188
αὐτὸς προδιδόμενος περιωρίσθης, μεθωρίσθης, ἐν γεωλόφῳ που καθεζόμενος ὁ μάρτυς Χριστοῦ. Ἀλλ' εὖγε, ὅτι πάντα εἰς καλόν σοι. ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου ἀπὸ τῆς τοῦ νοῦ σκοπιᾶς καὶ ἴδε σου τὰ τέκνα εἴτουν πρόβατα ὁ ποιμὴν ὁ καλός, εἰ καὶ διεσκορπισμένα σώματι, ἀλλ' ἡνωμένα πνεύματι, διειληφότα σχεδὸν ἄλλο κατ' ἄλλο μέρος τὴν ἐκκλησίαν σου πᾶσαν καὶ ταῖς αὐγαῖς τῆς ὁμολογίας δίκην ἀστέρων φρυκτωροῦντα τοῖς ἐν νυκτομαχίᾳ τῆς αἱρέσεως τὸ φῶς τῆς ὀρθοδοξίας, τὰ μὲν τυθέντα θεῷ δι' ἀθλητικῆς τελειώσεως, τὰ δὲ ἀθλοῦντα, μηδὲν ὑποπτήσσοντα τῶν παρόντων, ἀλλὰ ῥωννύμενα ταῖς θεοκλινέσι σου προσευχαῖς. αὕτη ἡ δόξα σου τῆς ἐκκλησίας, τοῦτό σου τὸ σύσσημον τῆς μαρτυρίας· ὅπερ ὁ μέλλων χρόνος ὑποδεξάμενος δοξάσειεν τὸν θεὸν ἐν σοὶ ὡς καὶ τανῦν. πολλά σου τὰ ἐγκώμια ὀφείλεται, τῷ ὑπὲρ τῆς εἰκόνος Χριστοῦ ἐναθλοῦντι. Ἀλλά μοι σύγγνωθι, ὦ θεομίμητε, τολμήσαντι ἐκ πόθου ἐν οἷς ἐφθεγξάμην, χαριζόμενος τὴν ἱεράν σου προσευχήν, ὡς ἂν μὴ ἀποπέσοιμι τοῦ εἶναί σου ἐλάχιστον τέκνον, ὁ τῶν πάντων ἀχρειότερος διὰ τὰς ἁμαρτίας. 287 {1Ναυκρατίῳ τέκνῳ}1 Ἐξ ἀγώνων εἰς ἀγῶνας καὶ ἐκ θλίψεως εἰς θλίψεις τὰ καθ' ὑμᾶς, τέκνον μου Ναυκράτιε, ὁ ἐπιπόθητος καὶ ἀειπόθητος. ἀλλ' ἀνθ' ὅτου ταῦτα; διὰ Χριστόν. οὐκοῦν οὐ λυπηρά, ἀλλὰ καὶ λίαν περιχαρῆ. ἐχαρίσθη καὶ ὑμῖν ἀπὸ θεοῦ τὸ ὑπὲρ Χριστοῦ πάσχειν. νῦν χαίρω ἐν τοῖς παθήμασιν ὑπὲρ ὑμῶν (φωνή ἐστι τοῦ ἀποστόλου, συμβαλλομένη καὶ ἡμῖν τοῖς ἀναξίοις), ἐπειδὴ πάντα ἐγράφη πρὸς νουθεσίαν ἡμετέραν, ἵν', ὁπόταν ἐν τοῖς ὁμοίοις καιροῖς ἐμπίπτωμεν, ἔχοιμεν τὰ φάρμακα τῆς σωτηρίας. διεῖλαν καὶ τὸ μοναστήριον, ὡς ἔμαθον, οἱ ἄνθρωποι κατὰ ἄμυναν, ἀλλὰ δύο ταῦτα, ἓν μὲν ὅτι οἶδεν ὁ θεὸς τὰ κακῶς διαιρεθέντα καλῶς ἑνοῦν, ὁπόταν βούλοιτο, ἕτερον δὲ ὅτι ὑπὲρ Χριστοῦ καὶ ὁ ἐν Ἐδὲμ παράδεισος ἡμῖν καταφρονητέος. πλὴν ὅτι καὶ ἡμεῖς καὶ οἱ διειλάμενοι καὶ πᾶς τις ξένοι καὶ παρεπίδημοι πάσης