187
γέγονεν ἄμπελος, καὶ κλήματα ἐβλάστησε μέγιστα, τῶν εἰς αὐτὸν πε πιστευκότων τὸ πλῆθος. Τούτων ἀληθῶς ἡ σκιὰ ἐκάλυψε τὰ ὄρη, καὶ αἱ ἀναδενδράδες τὰς κέδρους. Αὕτη ἀληθῶς ἡ ἄμπελος ἐξέτεινε τὰ κλήματα ἕως θαλάσσης, καὶ ἕως ποταμῶν τὰς παραφυάδας αὐτῆς. [Οὐδὲ γάρ ἐστι τόπος, οὐκ ἔστιν ὑπὸ τὸν οὐρανὸν, ἐν ᾧ οὐχ ἵδρυνται τῆς ἀμπέλου ταύτης αἱ θεῖαι ληνοί.] ∆ιὰ ταύτην ἱκετεύουσι κἀκείνην ἀπολαῦσαι φειδοῦς, τὰ παντοδαπὰ αὐτῆς διηγούμενοι πάθη. ιζʹ. "Ἐμπεπυρισμένη πυρὶ, καὶ ἀνεσκαμμένη." Ἐντεῦθεν μάλιστα δῆλον, ὡς τὰ κατὰ τὸν Βαβυ λώνιον ὁ ψαλμὸς καὶ οὐ τὰ κατὰ τὸν Ἀντίοχον, ὡς τισὶν ἔδοξε, προθεσπίζει. Ὁ Βαβυλώνιος γὰρ καὶ τὸν νεὼν ἐνέπρησε, καὶ τῆς πόλεως τὸ πλεῖστον πυρὶ παραδέδωκεν· οὕτω καὶ ἐνταῦθά φησιν, ὅτι οὐ μόνον τὸν καρπὸν ἀπῆλθον τρυγήσαντες, ἀλλὰ καὶ ἀνέσκαψαν, καὶ πρόῤῥιζον αὐτὴν ἀνέσπασαν, καὶ πυρὶ κατηνάλωσαν. "Ἀπὸ ἐπιτιμήσεως τοῦ προσ ώπου σου ἀπολοῦνται." [Ἀλλὰ σοῦ φαινομένου καὶ κινουμένου, φροῦδοι γενήσονται παντελῶς καὶ τὸν ὄλεθρον δέξονται.] ιηʹ. "Γενηθήτω ἡ χείρ σου ἐπ' ἄνδρα δεξιᾶς σου, καὶ ἐπὶ υἱὸν ἀνθρώπου ὃν ἐκραταίωσας σεαυτῷ." [̓Απολαύσωμεν τοίνυν τῆς σῆς κηδεμονίας διὰ τὸ οὕτω σε φιλανθρωπίᾳ νικώμενον ἐξ ἡμῶν σαρκοῦ σθαι· Υἱὸν δὲ ἀνθρώπου τὸν Κύριον τῆς δόξης ὀνο μάζει· περὶ οὗ Παῦλος· "Εἰ γὰρ ἔγνωσαν, οὐκ αὐτὸν Κύριον τῆς δόξης ἐσταύρωσαν."] ιθʹ. "Καὶ οὐ μὴ ἀποστῶμεν ἀπὸ σοῦ." [Ἀψευ 80.1520 δὴς γὰρ ὑπάρχεις τὰς σὰς πληρῶσαι ὑποσχέσεις.] Ταύτης γὰρ ἐξ ἡμῶν λαμβανομένης τῆς ἀπαρχῆς, πᾶσα τῶν ἀνθρώπων ἡ φύσις τὸν ἀληθῆ Θεὸν ἐπι γνώσεται, καὶ τὴν γεγενημένην φιλανθρωπίαν ὑμνή σει. "Ζωώσεις ἡμᾶς, καὶ τὸ ὄνομά σου ἐπικαλεσό μεθα." Τῷ τρόπῳ δὲ τούτῳ καὶ τοῦ θανάτου τὸ κράτος λυθήσεται, καὶ ἡμεῖς τῆς ζωῆς τῆς αἰωνίου τευξόμεθα, σὲ προσκυνοῦντες τὸν Σωτῆρα Θεόν. κʹ. "Κύριε ὁ Θεὸς τῶν δυνάμεων, ἐπίστρεψον ἡμᾶς· καὶ ἐπίφανον τὸ πρόσωπόν σου, καὶ σωθη σόμεθα." ∆ιὰ ταῦτα τοίνυν ἅπαντα, καὶ τὴν ἐσομένην δι' ἡμῶν ἅπασιν ἀνθρώποις σωτηρίαν, λῦσον μὲν ἡμῖν τὰ σκυθρωπὰ, χάρισαι δὲ τὴν ἐπάνοδον· εἰ γὰρ μόνον φανῇς, τῆς σωτη ρίας τευξόμεθα. ΕΡΜΗΝ. ΤΟΥ Πʹ ΨΑΛΜΟΥ. αʹ. "Εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν, ψαλμὸς τῷ Ἀσάφ." Τὴν Ἰουδαίων οὗτος ὁ ψαλμὸς ἀνάκλησιν προθεσπίζει, καὶ τὴν μετὰ ταῦτα γενομένην ἀλ λοτρίωσιν· μεθ' ἣν ἡ κλῆσις τῶν ἐθνῶν, καὶ ὁ τῆς εὐσεβείας Καρπὸς, ὡς ἐν ληνοῖς τισὶ ταῖς ἁγίαις ἐκκλησίαις τῷ Θεῷ προσφερόμενος. Ἐσχημάτισται δὲ τοῦ ψαλμοῦ τὸ προοίμιον, ὡς ἐπανελθόντων ἤδη τῶν τὴν ἱκετείαν προσενηνοχότων ἐκείνην, καὶ χορευόντων, καὶ ἀλλήλοις παρεγγυώντων ὑμνεῖν τὸν σεσωκότα Θεόν. βʹ. "Ἀγαλλιᾶσθε τῷ Θεῷ τῷ βοηθῷ ἡμῶν." Ὁ δὲ Σύμμαχος, εὐφημεῖτε εἴρηκεν· ὁ δὲ Ἀκύλας, αἰνοποιεῖτε. Προσενέγκατε, φησὶ, τῷ Θεῷ τὸν χαρι στήριον ὕμνον, τῷ τῆς οἰκείας ἡμῖν μεταδεδωκότι προνοίας. "Ἀλαλάξατε τῷ Θεῷ Ἰακώβ." Ἐπινίκιος ὁ ἀλαλαγμὸς, ὡς πολλάκις εἰρήκαμεν. Πα ρακελεύονται τοίνυν ἀλλήλοις τῷ τὴν νίκην δωρησα μένῳ Θεῷ τὴν ὑμνῳδίαν ὑφῆναι. γʹ. "Λάβετε ψαλμὸν, καὶ δότε τύμπανον· ψαλτή ριον τερπνὸν μετὰ κιθάρας." ∆ιαφόροις ὀργάνοις κεχρημένοι τὴν θείαν ἀνεκρούοντο μελῳδίαν· καὶ τοῦτο τῶν Παραλειπομένων ἡ ἱστορία διδάσκει. Παρ εγγυᾷ τοίνυν τοῖς χοροῖς ἐκείνοις ὁ λόγος ἀλλήλοις ἀντιδιδόναι τὴν παναρμόνιον τῶν ὀργάνων ἐκεί νων ἠχήν· καὶ τούτους μὲν λύραις, ἐκείνους δὲ τυμπάνοις, ἄλλους δὲ κιθάραις τὸν Θεὸν ἀνυμνῆ σαι. Τὸ δὲ ψαλτήριον ὁ Σύμμαχος λύραν ἐκά λεσεν. δʹ, εʹ. "Σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι, ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ὑμῶν. Ὅτι πρόσταγμα 80.1521 τῷ Ἰσραήλ ἐστιν· καὶ κρῖμα τῷ Θεῷ Ἰακώβ." Ταῖς σάλπιγξιν ἐκέλευσεν ὁ Θεὸς τοὺς ἱερέας κεχρῆσθαι. Ἀνεμίμνησκον δὲ αὗται τὸν λαὸν τῶν ἐν τῷ ὄρει γενομένων σαλπίγγων. Τοῦ Θεοῦ γὰρ τῶν ὄλων ἐν τῷ Σινᾷ ὄρει διαλεγομένου, φωνὴ, φησὶ, τῆς σάλπιγγος ἤχει μέγα. Ἐκείνης τοίνυν τῆς ἐπιφανείας ἀνεμί μνησκον τὸν λαὸν ταῖς σάλπιγξιν οἱ ἱερεῖς κεχρημέ νοι. Καὶ οὗτοι τοίνυν τοὺς τῆς ἐπανόδου τετυχηκό τας, καὶ τῆς θείας ἐπικουρίας ἀπολαύσαντας,