188
Θουκυδίδης· καὶ τοὺς σκευοφόρους ἐντὸς τούτων τῶν ἐπιτακτῶν ἐποιήσαντο. ̓Επιτάῤῥοθοσ. βοηθός. ἐκ τοῦ ἐπίῤῥοθος γίνεται ἐπιτάῤῥοθος, πλεονασμῷ τῆς ˉτˉαˉρ συλλαβῆς. ὡς τὸ ἀτηρὴς, ἀταρτηρός. ̓Επιτήδειοσ. παρὰ τὸ δέος, ο σημαίνει τὸν φόβον, αδεος, πλεονασμῷ τοῦ ˉι, αδειος, ὁ ἐστερημένος τὸ φοβεῖσθαι, καὶ ἐκτάσει τοῦ ˉα εἰς ˉη καὶ πλεονασμῷ τοῦ ˉτ, μετὰ τῆς ἐπὶ προθέσεως, ἐπιτήδειος. ̓Επιτιμητάσ. τιμηταὶ μὲν οἱ πρῶτόν ˉτˉι ἐκαλοῦντο τιμώμενοι, ἐπιτιμηταὶ δὲ οἱ χρόνῳ υστερον τὰ αὐτὰ τιμώμενοι. epsilon.796 ̓Επίτιμον. πλούσιον. η τὸν μὴ ατιμον. ̓Επίτονοσ. ὁ δεσμεύων ἱμᾶς πρὸς τὸν ἱστὸν τὸ κέρας. ̓Επίτριπτοσ. πονηρὸς, αξιος ἐπιτριβῆναι καὶ πληγωθῆναι. ̓Επίφοροσ. ὁρμητικός. οὐδὲ πρὸς ἀδικίαν η πλεονεξίαν ἐπίφορος ην. ̓Επολιόσ. ειδος ὀρνέου νυκτερινοῦ. Εποικοσ. μέτοικος ὁ ἐν πόλει, παρὰ Θουκυδίδῃ· αποικος δὲ ὁ ἐν ἐρήμῳ τόπῳ πεμπόμενος οἰκῆσαι. ̓Εποίνιοσ. μέθυσος. ̓Επώμοτον. ἐγγυητὴν τοῦ ορκου. ̓Επώνυμοι. οἱ κατ' ἀρετὴν διαπρέποντες. ἐπώνυμοι, οὐχὶ οἱ καλούμενοι ὑπό τινων, οτι μὴ σπανίως παρὰ τοῖς ̓Αττικοῖς, ἀλλ' ἀφ' ων ὀνομάζονταί τινες. ουτω τῶν φυλῶν ἐπωνύμους καλοῦσιν. οἱ δὲ Ιωνες καὶ εμπαλιν χρῶνται. ̔Ηρόδοτος· αὐτοί τε οἱ ανθρωποι καὶ ἡ γῆ αὐτέων ἐπώνυμοι τοῦ καταστρεψαμένου καλέονται. ἐπώνυμον δ' αρχοντα οὐχ εὑρίσκω λεγόμενον. ̓Επ' ωὐτόν. ἐπ' αὐτόν. epsilon.797 ̓Επ' ἐμὲ τὴν χεῖρά σου. ἀπὸ μεταφορᾶς τῶν αἰκιζομένων. ὁρῶν τὴν χεῖρα σου κειμένην καὶ λίαν μαστιγοῦσαν. ̓Επηοί. οἱ κατ' ἐπιγαμείαν συγγενεῖς. ̓Επώμαιοσ. τοῦ Ψελλοῦ· ἐπώμαιος ὁ τράχηλος· ερσαιον τὸ δροσῶδες. (Θηλυκόν.) ̓Επαύλειοσ. ἡ τῆς αὐλῆς ὁδός. Επαυλισ. ἡ κατοικία. η μάνδρα βοῶν καὶ προβάτων. ̓Επαγωγή. συμφορά. πειρασμός. ζημία, η αἰχμαλωσία, ητοι τὸ ὁπωσοῦν ἐπαγόμενον κακόν. η ἀπὸ τῶν μερικῶν ἐπὶ τὰ καθόλου εφοδος, η λόγος διά τινων ἀληθῶν τὸ ομοιον αὐτῷ ἀληθὲς οἰκείως ἐπιφέρων. ̓Επαγγελίαι. καθ' ων μὴ εἰσὶ κολάσεις ὁρμώμεναι κατὰ τοὺς κειμένους ηδη νόμους. ̓Επαναφορά. τὸ ἀναφέρειν τῷ ἀνακοινοῦσθαι τῷ πλήθει. ̓Επακτρίσ. ειδος πλοίου. ἐμβάντες δὲ εἰς τὰς epsilon.798 ἐπακτρίδας καὶ δρομάδας ὁλκάδας τὸν ορμον περιενόστησαν. ̓Επαλλάξεισ. ἀντὶ τοῦ συναλλαγὰς η μίξεις. ουτως ̓Αντιφῶν. ̓Επαφή. ἡ περίεργος ψηλάφησις, καὶ ἡ πρόσψαυσις. ̓Επακτή. ἐκ τῆς λεπτῆς ψήφου τῆς σελήνης ἀριθμουμένη ἡμέρα. ̓Επάλξεισ. οἱ τῶν πύργων καὶ τῶν τειχέων προμαχῶνες. ̓Επαρυστρίδεσ. αἱ ἀντλήτριαι. ἀπὸ τοῦ ἀρύω, τὸ ἀντλῶ. εἰσὶ δὲ καὶ μικρὰ τρουλία, ἐν ταῖς λυχναψίαις. ̓Επαπόρησισ. πρότασις ἀπορίαν εχουσα. ̓Επαπορία. ἡ ἐκ διαφόρων λόγων νουνεχὴς σύνθεσις, τὸ νῖκος εἰς ἑαυτὴν ἀποδεῖξαι σπουδάζουσα. * ̓Επίδαμνοσ. τὸ ∆ιράχιον.* ̓Επέλευσισ. ὁρμή. ἐπιδρομή· εφοδος. ̓Επεσβολίαισ. λοιδορίαις. παρὰ τὸ επεσι βάλλειν. epsilon.799 ̓Επεξαγωγῇ. ἐμαστιγοῦτο ῥάβδοις, ειτα ἐπεξαγωγῇ ἐπιπράσκετο. δειλίας καὶ ἀποδράσεως τίμημα φερόμενος δοῦλος ειναι. ̓Επευκτή. ἐπιθυμητὴ, εὐχῆς ἀξία. ̓Επειγωλή. ἡ σπουδή. ἀπὸ τοῦ ἐπείγω, ἐπειγωλή. ̓Επεισκύκλησισ. ἡ ἀνακύκλησις, η ἐπισύναξις. ̓Επεισφοραῖσ. καταδίκαις. ̓Επηγκενίσ. τὸ ἐπιμῆκες παρατεταμμένον ξύλον, ηγουν ἡ μακρὰ σανίς. παρὰ τὸ ἐνέγκω η ἐνέκω, πλεονασμῷ τοῦ ˉγ, ἐνεγκὶς, καὶ τροπῇ τοῦ ˉε εἰς ˉη ἐνηγκὶς, καὶ ἐν συνθέσει ἐπενηγκὶς, καὶ καθ' ὑπερβιβασμὸν καὶ μετάθεσιν τοῦ ˉν εἰς ˉγ ἐπηγκενίς. ἐκ δὲ τοῦ ἐνέγκω γέγονεν ἐνείκω κατὰ πλεονασμὸν τοῦ ἰῶτα. ἀλλά μ' ὑπήνεικαν ταχέες πόδες. ̓Επήλυσιν. αφιξιν, ἐπέλευσιν. εκπεμψιν. μὴ πτερύγων τρομέοι τὶς ἐπήλυσιν- καὶ ἡ ἐπιδρομή. -ἐπήλυσιν οφρ' ἀλέοιτο φώριον- ηγουν λῃστρικήν. ̓Επήρεια. βλάβη. Θουκυδίδης· τοὺς δὲ φεύγοντας ἐκέλευον κατ' ἐπήρειαν δέχεσθαι αὐτούς. ̓Επητεία. ἡ ἐπέλευσις, καὶ ἡ φρόνησις, ὡς οιμαι. καὶ ἐπητύϊ καὶ συνέσει. epsilon.800 ̓Επιβάθρα. ἐπίβασις. οἱονεὶ ἐπιβάθραν αὐτῷ κατασκευάζουσα καὶ κατακόλπισιν. ̓Επιβολή. εννοια καὶ ἐπιχείρησις. ἐπὶ θεωρημάτων γεωμετρικῶν. καὶ ἡ ἐγχείρησις. καὶ ἡ προκάταρξις. καὶ παρὰ τοῖς ῥήτορσιν ἡ ζημία. ̓Αριστοφάνης· ταύτης ἐπιβολὴν ψηφιεῖ μίαν μόνην. καὶ ἡ εἰσφορά. ̓Επὶ βύρσης ἐκαθέζοντο. τοῦτο παρὰ Σκύθαις