188
δουλεύειν. οὐ γὰρ δήπου γε ἀνοηταίνουσι τοσοῦτον, ὥστε οὗ πολλάκις ἐπεθύμησαν, μετὰ τοὺς μεγάλους πόνους καὶ κινδύνους εἰ παρέσται, ἀνάγκης οὐδεμιᾶς παρούσης ὑμῖν προέσθαι. ὁποία δὲ ἡ Ταραντίνων καὶ τῶν ἄλλων Λατίνων δουλεία, αὐτοὶ ἴστε πείρᾳ βέλτιον ἡμῶν. ὥστε εἴτε συμμαχήσουσιν ὑμῖν οἱ Ταραντῖνοι, εἴτε μὴ, εἴτε νικήσουσιν ἡμᾶς, εἴτε ἡττηθήσονται αὐτοὶ, οὐδὲν ὑμῖν ἐλλείπει τοῦ μὴ εἰς ἔσχατον κινδύνου ἀφικέσθαι. οὐ μὴ ἀλλ' οὐδὲ ἡμᾶς ὀλιγωρήσαντας διὰ τὸν χρόνον ἀποστήσεσθαι τῆς πολιορκίας οἴεσθαι, νοῦν ἐχόντων ἐστὶν ἀνθρώπων. οὐ γὰρ δὴ αὐτοὶ καθεδούμεθα μέχρι παντὸς ὑμᾶς πολιορκοῦντες. νῦν μὲν γὰρ βασιλεὺς οἰόμενος ἐξ αὐτῶν διδαχθέντας τῶν πραγμάτων, ὡς οὐ λυσιτελοῦντα ἐβουλεύσασθε ὑμῖν αὐτοῖς, μεταγνόντες προσχωρήσετε αὐτῷ, αὐτός τε ἔτι περιμένει καὶ οὐδὲ τὰς κτήσεις ὑμῶν τὰς ἐν ταῖς ἄλλαις πόλεσι παρέσχετο ἑτέροις· ἂν δὲ ἀπογνῶ τὴν με 1.532 ταμέλειαν ὑμῶν, οὐ μόνον τὰ ὑμέτερα κτήματα, ἀλλὰ καὶ τῶν ἄλλων συγγενῶν ὑμῶν τοῖς δυνατωτάτοις Ἀκαρνάνων παραδώσει· οἳ κέρδους ἕνεκα ἰδίου καὶ ὑπὲρ δύναμιν πολεμήσουσιν ὑμῖν ὡς πολεμιωτάτοις καὶ ὀλίγην ἔχοντες ἐκ βασιλέως στρατιὰν, καὶ οὐκ ἀνήσουσι πολιορκοῦντες ἄχρις οὗ παραστησάμενοι αὐτούς τε καὶ γυναῖκας καὶ τέκνα, θήσουσιν ὑπερορίους. βασιλεὺς δὲ καὶ ἡμεῖς οἴκαδε ἀναχωρήσομεν. σκέψασθε οὖν οἷ κακῶν ὁ πρὸς βασιλέα πόλεμος ὑμῖν χωρήσει· ἐὰν δ' ἐμοὶ τὰ βελτίω παραινοῦντι πείθησθε καὶ ἑαυτοὺς βασιλεῖ καὶ τὴν πόλιν παραδῶτε, πρῶτον μὲν, ὅπερ αὐτοὶ διὰ σπουδῆς ποιεῖσθε, τὸ Νικηφόρῳ τῷ ὑμῶν δεσπότῃ ὠφέλειάν τινα ἐξευρεῖν, ἐξέσται. ἐγὼ γὰρ αὐτῷ τὴν ἐμὴν κατεγγυήσω θυγατέρα· ὅπερ ὅτι γε οὐδενὸς δεύτερον εἰς εὐτυχίας λόγον οὐδ' αὐτοὶ ἀγνοεῖτε δήπου. ἐγώ τε γὰρ ὡς υἱὸν ἐκθρέψω, καὶ βασιλεὺς τῆς εἰς ἐμὲ εὐνοίας ἕνεκα τιμαῖς τε καὶ πολλαῖς εὐεργεσίαις περιφανῆ παρὰ Ῥωμαίοις θήσει. ἔπειτα καὶ ἑαυτοῖς οὐκ ὀλίγων τινῶν ἀγαθῶν αἴτιοι γενήσεσθε. ἐνταῦθά τε γὰρ ὑμᾶς εὖ ποιήσει βασιλεὺς, οἷς εἴχετε