188
πολλά· ὥστε κατὰ τὰς πλατείας ἐκφέρειν τοὺς ἀσθενοῦντας, ἵνα διερχομένου Πέτρου, κἂν ἡ σκιὰ ἐπισκιάσῃ τινὶ αὐτῶν.» «Ἐγένετο Πέτρον διερχόμενον διὰ πάντων, κατελθεῖν καὶ πρὸς τοὺς ἁγίους εἰς Λύδδαν. Καὶ εὗρεν ἐκεῖ ἄνθρωπον Αἰνέαν ὀνόματι, ἐξ ἐτῶν ὀκτὼ κατακείμενον ἐπὶ κραββάτου, ὃς ἦν παραλελυμένος. Καὶ εἶπεν αὐτῷ Πέτρος· Αἰνέα, ἰᾶταί σε Ἰησοῦς ὁ Χριστὸς, καὶ εὐθέως ἰάθη.» «Ἀνήρ τις ἀδύνατος τοῖς ποσὶν ἐκάθητο, χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ, ὃς οὐδέποτε περιπεπατήκει. Εἶπεν δὲ ὁ Παῦλος· Ἀνάστηθι ἐπὶ τοὺς πόδας σου ὀρθὸς, καὶ ἥλατο, καὶ περιεπάτει.» «Παιδίσκη ἔχουσα πνεῦμα Πύθωνος, παραπορευομένων αὐτῶν ἔκραζεν, λέγουσα· Οὗτοι ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ Ὑψίστου εἰσίν· εἶπεν δὲ ὁ Παῦλος· Παραγγέλλω σοι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ, Ἔξελθε ἐξ αὐτῆς.» «Ἐγένετο πατέρα Πουπλίου πυρετοῖς καὶ δυσεντερίᾳ συνεχόμενον κατακεῖσθαι. Πρὸς ὃν ὁ Παῦλος εἰσελθὼν καὶ προσευξάμενος, ἐπιθεὶς τὰς χεῖρας, ἰάσατο αὐτόν.»
ΤΙΤΛ. Βʹ. -Περὶ ἱερατικῶν· καὶ ὅτι οὐκ ἔξεστιν ἰδιωτεύοντι ἅπτεσθαι
ἱερατικοῦ σκεύους. «Ἐξέτεινεν Ὀζᾶ τὴν χεῖρα αὐτοῦ ἐπὶ τὴν κιβωτὸν τοῦ Θεοῦ, κατασχεῖν, ὅτι
περιέσπασαν αὐτὴν οἱ μόσχοι· καὶ ἐθυμώθη Κύριος τῷ Ὀζᾶ, καὶ ἐπάταξεν αὐτὸν ὁ Θεὸς, καὶ ἀπέθανεν παρὰ τὴν κιβωτὸν τοῦ Κυρίου.» «Εἶπεν ∆αβίδ· Οὐκ ἔσται ἆραι τὴν κιβωτὸν τοῦ Θεοῦ, ἀλλ' ἢ τοὺς Λευΐτας, ὅτι αὐτοὺς ἐξελέξατο Κύριος λειτουργεῖν αὐτοὺς ἕως αἰῶνος.» «Ἔστησαν οἱ ἱερεῖς ἐπὶ Ὀζίαν τὸν βασιλέα, καὶ εἶπον αὐτῷ· Οὔ σοι, Ὀζία, θυμιᾶσαι. Ἔξελθε ἐκ τοῦ ἀγιάσματος, ὅτι ἀπέστης ἀπὸ τοῦ Κυρίου, καὶ οὐκ ἔσται σοι τοῦτο εἰς δόξαν παρὰ Κυρίου τοῦ Θεοῦ. Καὶ ἐθυμώθη Ὀζίας, καὶ ἐν τῇ χειρὶ αὐτοῦ τὸ θυμιατήριον, τοῦ θυμιᾶσαι ἐν τῷ ναῷ. Καὶ ἐν τῷ 96.60 θυμωθῆναι αὐτὸν πρὸς τοὺς ἱερεῖς, καὶ λέπρα ἀνέτειλεν ἐν τῷ μετώπῳ αὐτοῦ ἐναντίον τῶν ἱερέων ἐν οἴκῳ Κυρίου.»
