188
̓Ιδουμαίους δὲ οὐκ ἀφυλάκτους ειχε, καὶ τὸ τεῖχος φρουραῖς ἐπιμελεστέραις διελάμβανε διὰ τοὺς αὐτομολοῦντας. πολλῶν δὲ φονευομένων, πλείους ησαν οἱ διαφεύγοντες. ἐδέχοντο δὲ οἱ ̔Ρωμαῖοι πάντας κόρῳ τοῦ κτείνειν καὶ κέρδους ἐλπίδι. τοὺς γὰρ δημοτικοὺς ἐῶντες μόνους τοὺς αλλους ἐπώλουν σὺν γυναιξὶ καὶ τέκνοις, ἐλαχίστης τιμῆς εκαστον, διὰ πλῆθος τῶν πωλουμένων καὶ ὀλι2.72 γότητα τῶν ὠνουμένων. καὶ τῶν μὲν ἀπεμποληθέντων απειρόν τι πλῆθος ην, οἱ δημοτικοὶ δὲ διεσώθησαν ὑπὲρ τετρακισμυρίους. τῶν ἱερέων δέ τις ονομα ̓Ιησοῦς, λαβὼν περὶ σωτηρίας ορκον ωστε τινὰ παραδοῦναι τῶν κειμηλίων, εξεισι καὶ παραδίδωσι λυχνίας δύο τράπεζάν τε καὶ κρατῆρας καὶ φιάλας, πάντα ὁλόχρυσα, καὶ τὰ καταπετάσματα καὶ τὰ τῶν ἀρχιερέων ἐνδύματα καὶ πολλὰ τῶν σκευῶν ετερα. ὁ δέ γε γαζοφύλαξ τοῦ ἱεροῦ Φινεὲς συλληφθεὶς τούς τε χιτῶνας καὶ τὰς ζώνας τῶν ἀρχιερέων ὑπέδειξε καὶ τῶν αλλων κειμηλίων πολλά. Συντετελεσμένων δὲ ηδη τῶν χωμάτων προσῆγον οἱ ̔Ρωμαῖοι τῷ τείχει τὰς μηχανάς. τῶν δὲ στασιαστῶν οἱ μὲν ἀνεχώρουν εἰς τὴν ακραν, οἱ δ' ἐγκατεδύοντο τοῖς ὑπονόμοις, πολλοὶ δὲ καὶ ἠμύνοντο. ὡς δὲ περιερράγη μέρος τοῦ τείχους, δέος καὶ τοῖς τυράννοις ἐμπίπτει, καὶ μετέωροι πρὸς φυγὴν ησαν. ἐπεὶ δὲ τοὺς μὲν πάλαι πιστοὺς οὐκ ειχον, ἐσκεδάσθησαν γάρ, οἱ δὲ πολέμιοι πλησίον ειναι ἠγγέλλοντο, ἐπὶ στόμα πεσόντες ἀνῴμωξαν τὴν ἑαυτῶν φρενοβλάβειαν, κἀκ τῶν πύργων ἑκόντες κατέβησαν, ἀφ' ων βίᾳ μὲν οὐδέποτε ἁλῶναι ἠδύναντο, λιμῷ δὲ μόνῳ, καὶ εἰς τὴν Σιλωὰμ φάραγγα καταφεύγουσιν, ειτα κατέδυσαν εἰς τοὺς ὑπονόμους. ̔Ρωμαῖοι δὲ τῶν τειχῶν κρατήσαντες ἀναιμωτί, τοὺς καταλαμβανομένους ἐφόνευον καὶ τὰς οἰκίας ὑφῆπτον. ἐπαύσαντο δὲ πρὸς ἑσπέραν. τῇ δ' ἐπιούσῃ παρελθὼν ὁ Τίτος εισω, τῆς τε ὀχυρότητος τὴν πόλιν καὶ τῶν πύργων ἐθαύμασε, καὶ Σὺν θεῷ ἐπολεμήσαμεν, εφη, καὶ θεὸς ην ὁ τῶνδε τῶν ἐρυμάτων ̓Ιουδαίους καθελών. τὴν αλλην τε πόλιν ἀφανίζων καὶ τὰ τείχη κατασκάπτων τούτους τοὺς πύργους κατέλιπε μνημεῖον ειναι τῆς 2.73 αὐτοῦ τύχης, ῃ συστρατιώτιδι χρησάμενος ἐκράτησε τῶν ἁλῶναι μὴ δυναμένων. Τῶν μὲν ουν αἰχμαλώτων πάντων, οι δι' ολου τοῦ πολέμου ἐλήφθησαν, ὁ ἀριθμὸς εἰς ἐννέα μυριάδας καὶ ἑπτακισχιλίους συνήχθη, τῶν δὲ ἀπολλυμένων κατὰ πᾶσαν τὴν πολιορκίαν μυριάδες ἑκατὸν καὶ δέκα. τούτων τὸ πλέον ὁμόφυλον μέν, ἀλλ' οὐκ ἐπιχώριον· ἀπὸ γὰρ τῆς χώρας ολης ἐπὶ τὴν τῶν ἀζύμων ἑορτὴν συνεληλυθότες ἐξαπίνης τῷ πολέμῳ περιεσχέθησαν, καὶ μεστὴν ὁ πόλεμος τὴν πόλιν ἀνδρῶν ἐκυκλώσατο. ̓Επεὶ δὲ τῶν φανερῶν ους μὲν ἀνεῖλον, ους δ' ᾐχμαλώτισαν ̔Ρωμαῖοι, τοὺς ἐν τοῖς ὑπονόμοις ἀνηρεύνων, καὶ ἀναρρηγνύντες τὸ εδαφος, οσοις ἐνετύγχανον, εκτεινον. εὑρέθησαν δὲ κἀκεῖ νεκροὶ δισχιλίων ἐπέκεινα. δεινὴ δὲ ὑπήντα τοῖς ἐπικύπτουσι τῶν σωμάτων ὀδμή, ὡς πολλοὺς εὐθέως ἀναχωρεῖν. αλλοι δ' ὑπὸ πλεονεξίας εἰσεδύοντο, σωρείαις ἐμπατοῦντες νεκρῶν· ευρισκον γὰρ πολλὰ τῶν κειμηλίων ἐν ταῖς διώρυξιν. ἀνήγοντο δὲ καὶ πολλοὶ ὑπὸ τῶν τυράννων κατεχόμενοι δεσμῶται καὶ ἀπελύοντο. Τούτων δὲ τῶν ἀλαστόρων ὁ μὲν ̓Ιωάννης ἐν τοῖς ὑπονόμοις μετὰ τῶν ἀδελφῶν λιμώττων δεξιὰν παρὰ ̔Ρωμαίων λαβεῖν ἱκέτευε, Σίμων δὲ μετέπειτα συνελήφθη, τοῦ Τίτου διάγοντος εἰς τὴν Φιλίππου λεγομένην Καισάρειαν. πολιορκουμένων γὰρ ̔Ιεροσολύμων ἐπὶ τῆς ανω πόλεως ων, τῶν ̔Ρωμαίων ἐντὸς γενομένων τῆς πόλεως, ὁ Σίμων τοὺς πιστοτάτους παραλαβὼν τῶν φίλων, καὶ σὺν αὐτοῖς λιθοτόμους καὶ τὸν πρὸς τὴν ἐργασίαν ἐπιτήδειον τούτοις σίδηρον, εις τινα τῶν ὑπονόμων σὺν ἐκείνοις καθίησιν ἑαυτόν, καὶ τὸ παλαιὸν ορυγμα διελθὼν τὴν 2.74 γῆν ὑπενόμευεν, ινα πορρωτέρω προελθόντες ἐν ἀσφαλείᾳ ποιήσωνται τὴν ἀνάδυσιν. ὀλίγον μέντοι τῶν μεταλλευόντων προχωρησάντων ἡ τροφὴ αὐτοῖς ἐπιλέλοιπε. τότε δὴ λευκοὺς ἐνδύεται χιτωνίσκους, καὶ χλαμύδα πορφυρᾶν ἐμπερονησάμενος ἀνέδυ τῆς γῆς κατ' ἐκεῖνον τὸν τόπον ἐν ῳ πρόσθεν τὸ ἱερὸν ην. πρῶτον μὲν ουν θάμβος τοῖς ἰδοῦσι