πρότερον καὶ ἕτερα προσθείς· καὶ τῶν Νικηφόρῳ τῷ ὑμῶν δεσπότῃ ἀπονεμηθησομένων ἀπολαύσετε τὸ μέρος. πλείω μὲν οὖν οὐκέτι δεῖν οἴομαι συνείρειν· ἱκανὰ γὰρ παρ' εὖ φρονοῦσι καὶ τὰ εἰρημένα, ὅσων τε κακῶν ὑμῖν ὁ πόλεμος αἴτιος ἔσται καταμαθεῖν καὶ ὅσων ἀγαθῶν τὸ προσχωρῆσαι βασιλεῖ· ὑμῖν δὲ ἐξέσται διασκεψαμένοις, τῶν εἰ 1.533 ρημένων προσθέσθαι ὁποτέροις.» Τοιαῦτα διειλεγμένου τοῦ μεγάλου δομεστίκου, ὁ Ῥιτζάρδος τῶν μὲν Νικηφόρῳ συμπαρόντων ἄλλων ὡμολόγει καὶ αὐτὸς προέχειν· δεῖν δὲ ἔφασκε καὶ ἐκείνους περὶ τῶν εἰρημένων πυθομένους, κοινῇ τῶν πρακτέων τὴν ψῆφον ἐξαγαγεῖν. ἐπαινοῦντος δὲ καὶ τοῦ μεγάλου δομεστίκου, ἀνεχώρησεν εἰς τὴν πόλιν, ἐπαγγειλάμενος εἰς τὴν ὑστεραίαν ἥξειν ὡς λόγον ἀποδώσων. ἐκκλησίαν δὲ συναθροίσας ἐκ τῶν συνόντων, ἐβουλεύετο ἅμα αὐτοῖς εἰ δέοι βασιλεῖ σφᾶς αὐτοὺς καὶ τὴν πόλιν ἐγχειρίζειν. καὶ ἐδόκει αἱρετέα εἶναι ἃ αὐτοῖς ὁ μέγας δομέστικος παρῄνει. ἐπεὶ δὲ ἐδέδοκτο, εἰς τὴν ἐπιοῦσαν ὁ Ῥιτζάρδος αὖθις τῷ μεγάλῳ δομεστίκῳ προσελθὼν, ἐμαρτύρετο θεὸν, ὡς οὔτ' ἀπεχθῶς διακείμενοι πρὸς βασιλέα, οὔθ' ἑαυτοῖς τινα οἰόμενοι ὠφέλειαν ἐκ τῆς ἀποστασίας προξενήσειν, εἱλόμεθα ἀποστῆναι βασιλέως· οἰόμενοι δὲ, ἂν αὐτοὶ πρῶτοι ἀποστῶμεν, καὶ τοὺς ἄλλους Ἀκαρνᾶνας συνέψεσθαι ἡμῖν καὶ τὴν πατρῴαν ἀρχὴν Νικηφόρῳ ἀποδώσειν, ἑκόντες ὄντες εἰσήχθημεν εἰς τοὺς κινδύνους, εὔκλειάν τε ἑαυτοῖς καὶ ὠφέλειαν τῷ ἡμετέρῳ δεσπότῃ οἰόμενοι προξενήσειν. τῶν πραγμάτων δὲ ἀντεστραμμένων, ἀπέβη τἀναντία ἢ αὐτοὶ προσεδοκῶμεν. νῦν οὖν καὶ ἡμῖν πολλὰ περὶ τῶν παρόντων διασκεψαμένοις λυσιτελέστερον οὐδὲν ἐν τῷ παρόντι οὔθ' ἡμῖν οὔτε Νικηφόρῳ ἢ ὧν συνεβούλευσας αὐτὸς, εὑρέθη. οὗ δὴ ἕνεκα σφᾶς τε αὐτοὺς καὶ τὴν πόλιν διὰ σοῦ παραδιδοῦμεν βασιλεῖ· αὐτὸς δ' ἂν εἰδείης ὅτῳ τρόπῳ βέλτιστα ἡμῖν τὰ πράγματα παρασκευά 1.534 σεις ἔχειν. Ὁ μὲν οὖν τοιαῦτα εἶπεν· ὁ μέγας δὲ δομέστικος ἐπαινέσας τῆς μεταβολῆς αὐτοὺς καὶ ὧν ἐδέοντο ἐπαγγειλάμενος πράξειν αὐτοῖς