189
φεύγοντας διὰ τὸ μεμνῆσθαι τῶν λόγων τοῦ Κυρίου προσ λαμβάνεσθε· ἐπιστάμενοι γὰρ ὅτι τὸ μὲν πνεῦμα πρόφυμον, ἡ δὲ σὰρξ ἀσθενής, ἀποδιδράσκουσιν καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων προΐενται, ἵνα ἀνεξάρνητον ἐν ἑαυτοῖς τὸ ὄνομα τοῦ Χριστοῦ διατηρήσωσιν. Ἐπικουρεῖτε οὖν αὐτοῖς τὰ πρὸς τὰς χρείας, ἐντολὴν κυριακὴν πληροῦντες. Τοῦτο δὲ κοινῇ πάντες παραγγέλλομεν, ἕκαστον ἐμμένειν τῇ αὐτῷ δοθείσῃ τάξει καὶ μὴ ὑπερβαίνειν τοὺς ὅρους· οὐ γάρ εἰσιν ἡμέτεροι, ἀλλὰ τοῦ Θεοῦ. «Ὁ ἀκούων γὰρ ὑμῶν, φησὶν ὁ Κύριος, ἐμοῦ ἀκούει, καὶ ὁ ἐμοῦ ἀκούων ἀκούει τοῦ ἀποστείλαντός με· καὶ ὁ ὑμᾶς ἀθετῶν ἐμὲ ἀθετεῖ, ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με.» Eἰ γὰρ τὰ ἄψυχα γενόμενα τὴν εὐταξίαν ἀποσóζει, οἷον νύξ, ἡμέρα, ἥλιος, σελήνη, ἄστρα, στοιχεῖα, τροπαί, μῆνες, ἑβδομάδες, ἡμέραι, ὧραι, καὶ δουλεύει τῇ διατυπωθείσῃ χρείᾳ κατὰ τὸ εἰρημένον· «Ὅριον ἔθου, ὃ οὐ παρελεύσεται»· καὶ πάλιν περὶ τῆς θαλάσσης· «Ἐθέμην δὲ αὐτῇ ὅρια περιθεὶς κλεῖθρα καὶ πύλας, εἶπα δὲ αὐτῇ· Μέχρι τούτου ἐλεύσῃ καὶ οὐχ ὑπερβήσῃ»· πόσῳ μᾶλλον ὑμεῖς ὀφείλετε οὐδὲν τολμᾶν παρακινεῖν τῶν ὑμῖν κατὰ γνώμην Θεοῦ παρ' ἡμῶν ὁρισθέν των; Ἀλλ' ἐπειδὴ πάρεργον οἱ πολλοὶ καὶ τοῦτο ἡγήσαντο εἶναι, συγχέειν δὲ τὰς τάξεις καὶ τὴν ἐφ' ἑκάστῳ χειροτονίαν παρακινεῖν τολμῶσιν, ὑφαρπάζοντες ἑαυτοῖς ἀξιώματα μὴ δεδομένα καὶ ἐπιτρέποντες ἑαυτοῖς τυραννικῶς, ἃ μὴ ἔχουσιν ἐξουσίαν διδόναι, καὶ διὰ τοῦτο παροργίζουσι μὲν Θεόν, ὥσπερ οἱ Κορεῖται καὶ ὁ βασιλεὺς Ὀζίας, παρ' ἀξίαν ἐπιθέμενοι ἄνευ Θεοῦ τῇ ἀρχιερωσύνῃ καὶ γενόμενοι οἱ μὲν πυρίφλεκτοι, ὁ δὲ κατὰ τοῦ μετώπου λεπρός, παροξύνουσι δὲ καὶ Χριστὸν Ἰησοῦν τὸν διαταξάμενον, λυποῦσι δὲ καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἀκυροῦντες αὐτοῦ τὴν μαρτυρίαν· Eἰκότως τὸν ἐπηρτημένον κίνδυνον τοῖς τὰ τοιαῦτα πράτ τουσι προϊδόμενοι καὶ τὴν εἰς τὰς θυσίας καὶ εὐχαριστίας ἀμέλειαν ἐκ τοῦ ὑφ' ὧν μὴ χρὴ προσαγομένας ἀσεβῶς, παιδιὰν ἡγουμένων τὴν ἀρχιερατικὴν τιμήν, ἥτις μίμησιν περιέχει τοῦ μεγάλου ἀρχιερέως Ἰησοῦ Χριστοῦ τοῦ βασιλέως ἡμῶν, ἀνάγκην ἔσχομεν καὶ τοῦτο παραινέσαι· ἤδη γάρ τινες ἐξετράπησαν ὀπίσω τῆς ἑαυτῶν ματαιότητος. Λέγομεν δὲ ὡς Μωϋσῆς ὁ τοῦ Θεοῦ θεράπων, ᾧ ὁ Θεὸς ἐνώπιος ἐνωπίῳ ὡμίλει, ὡς εἴ τις λαλήσαι πρὸς ἑαυτοῦ φίλον, ᾧ εἶπεν· «Oἶδά σε παρὰ πάντας», ᾧ κατὰ πρόσωπον ὡμί λει καὶ οὐ δι' ἀδήλων ἢ ἐνυπνίων ἢ ἀγγέλων ἢ αἰνιγμάτων· οὗτος, ἡνίκα τὴν θείαν νομοθεσίαν διετάσσετο, διεῖλεν, τίνα