188
δὲ εἶπον· "τῶν Σαρακηνῶν ἐπιπεσόντων, ἐπὶ Ῥωμανίαν ὑπέστρεψαν. ἡμεῖς δὲ μὴ δυνηθέντες ἐπὶ Ῥωμανίαν ἀπελθεῖν ἐπὶ Ἀλανίαν ἠρχόμεθα." καὶ εἶπε πρὸς αὐτούς· "τί ποιοῦμεν ἄρτι;" οἱ δὲ εἶπον, ὅτι "διὰ τῆς χώρας ταύτης ἀδύνατόν ἐστι διελθεῖν ἡμᾶς." ὁ δὲ σπαθάριος ἔφη· "οὐκ ἔστι δυνατὸν δι' ἄλλης ὁδοῦ ἐξελθεῖν." κάστρον οὖν ὑπῆρχεν ἐκεῖσε, ἐπιλεγόμενον Σιδηρόν, ἐν ᾧ ἦν τοποτηρητὴς Φαρασμάνιός τις τοὔνομα ὑπὸ τοὺς Σαρακηνοὺς τυγχάνων καὶ εἰρήνην ἔχων μετὰ τῶν Ἀρμενίων. πέμψας οὖν ὁ σπαθάριος δηλοῖ αὐτῷ, ὅτι "ἐφ' ὅσον εἰρήνην ἔχεις μετὰ τῶν Ἀρμενίων, εἰρήνευσον καὶ μετ' ἐμοῦ· καὶ γενοῦ ὑπὸ 394 τὴν βασιλείαν, καὶ δὸς ἡμῖν σύναρσιν τοῦ κατελθεῖν ἐν τῇ θαλάσσῃ καὶ περᾶσαι εἰς Τραπεζοῦντα." τοῦ δὲ μὴ ἑλομένου τοῦτο ποιῆσαι, πέμπει ὁ σπαθάριος ἐκ τῶν ἀνθρώπων αὐτοῦ καὶ Ἀρμενίους, παραγγείλας αὐτοῖς ποιῆσαι ἔγκρυμμα· "καὶ ὅτε ἐξέρχονται ἐκ τοῦ κάστρου εἰς τὸν κάματον, χειρώσασθε ἐξ αὐτῶν ὅσους δύνασθε, καὶ τὰς πόρτας κρατήσατε ἐκ τῶν ἔξω, ἕως ἂν καὶ ἡμεῖς φθάσωμεν." τῶν δὲ ἀπελθόντων καὶ ποιησάντων τὸ ἔγκρυμμα, καὶ τοῦ λαοῦ ἐξελθόντος εἰς τὸν κάματον, ἄφνω ἐπιπεσόντες τήν τε πόρταν ἐκράτησαν καὶ πολλοὺς ἐζώγρησαν. τοῦ δὲ Φαρασμανίου ἐν τῷ κάστρῳ μετ' ὀλίγων μείναντος, κατέλαβε καὶ ὁ σπαθάριος καὶ προσλαλήσας τῷ Φαρασμανίῳ, ὅπως ἀνοίξῃ τὰς πόρτας μετ' εἰρήνης, οὐκ ἠθέλησεν, ἀλλ' ἐκρότησε πόλεμον. τοῦ δὲ κάστρου ὀχυροῦ ὄντος, λαβεῖν αὐτὸ οὐκ ἠδύναντο. Μαρῖνος δέ, ὁ πρῶτος τῶν Ἀψιλῶν, μαθὼν πολιορκεῖσθαι τὸ κάστρον φόβῳ συνεσχέθη, νομίσας πολὺν λαὸν εἶναι σὺν τῷ σπαθαρίῳ· καὶ λαβὼν μεθ' ἑαυτοῦ τριακοσίους ἀπῆλθε πρὸς τὸν σπαθάριον λέγων, ὅτι "ἐγώ σε διασώζω ἕως τῆς παραθαλασσίας." ὁ δὲ Φαρασμάνιος ἑωρακὼς τὴν περίστασιν ἔφη πρὸς τὸν σπαθάριον· "λάβε τὸ τέκνον μου ὄψιδα, καὶ ὁμολογῶ δουλεύειν τῇ βασιλείᾳ." ὁ δὲ λαβὼν τὸ τέκνον αὐτοῦ λέγει αὐτῷ· "ποῖον δοῦλον ἑαυτὸν τῆς βασιλείας καλεῖς, ὅτι ἐναπόκλειστος ὢν