
αὐτοῦ», ὡς τότε μὴ καταλαβόντες ὅσον ἐστὶ τὸ ὁρώμενον. μεταλήψονται δὲ καὶ ἄρτου οὐ σωματικοῦ τε καὶ ῥέοντος, ὣς δὲ καὶ οἴνου οὐκ ἐξ ἀμπέλου πηγάζοντος, ἀλλ' αὐτοῦ τοῦ θείου σώματος νοηταῖς καὶ θείαις ἐδωδαῖς ἐς τὸ ἀεὶ κορεννύμενοι, καινῶς μετὰ τοῦ θείου ἑστιά τορος τῷ συμποσίῳ συνευφρανθήσονται. Εἰ δ' ὅτι ἀνωτέρω τοῦ λόγου εἴρηκα συμφαγεῖν μὲν τὸν κύριον ἱστο ρεῖσθαι τοῖς μαθηταῖς μετὰ τὴν ἀνάστασιν, μὴ μέντοι γε συμπιεῖν, διὰ τοῦτο τὸ ἐν ταῖς Πράξεσι τοὺς πολλοὺς θράττει ῥητόν, ὃ δὴ δημηγορῶν ὁ Πέτρος φησὶν ὅτι «συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ», ἴστωσαν ὡς πρὸς δύο ταῦτα τοὺς πολλοὺς τότε ταράττοντα ἀπήντησαν οἱ ἀπόστολοι. οἱ μὲν γὰρ μὴ ἀνεστηκέναι τὸν κύριον ᾤοντο, οἱ δὲ τοῦτο μὲν προσίεντο, μεθ' ἑτέρου δὲ σώματος ἀυλοτέρου καὶ κρείττονος. πρὸς μὲν οὖν τὸ πρῶτον ὁ Πέτρος ἀπαντᾷ, ὅτι καὶ «συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ»· οὐ γὰρ ψιλῶς ἡμῖν ἐφαντάσθη ἀναστὰς ἐν σκιαῖς τισι καὶ εἰδώλοις, ἵνα τοῖς ὀφθαλμοῖς ἀπιστήσωμεν, οὐδὲ προσιοῦσιν ὑπέρρει τε καὶ ὑπέτρεχεν, ὥσπερ δή φασι τὰ τῶν «καμόντων εἴδωλα» ἁφὴν ἀνθρωπίνην μὴ ὑφιστά μενα, ἀλλὰ ξυμπίνουσιν ἡμῖν καὶ συνεσθίουσι παρεγένετο, οὐκ αὐτὸς ἐσαεὶ συμπίνων ἐκείνοις καὶ συνεσθίων (τοῦτο γὰρ ἅπαξ ποτὲ πεποίηκε, τὸ σῶμα πιστούμενος), ἀλλ' ὅτι ἐκείνοις συνεστιωμένοις συνῆν. ἡ γὰρ πρόθεσις ἐνταῦθα τῆς τῶν μαθητῶν συνεστιάσεως τυγχάνει δηλωτικόν, οὐ μέντοι γε συμπεριληπτικὸν καὶ τοῦ κυρίου αὐτοῦ ὅσον εἰς τὴν τῶν τρο φῶν μετάληψιν. ὁ δέ γε εὐαγγελιστής, πρὸς τοὺς οἰομένους ἄλλο ἐγηγέρ θαι σῶμα ἀπαντῶν, τὸν κύριον εἰσάγει καὶ μετὰ τὴν ἐκ τῶν νεκρῶν ἔγερσιν εἰς πίστωσιν τοῦ ἀναστάντος σώματος τροφῆς ἁψάμενον. πλὴν εἰ καὶ τὸ ἕτερον πεποίηκε, θάτερον δὲ παρῆκεν, οὐδὲν τῷ λόγῳ λυμαίνεται τῆς ἀληθείας· κἂν ἄμφω δὲ ἐπ' ὄψεσι τῶν μαθητῶν προσηνέγκατο, δε δόσθω τὸ μὲν διῃρημένως τὸν εὐαγγελιστὴν εἰσαγαγεῖν, τὸ δὲ συνῃρημέ νως τὸν Πέτρον. ἀλλ' ἡμῖν ὁ λόγος προέβη εἰς τὸ λεπτότερον τὴν ἐξ ἀρχῆς συνιστῶσιν ἐπίλυσιν, ἥν, διότι τὴν πόσιν ἑαυτῷ μόνον ἀπηγόρευσεν ὁ κύριος, ἀλλ' οὐχὶ καὶ τὴν ἑστίασιν, ἐπηγάγομεν.