τῆς γῆς. Οὕτω μὲν ταῦτα. πῶς δὲ ἕξει τὰ καθ' ὑμᾶς ἔτι ἀσχάλλω μαθεῖν· τὰ γὰρ ἡμέτερα ἤδη διέγνωσται καὶ φέρομεν μεθ' ὑπομονῆς Κυρίου ἡμέραν ἐξ ἡμέρας τὴν κάκωσιν. ὅμως τί καὶ πεπόνθαμεν; οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς, ἐάνπερ τελείως ἀγωνισώμεθα, ἀδελφέ. διὸ προσεύχομαι ὁ τάλας στεφανίτας ὑμᾶς ἀναδειχθῆναι, Χριστὸν ἔχοντας συναθλοῦντα ὑμῖν ἐν πᾶσιν. ἐρώτα καὶ αὐτὸς περὶ ἡμῶν τὸν Κύριον σῴζεσθαι ἡμᾶς παντὶ τρόπῳ ἀπὸ τοῦ πονηροῦ. Προσαγόρευσον τοὺς συνάθλους σου ἀδελφούς. 288 {1Σιλουανῷ τέκνῳ}1 Ἀξίαν τῆς εὐλαβείας σου, τέκνον ἐπιπόθητον, ἐχάραξάς μοι τὴν ἐπιστολήν· καί γε ἀνέθην καὶ ἐδόξασα τὸν ἀγαθόν μου θεόν, ὅτι σου ἡ πίστις ἡ εἰς ἐμὲ τὸν ἁμαρτωλὸν ζῇ καὶ ἡ ἀγάπη πυροβολεῖ καὶ ὁ πόθος ἀκμάζει. οὕτω κἀγὼ πρὸς σέ, μικρὸν λυπῶ, μικρὸν καθάπτομαι, καὶ τοῦτο ἐν φόβῳ, ἵνα τὰ προειρημένα συντηρηθείη, εἴπερ ὁ ἀγαπῶν ἐπιμελῶς παιδεύει. Φυλαχθείης οὖν μοι, υἱέ μου ἀγαπητέ, ὡς υἱὸς φωτὸς ἐν τῷδε τῷ σκοτεινῷ χρόνῳ τῆς χριστομανίας. ὅπως δὲ ἐγκέκλεισμαι μετὰ τὸ δαρῆναί με σὺν τῷ ἀδελφῷ Νικολάῳ ὁρῶν τὸ ˉχ ἀκριβῶς μαθήσῃ· θέλω γὰρ συνοψίζεσθαί σε αὐτὸν ὅπου εὐοδοῦται ὑμῖν, ἐπειδὴ καὶ διὰ στόματος χρεία διαλέξεως. καὶ τί ἀπεσχοίνισας, ἀδελφέ, οὕτως; μή, παρακαλῶ. συνέρχεσθε εἰς ταὐτόν, ἵνα λυσιτελῇ ἀμφοτέροις καί γε ἐμοὶ τῷ ταπεινῷ· ὃν ἀεὶ λαμβάνειν ἐν τῇ προσευχῇ σου μὴ κατόκνει εἰς τὸ εὐαρεστεῖν με Κυρίῳ καὶ διασῴζεσθαι ἀπὸ τοῦ πονηροῦ. Ὁ ἀδελφὸς Νικόλαος προσαγορεύει σε. 289 {1Ἄννῃ μοναζούσῃ}1 Αἱ πρὸς τὰ τέκνα τῶν μητέρων ἀποστροφαὶ πρόσκαιρόν πώς εἰσιν· ὑπὸ γὰρ τῆς φύσεως εὐθὺς συνελκόμεναι πρὸς ἑαυτὰς ὑποστρέφουσιν αὐτά, διπλοῦν τὸ φίλτρον αὔξουσαι καὶ τὰ καταθύμια αὐτοῖς ἐν πᾶσι παριστῶσαι. τί δή μοι βούλοιτο δηλοῦν τὸ προοίμιον; ὅτι καὶ πρὸς ἡμᾶς τοὺς ταπεινοὺς ἡ σεβασμιότης σου μικρὸν ἀγανακτήσασα πάλιν οὐκ ἤνεγκε μὴ τὰ τῆς συνήθους ἀπαθείας ἐνδείξασθαι ἐν Κυρίῳ σπλάγχνα. διὰ τοῦτο μητροπρεπῶς καὶ