ΤΙΤΛ. Γʹ. -Περὶ ἱκετευόντων· καὶ ὅτι χρὴ τὰς ἱκεσίας τῶν δεομένων
προσίεσθαι. «Σεμεὶ υἱὸς Γερὰ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ ἐναντίον τοῦ βασιλέως,
διαβαίνοντος αὐτοῦ τὸν Ἰορδάνην, καὶ εἶπεν· Μὴ λογιζέσθω ὁ Κύριός μου ἀνομίαν· μὴ μνησθῇς ὅσα ἠδίκησεν ὁ παῖς σου ἐν τῇ ἡμέρᾳ ᾗ ἐξεπορεύετο ὁ κύριός μου βασιλεὺς, ὅτι ἐγὼ ἥμαρτον. Καὶ εἶπεν ὁ βασιλεύς· Οὐ μὴ ἀποθάνῃς. Καὶ ὤμοσεν αὐτῷ.» «Ἐξέτεινε τὴν χεῖρα αὐτοῦ Ἱεροβοὰμ, λέγων· Συλλάβετε αὐτόν. Καὶ ἐξηράνθη ἡ χεὶρ αὐτοῦ, ἣν ἐξέτεινεν πρὸς αὐτὸν, καὶ τὸ θυσιαστήριον ἐῤῥάγη, καὶ ἐξεχύθη ἡ πιότης ἡ ἐπ' αὐτῷ. Καὶ εἶπεν ὁ βασιλεὺς τῷ ἀνθρώπῳ τοῦ Θεοῦ· ∆εήθητι τοῦ Θεοῦ σου, καὶ ἐπιστρεψάτω ἡ χείρ μου πρός με. Καὶ ἐδεήθη ὁ ἄνθρωπος τοῦ Θεοῦ, καὶ ἐπέστρεψε τὴν χεῖρα τοῦ βασιλέως πρὸς αὐτόν· καὶ ἐγένετο καθὼς ἦν.» «Ἦλθε πρὸς Ἠλιοῦ πεντηκόνταρχος ὁ τρίτος, καὶ ἔκαμψεν τὰ γόνατα αὐτοῦ κατέναντι Ἠλιοῦ, καὶ ἐλάλησε πρὸς αὐτὸν, καὶ εἶπεν· Ἄνθρωπε τοῦ Θεοῦ, ἐντιμηθήτω δὴ ἡ ψυχή μου, καὶ ἡ ψυχὴ τῶν δούλων σου τούτων τῶν πεντήκοντα. Καὶ ἐλάλησεν ἄγγελος Κυρίου πρὸς Ἠλιοῦ, καὶ εἶπεν· Κατάβηθι, μὴ φοβηθῇς. Καὶ ἀνέστη Ἠλιοῦ, καὶ κατέβη πρὸς τὸν βασιλέα.» «Μὴ ἐκκλίνῃ ὁ νοῦς σου ἑκὼν δεήσεως ἐν ἀνάγκῃ ἀδυνάτων.» «Ἱκέτην δεόμενον μὴ ἀπαναίνου, καὶ ἀπὸ δεομένου μὴ ἀποστρέψῃς ὀφθαλμόν.» Ὡς αἰσχρὸν ταῦτα καὶ ἡμᾶς ἀπαιτεῖν, καὶ μὴ παρέχειν ἡμᾶς. -Συμμετρεῖσθαι δεῖ τῷ αἰτουμένῳ τὴν αἴτησιν. Ὁμοίως γὰρ ἄτοπον παρὰ μικροῦ μεγάλα ζητεῖν, καὶ παρὰ μεγάλου μικρά. Τὸ μὲν γὰρ ἄκαιρον, τὸ δὲ σμικρόλογον. -∆έχου τὸν ἱκέτην, ἐπίκουρον ἔχοντα τὴν ἡμέραν.