188
εἰκότως μετὰ τῶν ἄλλων ὀργάνων, καὶ ταῖς σάλ πιγξι παρεκελεύοντο χρήσασθαι. ʹ. "Μαρτύριον ἐν τῷ Ἰωσὴφ ἔθετο αὐτὸ, ἐν τῷ ἐξελθεῖν αὐτὸν ἐκ γῆς Αἰγύπτου." Ἰωσὴφ ἐν ταῦθα πάντα καλεῖ τὸν λαόν· ἐπειδὴ γὰρ τῆς εἰς Αἴγυπτον εἰσόδου ὁ Ἰωσὴφ αὐτοῖς ἐγένετο πρόξενος, ἐξ αὐτοῦ τὸν λαὸν προσηγόρευσε. Λέγει δὲ ὅτι ταύτην ἔδωκε τῷ λαῷ τὴν νομοθεσίαν, τῆς Αἰγύ πτου τοῦτον ἐλευθερώσας. Εἶτα τὰς γεγενημένας εὐεργεσίας διέξεισιν. "Γλῶσσαν ἣν οὐκ ἔγνω ἤκουσεν." Φωνῆς γὰρ πώποτε θείας οὐκ ἀπο λαύσας, ταύτης ἐπήκουσεν ἐν τῇ ἐρήμῳ τὸν νόμον δεχόμενος. ζʹ. "Ἀπέστησεν ἀπὸ ἄρσεων τὸν νῶτον αὐτοῦ· αἱ χεῖρες αὐτοῦ ἐν τῷ κοφίνῳ ἐδούλευσαν." Τοὺς ἐν Αἰγύπτῳ πόνους, καὶ τὴν πικρὰν δουλείαν, καὶ τὴν πλινθουργίαν διὰ τούτων ἐδήλωσε. Τοῖς ὤμοις γὰρ, ὡς εἰκὸς, φέρειν ἠναγκάζοντο τὸν πηλόν· τὰ δὲ νῶτα διαφερόντως τῶν τοιούτων ἐπαισθάνε ται πόνων. Ἐντεῦθεν τὸ τοῦ Θεοῦ πρόσωπον εἰσ άγει διαλεγόμενον. Καὶ πρῶτον μὲν τῶν εὐεργεσιῶν τῶν γεγενημένων ἀναμιμνήσκει, εἶτα παραίνεσιν εἰσφέρει καὶ συμβουλήν· μετὰ ταῦτα προλέγει τὴν ἀπείθειαν, καὶ τῆς ἀπειθείας τὴν τιμωρίαν. ηʹ. "Ἐν θλίψει ἐπεκαλέσω με· καὶ ἐρυσάμην σε." Ἐστέναξας ἐν Αἰγύπτῳ τοῖς πόνοις ταλαιπω ρούμενος, καὶ παραυτίκα φιλανθρωπίας ἠξίωσα. Τοῦτο καὶ ἡ ἱστορία διδάσκει. "Ἐστέναξαν γὰρ, φησὶν, οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ τῶν ἔργων τῶν σκληρῶν, καὶ ἀνέβη ἡ βοὴ αὐτῶν πρὸς τὸν Θεόν." -"Ἐπ ήκουσά σε ἐν ἀποκρύφῳ καταιγίδος." Ὁ δὲ Σύμ μαχος οὕτως· Ἐπήκουσά σε διὰ κρυφαίας βροντῆς· καὶ οἱ ἄλλοι δὲ τὴν βρόντησιν ὁμοίως τεθείκασι. ∆ηλοῖ δὲ διὰ τούτου ὅτι μὴ φαινόμε νος, ἀλλ' ἀόρατον ἔχων τὴν φύσιν, κατάδηλον πᾶσιν ἀνθρώποις τὴν σωτηρίαν πεποίηκα, οἷόν τινα βροντὴν, ταῖς κατὰ τῶν Αἰγυπτίων πληγαῖς σημάνας ἅπασιν ὅσην ποιοῦμαί σου πρόνοιαν. 