1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

187

δηλοῖ τοῖς Ἀλανοῖς, ὅτι "ὡς εὑρίσκω ἄλλον τοιοῦτον ψεύστην οὐκ εἶχεν Ἰουστινιανός, ὃν ὤφειλεν ἀπολῦσαι καὶ συγκινῆσαι ὑμᾶς καθ' ἡμῶν τῶν γειτόνων ὑμῶν, εἰ μὴ τὸν ἄνθρωπον τοῦτον. ἐψεύσατο γὰρ ὑμᾶς καὶ περὶ τὴν ὑπόσχεσιν τῶν χρημάτων· πέμψας γὰρ ὁ Ἰουστινιανὸς ταῦτα ἐπῆρεν. ἀλλὰ δότε ἡμῖν αὐτόν, καὶ παρέχομεν ὑμῖν τρισχίλια νομίσματα, καὶ ἡ ἀπ' ἀρχῆς ἀγάπη ἡμῶν μὴ διαλυθῇ." οἱ 392 δὲ Ἀλανοὶ εἶπον, ὅτι "ἡμεῖς οὐχ ἕνεκεν χρημάτων ὑπηκούσαμεν αὐτῷ, ἀλλὰ διὰ τὴν τοῦ βασιλέως ἀγάπην." πάλιν δὲ οἱ Ἀβασγοὶ πέμπουσι πρὸς αὐτοὺς λέγοντες, ὅτι "δότε ἡμῖν αὐτόν, καὶ παρέχομεν ὑμῖν ἑξακισχίλια νομίσματα. οἱ δὲ Ἀλανοὶ θέλοντες καταμαθεῖν τὴν χώραν τῶν Ἀβασγῶν συνέθεντο λαβεῖν τὰ ἑξακισχίλια νομίσματα καὶ δοῦναι τὸν σπαθάριον. οἱ δὲ Ἀλανοὶ ἐθάρρησαν τῷ σπαθαρίῳ πάντα, καὶ λέγουσιν αὐτῷ, ὅτι "ὡς ὁρᾷς ἡ ὁδὸς ἡ ἐπὶ Ῥωμανίαν ἄγουσα κεκλεισμένη ἐστίν, καὶ πῶς παρελθεῖν οὐκ ἔχεις· ἀλλὰ μᾶλλον τροπευσώμεθα καὶ συνταξώμεθα αὐτοῖς, ὅτι παραδίδομέν σε, καὶ ἀπολύομεν ἅμα αὐτοῖς ἀνθρώπους ἡμῶν καὶ καταμανθάνομεν τὰς κλεισούρας αὐτῶν καὶ κουρσεύομεν καὶ ἀφανίζομεν τὴν χώραν αὐτῶν καὶ ποιοῦμεν τὴν θεραπείαν ὑμῶν." τῶν δὲ ἀποκρισιαρίων τῶν Ἀλανῶν ἀπελθόντων εἰς Ἀβασγίαν καὶ συνθεμένων παραδίδειν τὸν σπαθάριον, πλεῖστα ξένια παρ' αὐτῶν εἰλήφασιν· καὶ πλείονας ἀποκρισιαρίους πάλιν ἀποστέλλουσι μετὰ καὶ τῆς ποσότητος τοῦ χρυσίου πρὸς τὸ παραλαβεῖν τὸν σπαθάριον. οἱ δὲ Ἀλανοὶ λέγουσι τῷ σπαθαρίῳ, ὅτι "οἱ ἄνθρωποι οὗτοι, καθὼς καὶ προείπομεν, ἐπὶ τὸ λαβεῖν σε παρεγένοντο, καὶ ἡ Ἀβασγία ἐκδέχεταί σε. καὶ ἐπεὶ πλησιάζομεν αὐτοῖς, πραγματευταὶ ἀπερχόμενοι πρὸς αὐτοὺς οὐ διαλείπουσιν. λοιπὸν ἵνα μὴ διαβληθῇ ὁ σκοπὸς ἡμῶν, παραδώσομέν σε φανερῶς· καὶ ἀποκινούντων ὑμῶν, ἀπολύομεν κρυπτῶς ἐκ τῶν ὀπίσω, καὶ ἐκείνους μὲν ἀποκτέννομεν, σὲ δὲ κρύπτομεν, ἕως ἂν σωρευθῇ ὁ λαὸς ἡμῶν καὶ ἀσυμφανῶς εἰσέλθωμεν ἐν τῇ γῇ αὐτῶν." ὃ καὶ γέγονεν. παραλαβόντες γὰρ οἱ τῶν Ἀβασγῶν ἀποκρισιάριοι τὸν σπαθάριον σὺν τοῖς ἀνθρώποις αὐτοῦ, δήσαντες αὐτοὺς ἀπήρχοντο· καταλαβόντες δὲ ἐκ τῶν ὄπισθεν οἱ Ἀλανοὶ σὺν τῷ Ἰταξῇ, τῷ κυρίῳ αὐτῶν, ἀποκτέννουσι τοὺς Ἀβασγούς, τὸν δὲ σπαθάριον ἔκρυψαν. καὶ στρατολογήσας ἐκίνησε κατὰ Ἀβασγίας καὶ ἀπροσδοκήτως εἰσελθὼν τὰς κλεισούρας πλείστην αἰχμαλωσίαν καὶ ἀφανισμὸν εἰς τοὺς Ἀβασγοὺς 393 ἀπειργάσατο. ἀκούσας δὲ ταῦτα Ἰουστινιανός, ὅτι καὶ χωρὶς τῶν χρημάτων τὰ τῆς ἐπιτροπῆς αὐτοῦ γέγονεν, πέμπει γράμματα πρὸς τοὺς Ἀβασγούς, ὅτι "ἐὰν διασώσητε τὸν σπαθάριον ἡμῶν καὶ παρελθεῖν ἐάσητε δι' ὑμῶν ἀβλαβῆ, πάντα τὰ πταίσματα ὑμῶν συγχωροῦμεν ὑμῖν. οἱ δὲ μετὰ χαρᾶς ταῦτα δεξάμενοι ἀπέστειλαν πάλιν εἰς Ἀλανίαν, λέγοντες, ὅτι "δίδομεν ὑμῖν ὄψιδας τὰ τέκνα ἡμῶν, καὶ δότε ἡμῖν τὸν σπαθάριον, ἵνα ἀπολύσωμεν αὐτὸν πρὸς Ἰουστινιανόν. ὁ δὲ σπαθάριος τοῦτο οὐ κατεδέξατο, εἰπών, ὅτι "δύναται ὁ θεὸς ἀνοῖξαί μοι θύραν τοῦ ἐξελθεῖν· ἐπεὶ δι' Ἀβασγίας οὐκ ἐξέρχομαι." μετὰ δὲ χρόνον τινὰ φωσάτον Ῥωμαίων καὶ Ἀρμενίων εἰσελθόντων ἐν Λαζικῇ καὶ τὴν Ἀρχαιόπολιν πολιορκούντων, ἀκουσάντων τε τὴν τῶν Σαρακηνῶν ἔλευσιν, ἀνεχώρησαν. ἀποσπασθέντες δὲ ἐξ αὐτῶν ἕως τῶν διακοσίων ἀνῆλθον ἐν τοῖς μέρεσιν Ἀψιλίας καὶ τῶν Καυκασίων πραιδεύοντες. τῶν δὲ Σαρακηνῶν καταλαβόντων τὴν Λαζικήν, φυγῇ χρησάμενος ὁ τῶν Ῥωμαίων καὶ Ἀρμενίων λαὸς ἐπὶ τὸν Φᾶσιν ὑπέστρεψαν. οἱ δὲ διακόσιοι ἀπομείναντες εἰς τὰ Καυκάσια ὄρη ἔστησαν λῃστεύοντες, ἀπογνόντες ἑαυτῶν. οἱ δὲ Ἀλανοὶ μαθόντες τοῦτο ὑπέλαβον πλῆθος Ῥωμαίων εἶναι ἐν τοῖς Καυκασίοις καὶ χαρέντες λέγουσι τῷ σπαθαρίῳ, ὅτι "οἱ Ῥωμαῖοι ἐπλησίασαν, ἄπελθε πρὸς αὐτούς." λαβὼν δὲ ὁ σπαθάριος πεντήκοντα Ἀλανοὺς καὶ ὑπερβὰς μετὰ κυκλοπόδων Μαΐου μηνὸς τὰς χιόνας τῶν Καυκασίων εὗρεν αὐτούς, καὶ ἐν πολλῇ χαρᾷ γεγονὼς ἠρώτα, "ποῦ ἐστὶν ὁ λαός;" οἱ