187
οἴκοθεν οὐδὲ ἐξ ἔργων μου ἔχω ἰσχύν, δυνατὸς δὲ ὁ θεὸς δι' ὑμᾶς σῴζειν κἀμέ, εἰς ὃν ἀποκρέμασθε ἐν ἀγάπῃ ὥσπερ κἀγὼ ἐν ὑμῖν· τίς γάρ μου ἄλλη δόξα ἢ χαρὰ ἢ προθυμία πάρεξ ὑμῶν, διαφερόντως δὲ σοῦ τοῦ πιστοῦ καὶ ἀγαπητοῦ καὶ τὰ πάντα μοι μετὰ θεὸν ἐν τῇ ζωῇ ταύτῃ ἀνήκοντος; ∆ιὰ τοῦτο χαίρω ἐπὶ τῇ ζωῇ καὶ προκοπῇ σου, παρακαλῶν τὸν ἀγαθόν μου θεὸν ἵνα ἐπὶ πλεῖον δῴη σοι σύνεσιν ἐν φρονήσει τελείᾳ καὶ ταπεινώσει πληρεστάτῃ εἰς τὸ μὴ διαψευσθῆναι τὰς ἐλπίδας μου μηδ' αὖ τὰς τῶν πολλῶν ἐπὶ σοὶ ὑπολήψεις· καὶ γὰρ ἐν οὐκ ὀλίγων στόμασι κεῖσαι ἐπ' ἀρετῇ λόγου. βλέπε οὖν, τέκνον, τὸ ἔργον σου ὁποῖον, ὅτι ὁ προσθεὶς γνῶσιν προσθήσει ἄλγημα καὶ ὁ δεξάμενος ἔπαινον, εἴπερ θεῖος καὶ σοφός, συνέλαβεν πῦρ ζήλου ἐν πολλῷ τρόμῳ. τήρει σεαυτὸν καὶ πρὸς τὸν ἔσω ἄνθρωπον ἀκαταγώνιστον εἶναι ἐκ τῆς ἀκηρύκτου καὶ ἀνενδότου διαβολικῆς πάλης καὶ πρὸς τὸν ἔξωθεν διὰ τῆς ἐν ἅπασι εὐσυστροφίας καὶ εὐβουλίας. ἤδη ἀπεκδεχόμεθα καὶ τὸν ἀδελφὸν Προτέριον, δι' οὗ πάντως, εἴπερ οἰκονομεῖ θεὸς ἔτι ἐπιμένειν ὑμᾶς ἐν τοῖς αὐτόθι, καὶ δεξόμεθά σου γράμμα καὶ ἀνταποστείλωμεν. Ὡς εἰρήνης υἱὸς εἰρηνοποίει, τέκνον μου, τοὺς ἀδελφούς σου χριστομιμήτως. γίνωσκε αὐτάρκως ἔχειν ἡμᾶς τὰ κατὰ χρείαν. ὠναίμην σου, τέκνον, ἐν Κυρίῳ, ἀνάπαυσόν μου τὰ σπλάγχνα ἐν τῷ καὶ σωματικῶς ὑγιαίνειν σε. προσαγορεύουσιν οἱ σὺν ἐμοί. τοὺς ἀδελφοὺς πλεῖστα ἀσπάζομαι. ἡ χάρις μετὰ σοῦ. 285 {1Τῷ αὐτῷ}1 Ἕως πότε, τέκνον, οὐ παύσῃ ἀποσεμνύνων ἡμᾶς τοῖς λόγοις; ἕως τίνος οὐ λήξεις ἐπαίρων ἡμᾶς τοῖς ἐγκωμίοις; ἀλλ' οἶμαι ἐκ δυοῖν τρόπων τοῦτό σε πράττειν, ἑνὸς μὲν τοῦ ἕλκεσθαι ὑπὸ τῆς ἀγάπης, ὑφ' ἧς καὶ φιλεῖ συλᾶσθαι ὡς τὰ πολλά, καθά φησιν ὁ Θεολόγος, ἡ ἀλήθεια, ἑτέρου δέ, ὅπερ καὶ μᾶλλον τίθημι, ὡς ἂν διὰ τῶν ἐπαίνων στερεοῖς τὸ ἀνειμένον τῆς ταλαιπώρου μου ψυχῆς. δοίη τοίνυν Κύριος οὐ κατὰ τὰς ὑψώσεις σου (πολλαὶ γὰρ καὶ ὑπὲρ λίαν), ἀλλὰ μικρόν τι δι' εὐχῶν ὑμῶν ἁγίων ἐν κατορθώσει γενέσθαι με καὶ μὴ πάντῃ ἔκπτωτον τῆς τῶν καλῶς ἀγωνιζομένων ἰχνηλατίας. Ἐδάχθην δὲ οὐ τὸ τυχὸν ἐπὶ ταῖς προλαβούσαις σου θλίψεσι καὶ γε μάλιστα ἐπὶ ταῖ ἀνίαις τοῦ σώματός σου. ἀλλὰ τί λέγει ὁ ἀπόστολος; εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις· ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι. εἰς μὲν οὖν τὴν νόσον, παρακαλῶ, χρῆσαι τοῖς θεραπευτικοῖς· χρῄζουσι γάρ σε πολλοὶ ὑγιαίνειν, ἐξαιρέτως ὁ ταπεινὸς ἐγώ. περὶ γὰρ τῶν κρυπτῶν ὁ καὶ ψυχῶν καὶ σωμάτων ἰατρὸς ῥώσειέν σε ὥσπερ καὶ ῥώννυσιν, ὁπόταν καὶ ὑποχαυνώσοιμεν ἐν τῇ ἀνενδότῳ ταύτῃ πάλῃ τοῦ τῆς ταπεινώσεως ἡμῶν σώματος καὶ μηδαμῶς ὀλιγωρήσοιμεν θᾶττον ἀνιστάμενοι· στεφάνων γὰρ ἡ ἀναπάλαισις, οὐ κατακρίσεως. Σώσοι σε οὖν ἐν πᾶσιν ὁ ἀγαθὸς θεὸς ἡμῶν, ἀδελφὲ τιμιώτατε. 286 {1Νικηφόρῳ, τῷ ἁγιωτάτῳ πατριάρχῃ}1 Πολλάκις προθέμενος ἐπιστεῖλαι τῇ ἱερᾷ κορυφῇ τῆς μακαριότητός σου ἐνεκόπην, πῇ μὲν τὴν ἑαυτοῦ ἀναξιότητα ἐπαισθανόμενος, πῇ δὲ ὑποδεὴς ὢν διὰ τοὺς πειρασμούς. νυνὶ δὲ περιφρονήσας ἀμ φοτέρων καὶ τῇ Τριάδι ὁ τάλας θαρσήσας λέγων εἰμὶ τάδε. χαῖρε ἀληθῶς νικητήριον ἀσεβείας, ὁ ἐν τεθρίππῳ ἀρετῶν διανύων τὸν τῆς πίστεως δρόμον· χαῖρε ὁ μέγας ἥλιος τῆς ὀρθοδοξίας, οὗ ταῖς ὁμολογητικαῖς ἀκτῖσι φωτοβολεῖται ἡ οἰκουμένη· χαῖρε ὑπέρμαχε τῆς ἀληθείας, κατὰ τοὺς ἔκπαλαι θεοφόρους διαπρέπων τῷ τῆς ἀρετῆς κλέει. ἀπέλιπες τὸν ὑψηλὸν θρόνον διὰ τὸν ἑαυτὸν ταπεινώσαντα μέχρι θανάτου, θανάτου δὲ σταυροῦ· ἀπέλιπες ἀρχιερατικὰς ὑπηρεσίας καὶ ἀναπαύσεις, μᾶλλον ἑλόμενος συγκακουχεῖσθαι τῷ ὁμολογητικῷ τρόπῳ ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν, ὅμως ὅτι οὐδὲ κατ' αὐτάς, κἂν ἐν αὐταῖς, ζῶν ἦς, νεκρῶν τὰ μέλη τῇ ἐν Κυρίῳ ζωῇ. ἤνεγκας ἁγίας μητρὸς στέρησιν, ἀδελφῶν τιμίων, πάντων ὁμοῦ ἐν ἅπασιν ἀφαιρεθείς. καὶ οὔπω λέγω τοὺς χριστοειδεῖς σου ὀνειδισμούς, τὰς ἐκ τῶν κρατούντων προσβολάς, ἐρεσχελίας, στενοχωρίας καὶ οἱονεὶ ἀποπνίξεις. κατηνέχθης σὺν Χριστῷ ἐν νυκτί, ἐπειδὴ καὶ