80.1524 "Ἐδοκίμασά σε ἐπὶ ὕδατος ἀντιλογίας." Εἰς Μεῤ ῥὰν ἐλθόντες, καὶ πικρὸν εὑρόντες τὸ ὕδωρ, καὶ Μωσοῦ κατεβόησαν, καὶ τοῦ Θεοῦ κατελάλησαν. Ἀπὸ τοῦ πράγματος τοίνυν ὁ τόπος τὴν προσηγο ρίαν ἐδέξατο. Λέγει τοίνυν, ὅτι ∆ιήλεγξά σε παρ' ἐκεῖνο τὸ ὕδωρ τὴν ἀχάριστον γνώμην· ῥᾳδίως δὲ αὐτοῦ μετέβαλον τὴν ποιότητα, καὶ γλυκεῖαν ἀπέ φηνα τὴν πικράν. θʹ. "Ἄκουσον, λαός μου, καὶ διαμαρτύρομαί σου." Πεῖραν τοίνυν τῆς ἐμῆς δυνάμεως εἰληφὼς, δέξαι προθύμως τὰς παρ' ἐμοῦ σοι προσφερομένας νομοθεσίας. ∆ιαμαρτυρία γάρ ἐστι, προλέγουσά σοι τῆς ἀπειθείας τὴν τιμωρίαν, καὶ τῆς εὐπει θείας τὴν ὠφέλειαν. "Ἰσραὴλ, ἐὰν ἀκούσῃς μου, [ιʹ.] οὐκ ἔσται ἐν σοὶ θεὸς πρόσφατος, οὐδὲ προσκυνήσεις θεῷ ἀλλο τρίῳ." [Καὶ σαφέστερον αὐτοῖς ἑαυτὸν φανεροῖ τῷ εἰπεῖν·] ιαʹ. "Ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεός σου, ὁ ἀν αγαγών σε ἐκ γῆς Αἰγύπτου." Ταῦτα καὶ τοῦ νόμου τὸ προοίμιον ἔχει. "Ἐγὼ γάρ εἰμι, φησὶ, Κύριος ὁ Θεός σου, ὁ ἐξαγαγών σε ἐκ γῆς Αἰγύπτου· οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ." Καὶ ἐνταῦθα τοίνυν παρακελεύεται ἀλλότριον καὶ νέον μὴ προσ κυνῆσαι δεὸν, ἀλλὰ τὸν τὴν ἐλευθερίαν αὐτοῖς δωρησάμενον. Ταῦτα δὲ καὶ τὴν Ἀρείου καὶ Εὐ νομίου παραπληξίαν ἐλέγχει. Εἰ γὰρ οὐχ ὁμοού σιος ὁ Μονογενὴς, ἀλλότριος ἄρα καλοῖτο ἂν εἰκότως· καὶ εἰ ἦν ὅτε οὐκ ἦν, πρόσφατος καὶ οὐκ ἀΐδιος. Τὸν θεῖον τοίνυν προφανῶς παραβαίνουσι νόμον, [καὶ μάλιστα οἱ τὰ τοῦ δυσσεβοῦς Νεστο ρίου δογματίζοντες,] ἀλλότριον καὶ πρόσφατον προσ κυνοῦντες Θεόν. Ἀλλὰ γὰρ οὐ καιρὸς τὴν ἐκείνων ἐμβροντησίαν διελέγχειν· ἀπόχρη δὲ ὅμως καὶ ταῦτα εἰς ἔλεγχον τῆς αὐτῶν παρανο μίας. "Πλάτυνον τὸ στόμα σου, καὶ πληρώσω αὐτό." Εὐπειθῆ, φησὶν, ἑαυτὸν διὰ τῆς εὐπει θείας κατάστησον, καὶ δέξαι τὴν ἀφθονίαν τῶν ἀγαθῶν· ἐντεῦθεν ἐπὶ τὴν κατηγορίαν μεταφέρει τὸν λόγον. ιβʹ. "Καὶ οὐκ ἤκουσεν ὁ λαός μου τῆς φωνῆς μου, καὶ Ἰσραὴλ οὐ προσέσχε μοι." Ἐγὼ μὲν οὖν ταύτην αὐτῷ τὴν συμβουλὴν προσενήνοχα· αὐτὸς δὲ οὔτε ἀκοῦσαι, οὔτε προσέχειν τοῖς ὑπ' ἐμοῦ λε γομένοις ὑπέσχετο. 80.1525 ιγʹ. "Καὶ ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτη δεύματα τῶν καρδιῶν αὐτῶν· πορεύσονται ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν. "Ὁ δὲ Σύμμαχος οὕτως· Ἀφῆκα οὖν αὐτοὺς τῇ ἀρεσκείᾳ τῆς καρδίας αὐτῶν, ὁδεύειν ταῖς βουλαῖς αὐτῶν.