81 [..] Εἰς τὸ «προέκοπτεν ὥσπερ ἡλικίᾳ, οὕτω δὴ καὶ σοφίᾳ καὶ χάριτι» Καὶ τοῦτο τῶν δυσκαταμαθήτων καὶ λίαν ἐργώδη κεκτημένων τὴν νόησιν, πῶς ὁ καθ' ἡμᾶς γεγονὼς λόγος «προέκοπτεν ἡλικίᾳ καὶ χάριτι». ζητεῖ γὰρ ὁ λόγος τίς ἡ τοῦ τελείου προκοπή, καὶ πῶς μετὰ τῆς ἡλικίας καὶ ἡ χάρις αὐτῷ ἐλάμβανε τὴν ἐπαύξησιν. ἐφ' ἡμῶν γὰρ ἀτελῶν ὄντων τὸ μέν τι εἰσαγωγή ἐστι, τὸ δὲ προκοπή, τὸ δὲ φωτισμός, τὸ δὲ τελείωσις· δεῖ γάρ τινα προσαχθῆναι τῇ ἀρετῇ, εἶτα κατὰ ταύτην τὴν προκοπὴν ἔχειν, καὶ μετὰ ταῦτα τῷ φωτὶ λαμπρυνθῆναι τῆς γνώσεως, καὶ τέλος τῆς ἀκροτάτης τυχεῖν τελειώσεως· οὕτω γὰρ καὶ τῷ θείῳ ∆ιονυσίῳ διατετύ πωται ταῦτα καὶ προεξήτασται. ὁ δὲ θεὸς κατά τε τὴν θεότητα καὶ τὴν ἀνθρωπότητα τέλειος ὤν, ποίᾳ προέκοπτε χάριτι; πᾶσα γὰρ προκοπὴ ἐκκοπὴ μέν ἐστι τοῦ ἀτελοῦς, πρόσληψις δὲ τοῦ τελειοτέρου· ἐφ' οὗ δὲ ἡ τελειότης εὐθύς, οὐκ ἔχει χώραν ἡ προκοπή. ἀλλ' ὁ εὐαγγελιστὴς προκόπτειν αὐτὸν ἡλικίᾳ καὶ χάριτι ἀκριβῶς πάνυ διισχυρίζεται· ζητη τέον οὖν ἡμῖν τὸ τῆς προκοπῆς ἐνταῦθα μυστήριον, ὃ δὴ τοιοῦτόν ἐστιν. Ὁ θεῖος λόγος τὴν ἡμετέραν φύσιν ἀναλαβὼν καὶ μέχρι τούτου συγκατα βὰς ἡμῖν ἐν δυσὶ φύσεσι μία ὑπόστασις ἦν· πρόσωπον γὰρ ὢν ἓν τῆς ὅλης θεότητος, τὸ αὐτὸ δὴ τοῦτο καὶ τῆς ὅλης ἐχρημάτισεν ἀνθρωπότητος καὶ γέγονεν ἐκ δυοῖν φύσεων ἕν. οὐ μέντοι γε ἐν τῇ καθ' ὑπόστασιν ἑνώσει τὰς συνεληλυθυίας φύσεις διέχεεν, ἀλλὰ καίτοι γε λαμπρᾶς οὕτω τῆς ἀντιδόσεως γενομένης, τὸ ἀσύγχυτον διεσώθη ταῖς φύσεσιν, οὔτε