λαλεῖς ἡμῖν; ἀδύνατόν ἐστιν ἡμῖν ἀναχωρῆσαι, μέχρις ἂν παραλάβωμεν τὸ κάστρον." τότε λέγει ὁ Φαρασμάνιος· "δός μοι λόγον." ὁ δὲ σπαθάριος ἔδωκεν αὐτῷ λόγον μηδὲν αὐτὸν ἀδικῆσαι, ἀλλὰ μετὰ τριάκοντα ὀνομάτων μόνον εἰσελθεῖν ἐν τῷ κάστρῳ. τούτου δὲ τὸν λόγον μὴ φυλάξαντος, παρήγγειλε τοῖς συνεισερχομένοις αὐτῷ τριάκοντα, ὅτι "ἐν τῷ εἰσελθεῖν ἡμᾶς κρατήσατε τὰς πόρτας, καὶ ἂς εἰσέλθωσι πάντες." καὶ τούτου γενομένου, ἐπέτρεψε βληθῆναι πῦρ εἰς τὸ κάστρον. γενομένης δὲ πυρκαϊᾶς μεγάλης, ἐξῆλθον αἱ φαμιλίαι ἁρπάζουσαι εἴ τι ἠδύναντο βαστάσαι ἐκ τῶν ὑπαρχόντων αὐτῶν· καὶ ποιήσας ἄλλας τρεῖς ἡμέρας κατέλυσε τὰ τείχη ἕως τῆς γῆς καὶ ἀποκινήσας κατῆλθεν ἐν Ἀψιλίᾳ μετὰ καὶ Μαρίνου, τοῦ πρώτου αὐτῶν, ὑποδεχθεὶς ὑπὸ τῶν Ἀψιλῶν μετὰ μεγάλης τιμῆς. κἀκεῖθεν 395 κατελθὼν ἐν τῇ παραθαλασσίᾳ ἀντεπέρασε καὶ ἦλθε πρὸς Ἰουστινιανόν. τοῦ δὲ Ἰουστινιανοῦ ἀναιρεθέντος, καὶ τοῦ Φιλιππικοῦ τυφλωθέντος, βασιλεύει ὁ Ἀρτέμιος καὶ προβάλλεται αὐτὸν στρατηγὸν εἰς ἀνατολικούς. τοῦ δὲ Θεοδοσίου βασιλεύσαντος, καὶ τοῦ Ἀρτεμίου ἐκδιωχθέντος, καὶ τῆς τῶν Ῥωμαίων πολιτείας συγκεχυμένης οὔσης ἔκ τε βαρβάρων ἐπιδρομῆς καὶ ἐκ τῶν τοῦ Ἰουστινιανοῦ μιαιφονιῶν καὶ τῶν τοῦ Φιλιππικοῦ ἀνοσιουργιῶν, οὗτος ὁ εἰρημένος Λέων ὑπερεμάχει τῷ Ἀρτεμίῳ, ἐναντιούμενος Θεοδοσίῳ. εἶχε δὲ συμφωνοῦντα αὐτῷ καὶ συντρέχοντα Ἀρτάυασδον, τὸν τῶν Ἀρμενιάκων στρατηγόν, ὃν καὶ γαμβρὸν μετὰ τὸ βασιλεῦσαι αὐτὸν εἰς Ἄνναν τὴν θυγατέρα αὐτοῦ πεποίηκεν, προβαλλόμενος αὐτὸν καὶ κουροπαλάτην. Μασαλμᾶς δὲ χειμάσας ἐν τῇ Ἀσίᾳ ἐξεδέχετο τὰς τοῦ Λέοντος ὑποσχέσεις· μηδὲν δὲ παρὰ Λέοντος δεξάμενος καὶ γνοὺς ὅτι ἐνεπαίχθη ὑπ' αὐτοῦ, ἐλθὼν εἰς τὴν Ἄβυδον ἀντεπέρασε λαὸν ἱκανὸν εἰς τὴν Θρᾴκην καὶ ἐπὶ τὴν βασιλεύουσαν πόλιν ἀπεκίνησεν, γράψας καὶ πρὸς Σουλεϊμὰν τὸν πρωτοσύμβουλον καταλαβεῖν μετὰ τοῦ προετοιμασθέντος στόλου. τῇ δὲ ιεʹ τοῦ Αὐγούστου μηνὸς παρεκάθισε τὴν πόλιν ὁ